- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:191.6-192.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了亚里士多德提出的疑难:为何凝乳酶使乳汁凝结只产生一块乳酪,而在产多胎动物中一份精液与经血却产生多个后代。他驳斥了基于子宫小叶机械划分的解释,并论证多胎的产生是由各个物种自然体型的上下限所规定的质料数量约束所必然决定的。
" Τῆς δὲ νῦν ῥηθείσης ἀπορίας μάλιστα ἄν τις θαυμάσειεν ἐπὶ τῶν πολυτόκων." Ἡ μὲν ἀπορία τοιαύτη, διὰ τί ὥσπερ ὁ εἷς ὀπὸς εἰς τὸ γάλα τὸ ὂν ἐν τῷ τοιῳδὶ ἀγγείῳ εἰσιὼν οὐ πολλοὺς ποιεῖ τυροὺς ἀλλ’ ἕνα, καὶ ὅσῳ μεῖζον ἂν εἴη καὶ πλέον τὸ ὑπ’ αὐτοῦ συνιστάμενον γάλα, τοσούτῳ καὶ ὁ παγεὶς τυρός ἐστι μείζων, διὰ τί οὖν, ὥσπερ ἐπὶ τούτου, οὐχ οὕτως καὶ ἐπὶ τῶν πολυτοκούντων ἡ μία γονὴ οὐ ποιεῖ ἐκ τοῦ ἑνὸς καταμηνίου1 ἓν ζῷον ἀλλὰ πολλά; προσῆκε γάρ.2 θεὶς οὖν τὴν ἀπορίαν κακίζει τοὺς πειρωμένους αὐτὴν λύειν μὴ καλῶς. ἔλεγον γὰρ οἱ μὴ καλῶς αὐτὴν λύοντες ὅτι πολλοὺς ἐχούσης τόπους τῆς ὑστέρας καὶ πολλὰς κοτυληδόνας ἕκαστος τῶν τόπων ἕλκει πρὸς ἑαυτὸν γονήν, καὶ διὰ τοῦτο γίνονται ἐκ τοῦ ἑνὸς πολλά· ὅσαι γὰρ ἂν εἶεν αἱ ἑλκύσασαι τὸ σπέρμα καὶ δηλονότι καὶ τὸ καταμήνιον κοτυληδόνες, τοσαῦτά φασι γίνεσθαι καὶ τὰ ζῷα. ἐγκαλεῖ οὖν τοῖς οὕτω τὴν ἀπορίαν λύουσι λέγων ‘τὸ λέγειν οὕτω μηδέν ἐστι λέγειν· ἐν γὰρ τῷ αὐτῷ καὶ ἑνὶ τόπῳ καὶ τῇ μιᾷ κοτυληδόνι τῆς ὑστέρας γίνονται δύο ζῷα πολλάκις· ἔδει δὲ ἓν γίνεσθαι ἐν ἑκάστῃ τῶν κοτυληδόνων, εἴπερ αὗται τῆς διορίσεως καὶ τοῦ χωρισμοῦ ἦσαν αἴτιαι. ἄλλως τε δὲ καὶ ἐν τοῖς πολυτόκοις οὐχ οὕτω φαίνεται τὰ ἔμβρυα κείμενα κεχωρισμένα δηλαδὴ ἀπ’ ἀλλήλων, ἀλλ’ ἐφεξῆς καὶ ἀλλήλων ἁπτόμενα’. ταῦτα πρὸς τοὺς οὕτω λύειν τὴν ἀπορίαν πειρωμένους ἀποσκώψας, αὐτὸς λύει αὐτὴν λέγων ὥσπερ γὰρ καὶ τελειωθέντων τῶν ζῴων ἐστὶν ἑκάστου μέγεθος ὡρισμένον καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ἅπερ οὐ δύναται ὑπερβῆναι, ὅπερ δὴ καὶ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ἔλαβεν, ὅτε τὴν Ἀναξαγόρειον δόξαν ἤλεγχε τὴν πάντα ἐν πᾶσιν εἶναι λέγουσαν, ὥσπερ οὖν ἐστιν ἑκάστου μέγεθος ὡρισμένον καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ἅπερ οὐ δύναται ὑπερβῆναι (οὔτε γὰρ ἴσος τῷ οὐρανῷ δύναται γενέσθαι ἄνθρωπος οὔτε πάλιν ἴσος κυάμῳ), ἀλλ’ ἐπὶ μὲν τὸ μεῖζον, ὥσπερ λέγομεν, καὶ ἔλαττον ὥρισται ἑκάστου τὸ μέγεθος, ἐν δὲ τῷ μεταξὺ ἀορισταίνει, καὶ ἐπὶ τούτῳ ἐστὶν ἄλλο ἄλλου μεῖζον καὶ ἔλαττον, ὥσπερ οὖν ἐπὶ τούτων, οὕτως ἔχει καὶ ἐπὶ τοῦ καταμηνίου· τοῦτο γὰρ εἶπε ὕλην σπερματικήν· ὥρισται γὰρ καὶ τοῦτο καὶ οὐκ ἔστιν ἀόριστον, ὥστε ἐξ οὗ ἐνδέχεται πέντε γενέσθαι ζῷα, ἓν γενέσθαι, ἢ ἐξ οὗ ἕν, πέντε. εἰ γὰρ ἐξ οὗ ἦν δυνατὸν πέντε γενέσθαι, ἓν ἐγεγόνει, λίαν ἂν ἦν μέγα καὶ ὑπερβαῖνον τὸν ἐπὶ τὸ μεῖζον ὅρον. ἀλλ’ ἀδύνατον· εἴρηται γὰρ ὅτι ὥρισται καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον ἑκάστου ζῴου μέγεθος, ἅπερ ὑπερβῆναι οὐ δύναται. ὁμοίως δὲ κἂν εἰ ἐξ οὗ ἓν ἔμελλε γενέσθαι, πέντε ἐγεγόνεσαν, ὑπερέβη ἂν τὸν ἐπὶ τὸ ἔλαττον φυσικὸν ὅρον. ὅσα οὖν, φησί, τῶν ζῴων διὰ τὴν εἰρημένην αἰτίαν, τουτέστι διὰ τὸ εἶναι μικρὰ τῷ μεγέθει, πλεῖον προΐεται περίττωμα παρόπερ εἰς ἑνὸς ζῴου ἀρχήν, οὐκ ἐνδέχεται ἓν ἐξ αὐτοῦ γενέσθαι, ἀλλὰ τοσαῦτα ὅσα τοῖς μεγέθεσιν ὥρισται τοῖς ἱκνουμένοις·3 ἔστι δὲ τὸ ἱκνουμένοις ἴσον τῷ μέλλουσι γενέσθαι. ἔστι δὲ τὸ λεγόμενον ‘ἀλλὰ τοσαῦτα γενήσονται τοῖς μεγέθεσιν, ἤτοι τῷ πλήθει καὶ τῷ ἀριθμῷ, ὅσα δυνατὸν ἦν γενέσθαι, καὶ οὔτε ὑπέρβασις γενήσεται τοῦ ἀριθμοῦ οὔτε ἔλλειψις’. τὸ δὲ ἐν διαιρουμένῳ τῷ σπέρματι μηνυτικόν ἐστιν οὗ πρὸ βραχέος ἡμεῖς ἐμνήσθημεν· ἐλέγομεν γὰρ ὅτι εἰ πέντε γεγέννηται ζῷα, καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον εἰς πέντε διῃρέθη. ἐπεὶ δὲ ἡ ἀπορία ἐκ παραδείγματος τοῦ ὀποῦ καὶ τοῦ γάλακτος προέβαινε, λέγει μηδὲν εἶναι τὸ παράδειγμα τὸ τοιοῦτον· οὐδεμίαν γὰρ ἔχει ὁμοιότητα, εἴπερ ὁ μὲν ὀπὸς τὸ ποσὸν μόνον συνίστησιν, ἡ δὲ γονὴ αὐτό τε καὶ τὸ ποιόν, ἤτοι τὸ τοιονδὶ εἶδος τοῦ ζῴου.
“关于刚才所说的疑难,人们在产多胎的动物身上尤其会感到诧异。” 这一疑难如下:正如一份凝乳酶进入某个容器中的乳汁时,不是制成许多块乳酪而是一块乳酪,而且由它凝固的乳汁越大越多,结成的乳酪也越大;那么为何不像在此情形中那样,在产多胎的动物身上,一份精液不是由一份经血产生一个动物而是产生许多个动物呢?因为原本这样才是相称的。因此,他在提出这一疑难之后,便指责那些试图不妥善地解决它的人。因为那些不妥善地解决它的人说,由于子宫有许多腔室和许多子宫小叶,各个腔室都把精液吸向自身,正因如此才由一产生了多;因为他们声称,吸取了精液且显然也吸取了经血的小叶有多少,产生的动物也就有多少。因此他指责如此解决疑难的人说:“这样说等于什么也没说;因为在子宫的同一处腔室和同一块小叶中往往产生两个动物;如果这些小叶确实是划分和分离的原因,本来应当在每块小叶中产生一个动物。此外,在产多胎的动物中,胚胎不是被观察到如此、即彼此分开放置的,而是相继且彼此相触地放置的。”在用这些话嘲讽了那些试图如此解决疑难的人之后,他自己解释说:因为正如在发育完全的动物身上,对于每种动物而言,无论在偏大还是偏小的方向上都有一个不能逾越的确定体型——这正是他在《自然学讲义》第一卷反驳主张一切在一切之中的阿那克萨哥拉观点时所假定的——,正如每种动物无论在偏大还是偏小的方向上都有一个不能逾越的确定体型(因为一个人既不可能变得与苍天一样大,也不可能变得与蚕豆一样小),而是如我们所说,在偏大和偏小的方向上每种动物的体型都被确定了,而在两者之间则是未确定的,因此才有一个比另一个更大或更小;正如在这些情形中那样,在经血的情形中也是如此;因为他把经血称为精液性质料;因为这也已经被确定而非未确定的,以至于在能够产生五个动物的质料中不可能产生一个,在能够产生一个的质料中也不可能产生五个。因为如果从原本可能产生五个的质料中产生了一个,它就会过分巨大并逾越偏大方向的界限。但这是不可能的;因为已经说过,在偏大和偏小的方向上,每种动物的体型都已经被确定,是不能逾越的。同样,即使从原本将要产生一个的质料中产生了五个,也会逾越偏小方向的自然界限。因此他说,凡因上述原因(即由于体型较小)而排泄出多于一个动物开端所需之残余物的动物,都不可能从中只产生一个,而是产生与相称的体型所确定的数量相同的动物;“相称的”与“将要生成的”意思相同。而所说的意思是:“相反,它们在体型上,也就是在数量和数目上,将生成可能生成的那么多,既不会在数目上超过,也不会不足。”而“在精液被分割时”这一短语所指的,正是我们刚才提到的内容;因为我们刚才说过,如果产生了五个动物,精液和经血也就被分成了五份。由于这个疑难是从凝乳酶和乳汁的例子引申而来的,他说这样的例子毫无根据;因为如果凝乳酶只凝结数量,而精液既凝结数量本身又赋予性质(即该动物的这种形式),那么两者就没有任何相似之处。
- 4.18ὥσπερ γὰρ καὶ τελειωθέντων τῶν ζῴων ἐστὶν ἑκάστου μέγεθος ὡρισμένον καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ἅπερ οὐ δύναται ὑπερβῆναι ... οὕτως ἔχει καὶ ἐπὶ τοῦ καταμηνίου
整个长句的骨干结构是 ὥσπερ ... οὕτως ἔχει καὶ ἐπὶ τοῦ καταμηνίου(正如……,在经血的情形中也是如此)。在起始的 ὥσπερ γὰρ ... 之后,由于插入了关于《自然学》第一卷以及人体大小界限的长篇插入说明,比较连词通过 ὥσπερ οὖν ἐστιν ... 与 ὥσπερ οὖν ἐπὶ τούτων 两次进行复引(epanaphora),最终才落实到主句谓语 οὕτως ἔχει。
- 4.18διὰ τί οὖν, ὥσπερ ἐπὶ τούτου, οὐχ οὕτως καὶ ἐπὶ τῶν πολυτοκούντων ἡ μία γονὴ οὐ ποιεῖ ἐκ τοῦ ἑνὸς καταμηνίου ἓν ζῷον ἀλλὰ πολλά; προσῆκε γάρ.
在 διὰ τί ... οὐ ποιεῖ ... ἓν ζῷον ἀλλὰ πολλά 句中,否定词 οὐ 与前面的 οὐχ οὕτως 发生了赘生性重叠。字面上虽看似“为何不不产生一个而是产生多个”,但结合上下文,其实质含义是“为何不像乳酪之喻那样产生一个动物,反而产生许多动物”。紧接其后的 προσῆκε γάρ(“因为原本产生一个是相称的”)证实了此处旨在强调与比喻不一致的反问句结构。
- 4.18ἀλλὰ τοσαῦτα ὅσα τοῖς μεγέθεσιν ὥρισται τοῖς ἱκνουμένοις
τοῖς μεγέθεσιν 是表示限定或标准的与格(“就体型而言”)。随后的 τοῖς ἱκνουμένοις 是 ἱκνέομαι 的中动/被动态现在分词,为习语用法,意为“相称的、适当的”;注疏者本人在紧接其后便解释其语义功能:ἔστι δὲ τὸ ἱκνουμένοις ἴσον τῷ μέλλουσι γενέσθαι(“‘相称的’与‘将要生成的’意思相同”)。
