← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§193.22-194.23

多余生殖器的形成与畸形器官的连生

斐洛庞奴斯基于质料与精液的主导关系解释了多余部分的形成以及双重或雌雄间性生殖器的成因,界定了畸形、违反自然的赘生物与多胎之间的区别,并阐释了亚里士多德关于器官通道闭合连生的记述(包括双心脏及佩林托斯母牛的畸变实例)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19#2

ἡ γὰρ ἀπὸ τοῦ καρποῦ εἰς δακτύλων σύστασιν πλείων ληφθεῖσα τῆς προσηκούσης1 πάλιν εἰς τὸν καρπὸν ἀποδίδοται καὶ ἀντιστρέφεται· τὸ δὲ εἶδος τοῦ δακτύλου ἔχει ἀπὸ τῆς δακτυλοποιητικῆς δυνάμεως, ὅπου ἐπλεόνασε, τουτέστιν ὅπου πλείων τῆς προσηκούσης ἐλήφθη. ᾧ δὲ συνέβη δύο αἰδοῖα ἔχειν, ἄρρενος καὶ θήλεος,2 εἰ μὲν περίνεον ἔχει, τὸ μὲν ἄρρεν κατὰ φύσιν ὑπάρχον αὐτῷ κύριον γίνεται, τουτέστι τέλειον, τὸ δὲ τοῦ θήλεος ἄκυρον καὶ ἀτελὲς διὰ τὸ καὶ τὴν τροφὴν ἀμαυρὰν λαμβάνειν παρὰ φύσιν ὄν. εἰ δὲ τύχῃ ὑστέραν ἔχον, τοὐναντίον τὸ μὲν τοῦ θήλεος κύριον γίνεται καὶ τέλειον, τὸ δὲ τοῦ ἄρρενος ἄκυρον καὶ ἀτελές. προσπέφυκε δὲ αὐτοῖς, καὶ οὕτω τρέφεται τὰ παρὰ φύσιν αἰδοῖα, ὥσπερ καὶ τὰ ἑλκώδη φύματα. ἂν μὲν οὖν πλεονάσασα ἡ ὕλη κρατηθῇ ὑπὸ τῆς γονῆς, γίνεται ἐν τῷ ἑνὶ ζῴῳ δύο αἰδοῖα ἄρρενος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅμοια ἀλλήλοις), εἰ δὲ κρατηθῇ * * γίνονται δύο θήλεα· ἂν δὲ τῇ μὲν κρατήσῃ, τῇ δὲ κρατηθῇ, ἄρρενος καὶ θήλεος. λέγει δὲ διαφέρειν τὴν παράφυσιν καὶ τὴν πολυτοκίαν τὸν εἰρημένον τρόπον, λέγων παράφυσιν τὴν ἑξαδακτυλίαν καὶ τὰ ὅμοια. τὰ δὲ τέρατα πάλιν διαφέρει τῆς πολυτοκίας, ὅτι τὸ μὲν τέρας ἐστὶ πολλῶν ζῴων σύμφυσις, ἡ δὲ πολυτοκία πολλῶν ζῴων χωρισμός. τῆς δὲ παραφύσεως διαφέρει ἡ πολυτοκία καὶ τὸ τέρας, ὅτι ἐν τῇ παραφύσει περὶ μόρια ἥμαρτεν ἡ φύσις, ἐν δὲ τοῖς τέρασι περὶ τὰς ὁλότητας· ἐν δὲ τῇ πολυτοκίᾳ κατευστόχησε μᾶλλον καὶ οὐκ ἀπέτυχεν. ὅμως αὐτὸς νῦν περὶ τῆς παραφύσεως καὶ τοῦ τέρατος λέγει. τὸ δὲ ἔνια δὲ καὶ τοῦτον τὸν τρόπον ἴσον ἐστὶ τῷ3 ἔνια δὲ τῶν τερατωδῶν κατ’ οὐδένα γίνεται τῶν ῥηθέντων τρόπων, ἀλλὰ μᾶλλον κατὰ τὸν ῥηθησόμενον. ἀλλὰ καὶ τὸ τὰ δὲ πλείω ἔχοντα ταὐτόν ἐστι τῷ τὰ δὲ δύο ἔχοντα καρδίας, ὥστε ὡς μὲν συμπεφυκὸς ἓν αὐτὸ δεῖ λέγειν, ὡς δὲ δύο ἔχον καρδίας δύο. ἀλλὰ καὶ τῶν οὐ δοκούντων ἀναπήρων εἶναι ἀλλὰ τελείων τινὰς τῶν πόρων λέγει συμπεφυκέναι, καὶ καταλέγει πάντα σαφῶς. τισὶ δὲ συνέβη ὄρχεις μὲν ἔχειν καὶ αἰδοῖον, ἔχειν δὲ τὸ αἰδοῖον κάτωθεν τῶν ὄρχεων, ὥστε δοκεῖν ἅμα ἄρρενος ἔχειν αἰδοῖον καὶ θήλεος· τῶν γὰρ ὄρχεων ἄνω ἀνασπασθέντων ἐμφέρεια θήλεος αἰδοίου ἀποτελεῖται. λέγει δὲ καὶ ὅτι βοῦς θήλεια ἐγεγόνει ἐν Περίνθῳ συμπεφυκότα ἔχουσα τὸν πόρον, δι’ οὗ ἔξεισιν ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις, ἥτις ξηρᾶς τροφῆς περίττωσις ἐξήρχετο διὰ τῆς κύστεως καὶ τοῦ αἰδοίου, δι’ οὗ καὶ ἡ τῆς ὑγρᾶς τροφῆς περίττωσις, καὶ πολλάκις ἀνατμηθέντος τοῦ ἀρχοῦ, τουτέστι τοῦ ἀπευθυσμένου ἐντέρου τῆς τοιαύτης βοός, πάλιν συνεφύετο.

因为为构成手指而从手腕吸取的、多于合宜分量的[质料],又被归还给手腕并原路退回;而它从它过剩之处——即它被吸取得多于合宜分量之处——的生指能力那里获得了手指的形式。对于碰巧拥有雄性和雌性两套生殖器官者,如果他具有会阴,那么依自然存在于他身上的雄性器官便成为主导的,即完全的,而雌性器官则是无效且不完全的,因为由于它违反自然,它所获得的滋养也很微弱。但如果它碰巧具有子宫,则相反,雌性器官成为主导且完全的,而雄性器官则是无效且不完全的。那些违反自然的生殖器官依附于它们生长,并以此方式获得滋养,正像溃疡性肿块一样。因此,如果过剩的质料被精液所制胜,在单个动物体内就会产生两个雄性生殖器官(因为“彼此相似”这句话表达的就是这个意思);但如果被制胜[……]就会产生两个雌性器官;而如果在一方面制胜、在另一方面被制胜,就会产生一雄一雌的器官。他说,按上述方式,违反自然的赘生物与多胎有所区别,他把六指症及类似情形称为“违反自然的赘生物”。而畸形物又与多胎不同,因为畸形物是多个动物的聚合连生,而多胎则是多个动物的彼此分离。多胎与畸形物又与违反自然的赘生物不同,因为在赘生物中,自然是在各部分上出了差错,而在畸形物中,是在各整体上[出了差错];但在多胎中,自然毋宁说是命中目标而没有失败。不过,他现在谈论的是关于赘生物和畸形物。“而有些也以此方式”这句话等同于:“畸形事物中的某些并非按上述任何一种方式产生,而是毋宁按将要叙述的方式产生。”而且,“而拥有更多的那些”也等同于“而拥有两颗心脏的那些”,以致就其聚合连生而言,应当称它为一个,但就其拥有两颗心脏而言,[应当称它为]两个。此外他说,即便在那些不显残缺反而看似健全的个体中,某些通道也闭合连生了,他把这一切都清楚地列举出来。而在某些个体身上曾发生过:他们虽有睾丸和阴茎,但阴茎长在睾丸下方,以致看似同时具有雄性与雌性的生殖器官;因为当睾丸向上收缩时,便形成了与雌性生殖器官相似的外貌。他还说,在佩林托斯曾有一头母牛,排泄干燥食物残渣的通道闭合连生了,这干燥食物的残渣便通过膀胱和排泄流质食物残渣的生殖器官排出;尽管这头母牛的直肠——即笔直的肠道——被多次切开,却又重新闭合连生了。

语法注3 条
  1. 4.19ἡ γὰρ ἀπὸ τοῦ καρποῦ εἰς δακτύλων σύστασιν πλείων ληφθεῖσα τῆς προσηκούσης

    在带冠词的阴性单数被动分词短语“ἡ ... πλείων ληφθεῖσα”中,名词“ὕλη”(质料)被省略。承接上文的“τὴν τῆς ὕλης ὑπεροχήν”,并充当后文限定动词“ἀποδίδοται καὶ ἀντιστρέφεται”的主语。

  2. 4.19ᾧ δὲ συνέβη δύο αἰδοῖα ἔχειν, ἄρρενος καὶ θήλεος

    关系代词与格“ᾧ”充当非人称动词“συνέβη”的补足语(“对某人而言发生了……”),整体作为设定主题的前置成分(“对于碰巧拥有两套生殖器官者”)。后文通过“εἰ μὲν ... εἰ δὲ ...”引导的条件句群对其承接并展开论述。

  3. 4.19τὸ δὲ ἔνια δὲ καὶ τοῦτον τὸν τρόπον ἴσον ἐστὶ τῷ

    注疏作品的标准句式:“τὸ δὲ [引文] ἴσον ἐστὶ τῷ [释义]”。中性单数冠词“τὸ”使亚里士多德的原文词句名词化,而由“τῷ”引导的从属结构则给出相应的释义与重述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:193.22-194.23