← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§194.24-196.4

重妊的成败与多胎动物胎儿形成的机制

注解者诠释了亚里士多德关于重妊的论述,解释了大型动物何以完全不重妊,以及多胎动物依交尾时间间隔相继成熟并构成多胎的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20

" Τῶν δὲ ζῴων τὰ μὲν ὅλως οὐκ ἐπικυΐσκεται." Ἐπικυΐσκεσθαι λέγεται ζῷα, ὅσα μετὰ τὴν σύλληψιν ὀχευθέντα πάλιν ἕτερα συλλαμβάνονται· καὶ τῶν ἐπικυϊσκομένων, φησί, τὰ μὲν τελειοῖ καὶ τὰ ἐκ τῆς πρώτης ὀχείας συλληφθέντα καὶ τὰ ἐκ τῆς δευτέρας, τὰ δ’ οὔ, ὧν τὰς αἰτίας ἐρεῖ προϊών. εἰπὼν δὲ ὅτι τὰ μεγάλα τῶν ζῴων οὐκ ἐπικυΐσκεται ὅλως, γοργῶς τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν διὰ γὰρ τὸ μέγεθος τὸ περίττωμα ἀναλίσκεται εἰς τὸ κύημα, τουτέστι διὰ γὰρ τὸ μέγεθος τοῦ κυήματος (τῶν γὰρ μεγάλων ζῴων καὶ τὰ κυήματα μεγάλα) διὰ δὴ τὸ μέγεθος τοῦ κυήματος ἀναλίσκεται εἰς αὐτὸ τὸ περίττωμα, καὶ ἢ οὐδ’ ὅλως λείπεταί τι, ἢ κἂν λειφθῇ, ἀλλὰ πάμπαν ὀλίγον ἐστὶ πρὸς τοιούτου κυήματος σύστασιν. τὰ δὲ πολυτόκα, φησίν, ἐπικυΐσκεται, καὶ τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν διὰ τὸ καὶ τῶν πλειόνων τοῦ ἑνὸς εἶναι θατέρῳ θάτερον ἐπικύημα,1 πλείονα ἑνὸς λέγων τὰ δύο, τὰ τρία καὶ τοὺς ἐφεξῆς ἅπαντας ἀριθμούς. ἔστι δὲ τὸ λεγόμενον ἐπὶ τῶν πολυτόκων τῶν πλείονα ἑνὸς γεννώντων θάτερον θατέρου ἐπικύημά ἐστιν· οὐ γὰρ ἅμα τελειοῦνται, ἀλλὰ πρῶτον μὲν τόδε, ὅπερ καὶ πρῶτον γεννᾶται, δεύτερον δὲ τελειοῦται τὸ μετὰ τὸ πρῶτον γεννηθέν, καὶ ἔστι τὸ δεύτερον ἐπικύημα τῷ πρώτῳ, καὶ τὸ τρίτον τῷ δευτέρῳ, καὶ ἐφεξῆς’. ὅτι δὲ οὐχ ἅμα πάντα τελειοῦνται, δῆλον καὶ ἀπὸ τοῦ καιροῦ τῆς κυήσεως· πολλάκις γὰρ γεννᾷ ἡ ὗς ἢ ἡ κύων ἢ ἄλλο τι τῶν πολυτόκων ἐν μὲν τῇ πρώτῃ φέρε εἰπεῖν ὥρᾳ τῆς ἡμέρας ἓν ἢ δύο, ἐν δὲ τῇ δεκάτῃ ἄλλο, καὶ ἐν τῇ μετ’ ἐκείνην ἕτερον, ὡς δηλονότι μὴ ἅμα τελειωθέντων.2 ἐπεὶ οὖν ἐπὶ τούτων ἄλλῳ ἄλλο ἐπικύημά ἐστι, καὶ εὐφυὴς ἡ τούτων φύσις ὑπάρχει πρὸς τὸ ἐπικυΐσκεσθαι, ἡ ἀπὸ τῆς μετὰ τὴν σύλληψιν ὀχείας γονὴ εἰσελθοῦσα καὶ βραχείας ὕλης λαβομένη διὰ τὸ καὶ τὰ κυήματα τῶν τοιούτων ἐκ βραχείας συνίστασθαι ὕλης συνίστησι καὶ ποιεῖ ἐπὶ τοῖς πρώτοις κυήμασιν ἕτερα κυήματα· καὶ διὰ τοῦτο γεννῶνται πρῶτον μὲν τὰ ἐκ τῆς πρώτης ὀχείας καὶ συλλήψεως, ὕστερον δὲ μετὰ δέκα ἢ εἴκοσιν ἡμέρας τὰ ἐκ τῆς δευτέρας. οὕτω γὰρ καὶ δύνανται ἐκτρέφεσθαι, ὅταν σύνεγγυς καὶ πλησίον τῇ πρώτῃ συλλήψει γένηται ἡ δευτέρα· ἂν δὲ γένηται ἡ μὲν πρώτη σήμερον, ἡ δὲ δευτέρα σύλληψις μετὰ τρεῖς ἢ μετὰ δύο μῆνας, ὅταν ἤδη τὸ κύημα αὐξηθῇ, ἢ οὐκ ἐπικυΐσκεται ἢ ὀλιγάκις. εἰπὼν δὲ ἤδη γὰρ ὦπται τὸ τοιοῦτον συμβεβηκὸς ἐπήγαγεν αἴτιον δὲ τὸ εἰρημένον, λέγων εἰρημένον τὸ διὰ τὸ καὶ τῶν πλειόνων τοῦ ἑνὸς εἶναι θατέρῳ θάτερον ἐπικύημα. ἐν δὲ τῇ λέξει τῇ μέχρι τῶν κυουμένων ταῖς γυναιξὶ κυούμενα νῦν λέγει τοὺς καιροὺς τῶν τόκων. τὸ δὲ τῆς λέξεως συνεχὲς τοιοῦτόν ἐστι ‘διὰ τὸ ὡς τὰ πολλὰ τὴν ὑστέραν ταῖς γυναιξί, τουτέστι τῶν γυναικῶν,3 συμμύειν μέχρι τοῦ καιροῦ τῆς κυήσεως· τότε δὲ ἀνοίγεται, ἵνα ἐξέλθῃ τὸ ἔμβρυον’. τὸ δὲ ἂν δὲ συμβῇ ποτε ταὐτόν ἐστι τῷ ἂν δὲ συμβῇ ποτε ἀνεῳγμένην εἶναι τὴν ὑστέραν καὶ διὰ τοῦτο γενέσθαι ἐπικύησιν, γίνεται ταῦτα πάντα, ἅπερ σαφῶς καταλέγει. ὥσπερ δέ, φησίν, ἐπὶ τῶν μονοτόκων διὰ τὸ μέγεθος τοῦ κυήματος εὐθὺς ἐν τῇ πρώτῃ συστάσει ἀνήλωται πᾶσα ἡ ὕλη εἰς αὐτό, διὸ καὶ οὐ δύναται ἕτερον συστῆναι, οὕτω καὶ ἐπὶ τῶν πολυτόκων ὅταν αὐξηθῶσι τὰ κυήματα, ὅτε καὶ πλείονος δέονται τροφῆς, οὐκ ἐῶσι τοσαύτην περιττεῦσαι, ὁπόση δὴ εἰς ζῴου σύστασιν ἀρκεῖ· [ἂν δὲ σύνεγγυς γένηται ἡ ὀχεία] ἂν δὲ σύνεγγυς τῇ πρώτῃ ὀχείᾳ ἡ δευτέρα γένηται, ὅταν πάμπαν ἐστὶ βραχέα τὰ κυήματα καὶ ὀλίγης δεόμενα τροφῆς, συνίσταται κυήματα· περιττεύει γὰρ ἡ ὕλη τότε ἀρκοῦσα εἰς κυήματος σύστασιν.

“在动物中,有些完全不重妊。” 凡是在受孕之后再次交尾而受孕其他胎儿的动物,都被称为“重妊”;他说,在重妊的动物中,有些既使由第一次交尾受孕的胎儿成熟,也使由第二次交尾受孕的胎儿成熟,但有些则不然,其原因他将在后文中说明。在指出大型动物完全不重妊之后,他随即附上了其原因,说“因为由于体积,残余物被耗用于胎儿”,也就是说:由于胎儿的体积(因为大型动物的胎儿也大)——确实由于胎儿的体积,残余物被耗用于它身上,要么完全没有任何留存,要么即使留存,对于构成这样的胎儿而言也微不足道。他说,多胎动物则会重妊,他附上了其原因,说“因为即便在多于一个的个体中,其一相对于另一也是重妊胎儿”,他所说的“多于一个”是指二、三以及其后相继的一切数目。而所说的话意思是:在多胎动物即生育多于一个者的情形中,其一对于另一乃是重妊胎儿;因为它们并非同时成熟,而是首先这一个成熟(它确实也最先出生),其次在第一个之后出生的那一个成熟,第二个对于第一个、第三个对于第二个依此类推都是重妊胎儿。而并非全部同时成熟,从分娩的时刻也可以看得很清楚;因为母猪、母狗或其他多胎动物往往在一天中的比方说第一个时辰生下一两个,在第十个时辰生下另一个,而在其后的时辰又生下另一个,这显然是因为它们不是同时成熟的。因此,既然在它们身上一个对于另一个乃是重妊胎儿,且它们的自然本性适合于重妊,那么在受孕后的交尾中进入的精液由于获取了微少的质料(因为此类动物的胎儿也是由微少的质料构成的),便在最初的那些胎儿之外又构成并产生出另外的胎儿;正因如此,首先出生的是来自第一次交尾和受孕的胎儿,随后在十天或二十天之后出生的是来自第二次交尾的胎儿。因为当第二次受孕紧随第一次受孕且相隔很近发生时,它们能够这样被抚育成熟;但如果第一次发生在今天,而第二次受孕发生在两三个月之后,当胎儿已经长大时,要么不重妊,要么极少发生。在说了“因为这类情况已被观察到”之后,他接着补充道“而原因是已述及的那点”,所谓“已述及的那点”,是指“因为即便在多于一个的个体中,其一相对于另一也是重妊胎儿”这句话。在“直到女人们受孕之物”这一文句中,他现在将分娩的时刻称为“受孕之物”。这一文句的连贯文意如下:“因为对于女人们而言子宫——即女人们的子宫——多半紧闭直到分娩的时刻;届时它才张开,以便胚胎排出”。而“但若有时发生”这句话等同于:“但若有时子宫张开,并因此发生重妊”,那么他所清楚列举的这一切便都会发生。他说,正如在单胎动物中,由于胎儿的体积,全部质料在最初构成时就立刻耗用于它,因而不能再构成另一个;同样在多胎动物中,当胎儿长大、需要更多滋养时,它们也不允许剩下足够构成一个动物的那么多;但若第二次交尾与第一次交尾相距很近发生,当胎儿极小且只需要很少滋养时,胎儿就会被构成;因为届时质料过剩,足以构成一个胎儿。

语法注3 条
  1. 4.20διὰ τὸ καὶ τῶν πλειόνων τοῦ ἑνὸς εἶναι θατέρῳ θάτερον ἐπικύημα

    θατέρῳ 为关涉与格(“相对于另一者”)。不定式 εἶναι 带有主语 θάτερον 和表语名词 ἐπικύημα,整个结构表示“其一相对于另一者是重妊胎儿”。属格 τῶν πλειόνων τοῦ ἑνός 作为部分属格修饰整个分句。

  2. 4.20ὡς δηλονότι μὴ ἅμα τελειωθέντων

    由 ὡς 引导的独立属格结构,表示判断的依据(“显然因为它们并非……”)。分词 τελειωθέντων 的逻辑主语省略(指胎儿或幼崽),否定词 μή 而非 οὐ 与表达主观断定或前提的 ὡς 结构连用。

  3. 4.20ταῖς γυναιξί, τουτέστι τῶν γυναικῶν

    注解者将亚里士多德原文中的与格 ταῖς γυναιξί(“对于女人们而言”)用属格 τῶν γυναικῶν(修饰“子宫”)进行释义,把表示关涉或领属的与格明确为修饰名词的所有格属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:194.24-196.4