- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:190.4-191.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对亚里士多德771a31的注解中,注疏者通过精液与经血的总量及其分割性,解释了大型动物产单胎而小型动物产多胎的原因,并借助大象的反例论证了是身体大小而非蹄的形状(整蹄、双蹄、多裂足)构成了产仔数量的真正原因。
" Ἔτι δὲ τὸ γεννῆσαν σπέρμα πλεῖον μὲν τὸ τοῦ μείζονος ἀναγκαῖον εἶναι." Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ διὰ τί τὰ μεγάλα τῶν ζῴων μονοτόκα ἐστί, τὰ δὲ μικρὰ πολυτόκα. εἴη δ’ ἄν, οἶμαι, δῆλα τὰ λεχθησόμενα τοιαῦτα προειποῦσιν·1 ἡ εἰσελθοῦσα γονή, ὡς ἐρεῖ προϊών, εἰς τοσαῦτα διῃρέθη, εἰς ὅσα καὶ ἔτεκε· τοσαῦτα γὰρ γεννᾷ, εἰς ὅσα ἡ γονὴ διῃρέθη, καὶ ἔμπαλιν εἰς τοσαῦτα διῃρέθη, εἰς ὅσα καὶ ἐγέννησεν, οἷον εἰ πέντε τέτοκε σκύμνους ἡ λέαινα, εἰς πέντε καὶ ἡ ἀπὸ τοῦ ἄρρενος εἰσελθοῦσα γονὴ διῄρηται. οὐ μόνον δὲ ἡ γονὴ εἰς πέντε διῃρέθη, ἀλλὰ καὶ τὸ τῆς λεαίνης καταμήνιον· εἰς ὅσα γὰρ διαιρεθῇ ἡ γονή, εἰς τοσαῦτα καὶ τὸ καταμήνιον. καὶ τὸ μὲν πέμπτον τοῦ καταμηνίου μετὰ τοῦ πέμπτου τῆς γονῆς πεποίηκεν ἓν κύημα καὶ ἓν ζῷον, τὸ δὲ τέταρτον μετὰ τοῦ τετάρτου ἄλλο, καὶ τὸ τρίτον μετὰ τοῦ τρίτου ἕτερον, καὶ ἐφεξῆς. τοῦτό τε ἡμῖν προειλήφθω καὶ προσέτι ὅπερ αὐτὸς τίθησιν, ὅτι ἡ μεῖζον ζῷον συνιστῶσα γονή, ὁμοίως καὶ τὸ καταμήνιον, μείζονά εἰσι τῆς γονῆς καὶ τοῦ καταμηνίου τοῦ συνιστῶντος ἔλαττον ζῷον. καὶ ὅτι μὲν ἡ τῶν μειζόνων ὕλη πλείων ἐστὶ τῆς τῶν ἐλαττόνων, δῆλον καὶ ἐπὶ τῶν τεχνητῶν· τῆς γὰρ μείζονος οἰκίας ἡ ὕλη μείζων ἐστὶ τῆς ἐν τῇ ἐλάττονι καταβαλλομένης· ὥστε καὶ τὴν ὕλην καὶ τὴν γονήν, ἀφ’ ὧν γέγονεν ὁ ἐλέφας, ἀνάγκη μείζονας εἶναι τῶν ἀφ’ ὧν γέγονεν ὁ κύων. ὥστε ἐπειδὴ ταῦθ’ οὕτως ἔχει, πολλὰς μὲν μικρὰς γονὰς ἐκ τοῦ κυνὸς καὶ πολλὰ μικρὰ καταμήνια ἐκ τῆς κυνὸς γενέσθαι δυνατόν. εἰ δὲ τοῦτο, καὶ ᾧ τοῦτο ἕπεται·2 ἦν δὲ τὸ πολλὰ γεννᾶν. διὰ ταῦτ’ ἄρα πολυτοκεῖ τὰ μικρά. πολλὰ δὲ μεγάλα ἐκ τοῦ ἐλέφαντος καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος γενέσθαι, κἂν μεγάλοι ὦσι, χαλεπόν. τοῖς δὲ μέσοις τῷ μεγέθει τὸ μέσον ἀπέδωκεν ἡ φύσις, καὶ οὔτε πολυτοκεῖ ὡς τὰ μικρὰ οὔτε μονοτοκεῖ ὡς τὰ μεγάλα. τούτου δέ, φησίν, αἴτιον, τουτέστι τοῦ τὰ μώνυχα μονοτόκα εἶναι, ὅτι ὡς ἐπὶ τὸ πολὺ τὰ μεγέθη διώρισται κατὰ τὰς διαφορὰς ταύτας, τουτέστιν ὡς ἐπὶ τὸ πολὺ συμβέβηκε τὰ μὲν μεγάλα μώνυχα εἶναι, τὰ δὲ διχηλὰ μέσα, τὰ δὲ πολυσχιδῆ μικρά. εἰ τάχα δέ, φησί, καὶ ἀκολουθεῖ τοῖς μωνύχοις τὸ μέγα, τῷ δὲ μεγάλῳ τὸ μονοτόκον, ὁμοίως καὶ τῷ διχηλῷ τὸ μέσον καὶ τῷ μέσῳ τὸ ὀλιγοτόκον, ὁμοίως καὶ ἐπὶ τοῦ πολυσχιδοῦς, ὅμως οὐ τὸ μώνυχον καὶ τὸ διχηλὸν καὶ τὸ πολυσχιδές εἰσιν αἴτια τῆς μονοτοκίας καὶ ὀλιγοτοκίας καὶ πολυτοκίας, ἀλλὰ τὸ μέγεθος καὶ ἡ σμικρότης τῶν σωμάτων. σημεῖον δέ· καὶ γὰρ ὁ ἐλέφας μέγιστον καὶ πολυσχιδὲς καὶ μονοτόκον, ὥστε εἴπερ αἴτιον ἦν τὸ πολυσχιδὲς τῆς πολυτοκίας, ἔδει τὸν ἐλέφαντα πολυτόκον εἶναι.
“此外,产生后代的精液,在较大动物的情况下必然更多。” 而这也论证了为什么体型大的动物产单胎,而体型小的动物产多胎。我认为,如果预先讲明如下几点,接下来要说的话便会十分清楚:正如他随后将要讲到的,进入母体的精液被分成了与母兽所产仔数相等的份数;因为精液被分成多少份,母兽就产生多少个后代,反过来,母兽产生了多少个后代,精液就被分成了多少份。例如,如果母狮产下了五只幼崽,来自雄兽的进入母体的精液也就被分成了五份。不仅精液被分成了五份,母狮的经血也是如此;因为精液被分成多少份,经血也就被分成多少份。经血的第五份与精液的第五份结合形成了一个胎儿和一个动物,第四份与第四份结合形成了另一个,第三份与第三份结合形成了又一个,依此类推。这一点当由我们预先确立,此外还有他本人所设定的前提:构成较大动物的精液,同样还有经血,都大于构成较小动物的精液和经血。而且,较大事物的质料多于较小事物的质料,这即使在人工制品中也是显而易见的;因为建造较大房屋的质料大于投入较小房屋的质料;因此,产生大象的质料和精液,必然大于产生狗的质料和精液。因此,既然这些情况如此,公狗就可能产生许多份少量的精液,母狗也可能产生许多份少量的经血。如果这一点是可能的,那么由此推导出的结果也是可能的;而这个结果就是产生许多后代。因此,正是由于这个原因,小型动物才产多胎。然而,无论公象还是母象,哪怕它们自身体型庞大,要产生许多份大量的精液或经血也是困难的。而对于体型居中的动物,本性赋予了它们居中的状况,它们既不像小型动物那样产多胎,也不像大型动物那样产单胎。他说,这种情况的原因——即整蹄动物产单胎的原因——在于大体上体型大小是按照这些差异来划分的,也就是大体上恰好大型动物是整蹄的,双蹄动物是居中的,而多裂足动物是小型的。他说,即使大概整蹄动物伴随着庞大,庞大伴随着产单胎,同样双蹄动物伴随着居中,居中伴随着产少胎,多裂足动物也是如此,但整蹄、双蹄和多裂足本身并不是产单胎、产少胎和产多胎的原因,身体的大和小才是原因。这里有一个证据:因为大象也是极庞大、多裂足且产单胎的,所以假若多裂足是产多胎的原因,大象本来就应当产多胎。
- 4.17εἴη δ’ ἄν, οἶμαι, δῆλα τὰ λεχθησόμενα τοιαῦτα προειποῦσιν
主句由希求式加 ἄν (εἴη ἄν) 构成温和的断定,主语为中性复数分词短语 τὰ λεχθησόμενα,表语形容词为 δῆλα。与格分词 προειποῦσιν 作为关系与格修饰 δῆλα,含有条件意味(“若(我们/人们)预先说出……”),其逻辑主语泛指说话者及读者。
- 4.17εἰ δὲ τοῦτο, καὶ ᾧ τοῦτο ἕπεται
承接前句的 δυνατόν ἐστι(是可能的)而形成的紧凑省略句。其完整骨架为 εἰ δὲ τοῦτο [δυνατόν ἐστι], καὶ [τοῦτο δυνατόν ἐστι] ᾧ τοῦτο ἕπεται(如果这是可能的,那么这所伴随的结果也是可能的),在归结分句中省略了先行词主语以及系词与表语形容词。
