- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:192.22-193.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物生成论》772b13,阐明多余器官及畸形的产生原因与双胞胎相同,均在于质料的过剩与分裂,并解释了多余的手指为何会附着在手腕等远离原位之处的机制。
" Τῶν δὲ πλεοναζόντων μορίων παρὰ φύσιν τὸ αὐτὸ αἴτιον καὶ τῆς διδυμοτοκίας." Πλεονάζουσι παρὰ φύσιν τὰ μόρια, ὅταν ἑξαδάκτυλος ἄνθρωπος γένηται ἢ τρίπους, ἢ ἄλλον τινὰ τρόπον τοιοῦτον. λέγει οὖν ὅτι τὸ αὐτὸ καὶ τούτοις καὶ τῆς διδυμοτοκίας ἐστὶν αἴτιον. ὥσπερ γάρ, φησίν, ἐκεῖ, ἂν πλείω ὕλην συστήσῃ ἢ εἰς ἑνὸς ζῴου συμπλήρωσιν, δίδυμα γίνεται, οὕτω καὶ ἐπὶ τούτων· ὅταν γὰρ ὕλην λάβῃ εἰς δακτύλου φέρε εἰπεῖν τοῦ μικροῦ καλουμένου συμπλήρωσιν, αὕτη δὲ πλείων ᾖ τῆς ἁρμοζούσης, τότε γίνεται ἄνθρωπος ἔχων τὸν μικρὸν δάκτυλον μείζονα τῶν ἄλλων δακτύλων· τὸ δ’ αὐτὸ καὶ ἐπὶ χειρὸς καὶ ἐπὶ τῶν ἄλλων. ἄν μὲν οὖν μία μείνῃ ἡ ληφθεῖσα ὕλη, γίνεται ὁ εἰρημένος δάκτυλος μέγας, ἂν δὲ σχισθῇ, δύο ἀνθ’ ἑνός, ὥστε συμβαίνει ἀντὶ πέντε ἓξ ἔχειν δακτύλους. ὁμοίως κἂν εἰ πλείων τῆς προσηκούσης ἐλήφθη ὕλη εἰς σύστασιν ἀριστερᾶς φέρε εἰπεῖν χειρός, εἰ μὲν οὖν μὴ διαιρεθῇ, γεννᾶται ἔχων τὴν ἀριστερὰν χεῖρα μείζονα κατὰ πολὺ τῆς δεξιᾶς, εἰ δὲ σχισθῇ, γίνεται τρίχειρ, δύο μὲν ἔχων ἀριστεράς, μίαν δὲ δεξιάν. ἂν δὲ τὸ σῶμα τοῦ κυήματος σχισθῇ, γεννᾶται τέρας, ἔχον μίαν μὲν κεφαλήν, δύο δὲ αὐχένας καὶ πλευρὰς τέσσαρας καὶ πόδας τέσσαρας. ὥσπερ γὰρ ὁ εἷς ποταμός, ὅταν ἀντικρούσῃ εἰς πέτραν, εἰς δύο διαιρεῖται, ἑνὸς ὄντος τοῦ ἐπέκεινα τῆς πέτρας, οὕτω καὶ ἐπὶ τούτων κεφαλὴ μὲν μία ἀνάλογος οὖσα τῷ ἐπέκεινα τῆς πέτρας μέρει τοῦ ποταμοῦ, δύο δὲ τὰ λοιπά, ἀνάλογα πάλιν ταῖν δυοῖν ὑπὸ τῆς πέτρας γεγενημέναιν συστασέοιν.1 οἱ δὲ πλεονάζοντες, φησί, δάκτυλοι προσφύονται μὲν πολλάκις ἀλλήλοις, ἐνίοτε δὲ καὶ πόρρω διὰ τὴν γινομένην ἐν τῷ κυήματι κίνησιν. οἷον ὡς ἐπὶ παραδείγματος τοῦ μέρους τῆς χειρός, ὃ καλεῖται καρπός, καὶ τῶν δακτύλων ἕλκει ἡ δακτυλοποιητικὴ δύναμις ὕλην ἀπὸ τοῦ καρποῦ εἰς σύστασιν τῶν δακτύλων, πλείων δὲ οὖσα τῆς τῶν πέντε συστάσεως δακτύλων πεποίηκεν ἕξ· εἶτα ἡ τοῦ καρποῦ ποιητικὴ δύναμις ἔνδειαν ἔχουσα ὕλης εἰς ἀναπλήρωσιν τοῦ καρποῦ διὰ τὸ προαρπάσαι αὐτὴν τὴν δακτυλοποιητικὴν2 κινεῖ καὶ ἕλκει ἀφ’ οὗ ἂν εὑρήσῃ περιττὴν ὕλην· εὑρίσκει δὲ τὸν ἕκτον δάκτυλον, ὅστις ἕκτος συνέστη ἀπὸ τῆς ὕλης, ἐξ ἧς ἔμελλεν ὁ καρπὸς συστῆναι· ὃν λαβοῦσα προσάπτει τῷ καρπῷ. αὕτη ἐστὶν ἡ αἰτία τοῦ γενέσθαι τινὰς ἔχοντας δάκτυλον ἐν τῷ καρπῷ. ἐνίοτε οὖν, φησί, γίνονται οἱ δάκτυλοι καὶ πόρρω ἀλλήλων διὰ τὸ κινεῖν τὰς δυνάμεις τῆς ψυχῆς τὴν ἐν τῷ κυήματι ὕλην ὁτὲ μὲν πρὸς ἑαυτὴν τὴν δακτυλοποιητικήν, ὁτὲ δὲ τὴν καρποποιητικήν, ὁτὲ δὲ τὴν κεφαλοποιητικήν· ὁτὲ δὲ οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ τὴν τῆς ὕλης ὑπεροχήν, ὅθεν ἀφαιρεθῇ, ἐκεῖ ἀποδιδόναι.3
“违反自然而多余的部分的原因,与生育双胞胎的原因相同。” 当出现六指人、三足人或以其他诸如此类的方式产生时,各部分就是违反自然而多余的。因此他说,产生这些现象的原因与生育双胞胎的原因是相同的。因为他指出,正如在那一情形中,如果凝结了多于完成一个动物所需的质料,就会产生双胞胎,在这些部分的情形中也是如此。因为每当为完成例如所谓的小指而吸取质料,而该质料多于相称的量时,就会产生小指比其他手指更大的一个人;对手以及其他部分来说也是同样。因此,如果吸取的质料保持为一体,所述的手指就变得巨大;但如果它被裂开,就会一生为二,以致结果是有六根手指而非五根。同样,即便为例如左手的构成吸取了多于合宜分量的质料,如果它没有被分开,生下来的人左手就会大大超过右手;但如果裂开,就会变成三手人,拥有两只左手和一只右手。而如果胚胎的身体裂开,就会生下畸形物,拥有一个头,但有两根颈项、四处肋部和四只足。因为正如一条河流撞到岩石上时,尽管岩石之外的部分是一体,却被分为两条,在这些情形中也是如此:头是一个,对应于岩石之外那一部分河流;其余部分则是两个,又对应于由岩石造成的两股汇流。他说,多余的手指往往彼此贴合生长,但有时也由于胚胎中产生的运动而彼此相距很远。例如,正如在手之被称为手腕的部分和手指的例子中那样:生指能力为了手指的构成从手腕吸引质料,由于多于五根手指的构成,它便制造了六根;随后,产生手腕的能力因为生指能力预先抢夺了质料,致使补足手腕所需的质料匮乏,便从凡能找到过剩质料的地方去移动并吸取;它找到了第六根手指,这第六根手指正是由手腕原本要由之构成的质料所构成的;它取得这一手指,将它附着在手腕上。这就是某些人生来在手腕上长有手指的原因。因此他说,有时手指彼此相距很远,也是由于灵魂的诸能力移动胚胎中的质料,时而是生指能力〔将其〕移向自身,时而是生腕能力,时而是生头能力;但有时并非由于这个原因,而是由于把过剩的质料归还给它最初被抽走的地方。
- 4.19ἀντικρούσῃ εἰς πέτραν ... ταῖν δυοῖν ὑπὸ τῆς πέτρας γεγενημέναιν συστασέοιν
ταῖν δυοῖν ... συστασέοιν 是阴性名词 σύστασις(此处指被岩石冲分而成的“两股汇流/形成物”)的阴性双数与格形式。它与前文的 ἑνὸς ὄντος τοῦ ἐπέκεινα(岩石上游单一一股河流)形成对照,完成了河流的比喻。
- 4.19διὰ τὸ προαρπάσαι αὐτὴν τὴν δακτυλοποιητικὴν
在由介词 διά 支配的定冠词不定式(διὰ τὸ προαρπάσαι)结构中,逻辑主语是宾格短语 τὴν δακτυλοποιητικήν(生指能力),而 αὐτήν 是指代前文 ὕλην(质料)的宾格代词。由于主语和直接宾语同为阴性单数宾格,须依据语境及词义加以区分。
- 4.19διὰ τὸ τὴν τῆς ὕλης ὑπεροχήν, ὅθεν ἀφαιρεθῇ, ἐκεῖ ἀποδιδόναι
在定冠词不定式从句 διὰ τὸ ... ἀποδιδόναι(通过归还……)中,τὴν τῆς ὕλης ὑπεροχήν(质料的过剩分)是不定式 ἀποδιδόναι 的直接宾语。不定式的逻辑主语(自然或成形能力)被省略,作为普遍的作用者来理解。关系从句 ὅθεν ἀφαιρεθῇ(从其被取走之处)与副词 ἐκεῖ(归至该处)构成呼应。
