← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§189.1-190.3

规则性偏差与畸胎的区别及内脏异常的影响

注疏亚里士多德《动物生成论》770b13,解释了为何若偏差始终以特定方式发生便不被视为畸胎(并以烟色葡萄为例),随后讨论了内脏位置颠倒和器官缺失等现象及其对生命的致命影响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16

" Ἐπεὶ καὶ τούτων ἐν ὅσοις συμβαίνει παρὰ τὴν τάξιν μὲν ταῦτα, ἀεὶ μέντοι μὴ τυχόντως." Τὸ μὴ τυχόντως ἴσον ἐστὶ τῷ μὴ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἄλλως, ἀλλ’ ἀεὶ ὡσαύτως. ἔστι δὲ τὸ λεγόμενον ‘καὶ ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἂν ἡ παρέκβασις1 ἀεὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ γένηται, οὐ δοκεῖ τέρας εἶναι. οἷον ὡς ἐπὶ τὸ πολὺ γίνονται οἱ ἄνθρωποι κατὰ φύσιν πενταδάκτυλοι· ἂν δὴ ὁσάκις ἂν ἐγεγόνει ἐκτροπὴ καὶ ἀποτυχία τοῦ πενταδακτύλου, εἰς τὸ τετραδάκτυλον ἐγίνετο ἡ παρέκβασις, ὡς πάντα ἄνθρωπον ἢ τετραδάκτυλον ἢ πενταδάκτυλον εἶναι, οὐκ ἂν ἐδόκει τέρας τὸ τετραδάκτυλον· νῦν δ’ ἐπειδὴ γίνεται καὶ εἰς ἑξαδάκτυλον καὶ τριδάκτυλον, ἐπὶ τούτῳ δοκεῖ τέρας τὸ τετραδάκτυλον’. ὅταν οὖν, φησίν, ἡ κατὰ τὸ εἶδος φύσις, τουτέστιν ἡ ἀπὸ τοῦ ἄρρενος γονή, μὴ κρατήσῃ τὴν κατὰ τὴν ὕλην, ἤτοι τὴν τοῦ θήλεος ἔκκρισιν, ἀλλὰ κρατηθῇ, γίνεται τέρας. οὔτε δὴ τὰ ἀεὶ μὴ τυχόντως γινόμενα λέγουσι τέρατα οὔτε τὰ μὴ τυχόντως γινόμενα περικάρπια. ἡ γὰρ ἄμπελος, ἣν καλοῦσι κάπνεον, ὡς ἐπὶ τὸ πολὺ γεννᾷ βότρυας μεταξὺ λευκοῦ καὶ μέλανος ὄντας· ὅταν δ’ ἐκ τούτου τοῦ χρώματος τραπῇ, μεταβαίνει εἰς τὸ μέλαν, οὐδέποτε δ’ ἀνήνεγκε λευκούς. διὸ οὐ καλοῦσι τοὺς μέλανας τέρατα, διὰ τὸ εἰς τὸ μέλαν ἀεὶ γίνεσθαι τὴν παρέκβασιν. τὰ δ’ ἑξῆς σαφῶς ἀπαγγέλλεται. μεθεστῶτα δὲ τοὺς τόπους2 λέγει τὰ τοὺς οἰκείους τόπους ἀμείψαντα· ἐν πολλοῖς γὰρ ὦπται τὸ μὲν ἧπαρ ἐν τοῖς ἀριστεροῖς, ὁ δὲ σπλὴν ἐν τοῖς δεξιοῖς κείμενα. λέγει δὲ μηδὲν τῶν ἐναίμων γεγονέναι χωρὶς ἥπατος· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἧπαρ δὲ οὐκ ἔχον μὲν οὐθέν. τὸ μὲν οὖν μηδ’ ὅλως ἔχειν ἧπαρ οὐδέπω γέγονε, τὸ δὲ μὴ ὅλον ἔχειν, ἀλλὰ μέρος γέγονε· πολλὰ γὰρ γέγονε τὸ ἥμισυ μόνον τοῦ ἥπατος ἔχοντα. τὸ δὲ ἐν δὲ τοῖς εἰρημένοις ἔχοντα πολλὴν καὶ παντοδαπὴν ταραχὴν ταὐτόν ἐστι τῷ πολλὴν ταραχὴν παρέχει3 καὶ θόρυβον τοῖς ζητοῦσι τὰς αἰτίας αὐτῶν, πῶς γίνονται τὰ μὲν τὸ ἥμισυ ἔχοντα τοῦ ἥπατος, ἄλλα δὲ τὸν μὲν σπλῆνα ἐν τοῖς δεξιοῖς, ἐν τοῖς ἀριστεροῖς δὲ τὸ ἧπαρ, καὶ τὰ ἄλλα πάντα, ὅσα παρὰ φύσιν γίνεται. κύρια δὲ τοῦ ζῆν ἐστι καρδία, ἧπαρ, ἐγκέφαλος· ὅταν δὴ ἐν τούτοις τὸ παρὰ φύσιν καὶ τερατῶδες γένηται, οὐ ζῶσιν. ἐν δὲ τῇ λέξει τῇ τούτων δὲ τὰ μὲν μείζω τῶν ἄλλων τὸ τὰ μὲν περὶ τῶν μωνύχων εἴρηται, τὸ δὲ τὰ δὲ πολὺ διαφέρει κατὰ μέγεθος περὶ τῶν ἐλεφάντων καὶ καμήλων.

“因为在这些之中,凡是违反秩序发生这些情况,但始终如此而非偶然的场合” “非偶然”等同于“并非有时如此,有时又不然,而是始终同样如此”。而所说之意乃是:“即便对于大体上如此生成的事物,如果偏离始终发生在同一且单一的方面,便不被认为是畸胎。例如,在大多数情况下,人在本性上是五指的;倘若每次发生对五指的偏离和落空时,这种偏差都转向四指,以致每个人要么是四指要么是五指,那么四指就不会被认为是畸胎;但事实上,由于偏差也会转向六指和三指,因此四指才被认为是畸胎”。他说,因此,每当按形式的本性——即来自雄性的精液——未能制伏按质料的本性、即雌性的分泌物,反而被其制伏时,畸胎便产生了。因此,人们既不把始终非偶然生成之物称为畸胎,也不把非偶然生成的果实称为畸胎。因为人们称为“烟色”的葡萄树,大体上结出介于白黑之间的葡萄串;但每当脱离这种颜色时,它便转向黑色,而从未结出白色的葡萄。因此人们不把黑色的葡萄称为畸胎,因为这种偏离始终是向着黑色发生的。接下来的内容表述得很清楚。 他说“移易其位置的”,是指那些调换了各自固有位置的器官;因为在许多动物中已观察到肝脏位于左侧,而脾脏位于右侧。他还说,有血动物中没有任何一个是在没有肝脏的情况下生成的;因为“而完全没有肝脏的则一个也没有”这句话正是指明了这一点。因此,全然没有肝脏的情况迄今从未发生过,但没有完整的肝脏而只拥有一部分的情况却曾发生过;因为曾有许多动物生成时仅拥有一半的肝脏。而“在上述事物中具有大量且各种各样混乱的”这句话,等同于“它给那些探求其原因的人带来了大量的混乱和困扰,即为何有些动物生成时只有一半肝脏,另一些则脾脏在右侧、肝脏在左侧,以及所有其他违反本性生成的情况”。生命的主导器官是心脏、肝脏和脑;因此,每当在这些器官中发生违反本性且畸形的情况时,〔动物〕就无法存活。 在“而在这些之中,一些比另一些更大”这句话中,“一些”是关于整蹄动物说的,而“另一些在大小上差异极大”则是关于大象和骆驼说的。

语法注3 条
  1. 4.16ἂν δὴ ὁσάκις ἂν ἐγεγόνει ἐκτροπὴ καὶ ἀποτυχία τοῦ πενταδακτύλου, εἰς τὸ τετραδάκτυλον ἐγίνετο ἡ παρέκβασις

    在与现在事实相反的虚拟条件句(条件分句包含直说式过去时 ἐγεγόνει / ἐγίνετο,主句为 οὐκ ἂν ἐδόκει)结构中,嵌套了带有 ὁσάκις ἄν 的重复性从句。其意为“假若每当偏离五指时,偏差都一律转向四指(而现实并非如此)”。

  2. 4.16μεθεστῶτα δὲ τοὺς τόπους

    完成体分词 μεθεστῶτα 带有宾格 τοὺς τόπους。这可理解为关系宾格(在位置方面发生变动),菲洛波诺斯本人的转述 τὰ τοὺς οἰκείους τόπους ἀμείψαντα(调换了各自固有位置的事物)显示他是将其理解为涉及位置变换的对象性宾格。

  3. 4.16τὸ δὲ ἐν δὲ τοῖς εἰρημένοις ἔχοντα πολλὴν καὶ παντοδαπὴν ταραχὴν ταὐτόν ἐστι τῷ πολλὴν ταραχὴν παρέχει

    菲洛波诺斯引用了亚里士多德原文中的分词短语(ἔχοντα),并指出其在句法和语义上等同于表示致使的有形动词谓语:πολλὴν ταραχὴν παρέχει καὶ θόρυβον(“带来了大量的混乱和困扰”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:189.1-190.3