← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§187.17-188.35

双黄蛋中畸胎的生成机理与物种差异

斐洛波诺斯解释了双黄蛋中蛋白和蛋黄的分离或融合程度如何导致双胞胎或畸形雏鸟(单头单身但多肢)。进而他讨论了蛇类、蜜蜂、人类和多趾动物中畸胎发生率的差异,并将畸胎界定为对大体上如此的自然进程的偏离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.15#2

συμφύονται δέ, φησί, πολλὰ κυήματα τῶν ὀρνίθων ὥσπερ καὶ πολλὰ τῶν περικαρπίων· ὁρῶμεν γὰρ δύο κάρυα συμπεφυκότα ἀλλήλοις καὶ ἄλλα πολλά. τούτων οὖν τῶν ὀρνιθείων ᾠῶν ὅσων αἱ λέκιθοι (λέγων λεκίθους τὰ ὠχρά) κεχωρισμέναι εἰσὶν1 ἀπ’ ἀλλήλων διά τινος ὑμένος, γίνονται ἐκ τοῦ αὐτοῦ καὶ ἑνὸς ᾠοῦ δύο νεοττοὶ τέλειοι μηδὲν ἔχοντες περιττὸν μηδὲ τερατῶδες· ὅσων δὲ συμβῇ τὰς λεκίθους μὴ διείργεσθαι ἀπ’ ἀλλήλων ὑμένι, ἀλλὰ συνεχεῖς εἶναι, γίνονται οἱ τερατώδεις νεοττοὶ μίαν μὲν ἔχοντες κεφαλὴν καὶ ἓν σῶμα, ἐπειδὴ καὶ τὸ λευκὸν ἕν 〈τέτταρα δὲ σκέλη〉. ὅταν γὰρ γένηται ἓν ζῷον μίαν ἔχον κεφαλὴν καὶ ἓν σῶμα, τέτταρα δὲ σκέλη, τότε δὴ [τότε] συμβέβηκε καὶ τὰ λευκὰ τὰ δύο καὶ τὰ ὠχρὰ τὰ δύο μὴ διείργεσθαι ἀπ’ ἀλλήλων ὑμένι. γίνεται δὲ μία κεφαλὴ καὶ ἓν σῶμα διὰ τὸ τὰ δύο λευκὰ ἀνακραθῆναι καὶ δι’ ἀλλήλων χωρῆσαι καὶ ἕν τι σύστημα καὶ μίαν κρᾶσιν ἐξ ἀμφοτέρων καὶ φύσιν γεγονέναι, τέτταρες δὲ ἢ τρεῖς πόδες, διότι τὰ ὠχρά, εἰ καὶ συμπεφύκασιν ἀλλήλοις κατὰ τὰς ἄκρας, ἀλλ’ οὖν δύο πάλιν εἰσὶ καὶ οὐχ ἕν· οὐ γὰρ δύναται ῥᾳδίως οὕτω τὰ ὠχρὰ ἀνακραθῆναι καὶ ἕν τι γενέσθαι διὰ τὸ δυσδιαίρετον αὐτῶν, ὅπερ αὐτοῖς παρέχεται τὸ ἐνὸν γεῶδες. ὅτι δὲ τὰ μὲν λευκὰ ῥᾷστα ἀναμίγνυται καὶ ἀνακεράννυται, τὰ δὲ ὠχρὰ τοὐναντίον, δῆλον ἐπὶ τῶν φαινομένων· εἰ γὰρ δύο ἢ τρία ἢ καὶ πλείονα ᾠὰ θραύσειέ τις καὶ εἰς ἀγγεῖόν τι ἐμβιβάσειεν, ὄψεται τὰ μὲν λευκὰ ἕν τι γεγονότα, τὰ δ’ ὠχρὰ καθ’ αὑτὰ μένοντα ἐν τῷ οἰκείῳ ὅρῳ τε καὶ σχήματι. γίνεται οὖν μία κεφαλὴ καὶ ἓν σῶμα, ὅτι καὶ τὸ ἐξ ἀμφοῖν λευκὸν ἕν, πλείονες δὲ τῶν δύο πόδες, ὅτι καὶ τὰ ὠχρὰ δύο καὶ οὐχ ἕν. ὅταν δὲ δύο γένωνται ἐκ τοῦ ἑνὸς ᾠοῦ νεοττοὶ τέλειοι, τότε συνέβη ἕκαστον λευκὸν καὶ ἕκαστον ὠχρὸν καθ’ αὑτὸ εἶναι ὑμένι τινὶ περιεχόμενον· ἐπεὶ οὖν κεχώρισται ἀπ’ ἀλλήλων καὶ τὰ λευκὰ καὶ τὰ ὠχρά, ἀναγκαῖόν ἐστι δύο γενέσθαι νεοττοὺς ὑγιεῖς μηδέν τι τερατῶδες ἔχοντας. ἡ μὲν οὖν διάνοια τῶν εἰρημένων, οἶμαι, τοιαύτη, ἣν αὐτὸς ἐλλιπῶς διὰ βραχυλογίαν ἀπήγγειλεν. ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ ἀδιόριστα εἶναι τὰ ὠχρὰ τὸ λεγόμενον ἴσον ἐστὶ τῷ διὰ τὸ μὴ εἶναι κεχωρισμένα ὑμένι, ἀλλὰ συνεχῆ. λέγει δὲ ἐν τοῖς ὄφεσι σπάνια γίνεσθαι τὰ τέρατα διὰ τὸ σχῆμα τοῦ σώματος αὐτῶν· ἐπίμηκες γὰρ καὶ ὅμοιον ῥάβδῳ ὄν, ἀνάγκη καὶ τὴν ὑστέραν ἐπιμήκη εἶναι, ὥστε καὶ τὰ ᾠὰ στοιχηδὸν καὶ ἐφεξῆς τόδε μετὰ τόδε κεῖσθαι καὶ μὴ σωρηδὸν ὡς τὰ τῶν ἀλεκτορίδων· ἐφεξῆς δὲ κειμένων σπανίως ἐν τῷ αὐτῷ καὶ ἑνὶ ᾠῷ συμβαίνει δύο γίνεσθαι κυήματα. ἐν δὲ ταῖς μελίτταις οὐ γίνεται τέρατα, ὅτι τὰ κυττάρια, ἐν οἷς ἐστιν ὁ τόκος αὐτῶν, κεχωρισμένα ἐστὶν ἀπ’ ἀλλήλων, ὥστε καὶ οἱ ἐν αὐτοῖς τόκοι. ὀλιγάκις δὲ γίνεται καὶ ἐν τοῖς ἀνθρώποις τὰ τέρατα διὰ τὸ τέλεια γεννᾶν· ὅσα δὲ δύναται τέλεια γεννᾶν βραδέως ἀποτυγχάνει.2 ὥσπερ γὰρ οἱ χαριέστατοι τῶν ζωγράφων βραδέως ἀποτυγχάνουσι περὶ τὰς τῶν μιμουμένων ὑπ’ αὐτῶν ἐμφερείας, οὕτω καὶ τὰ τελειογόνα. ἐν δὲ τῇ λέξει τῇ τὰ γὰρ πολλὰ τίκτει τυφλὰ τούτων τὸ τούτων περὶ τῶν πολυσχιδῶν εἴρηται· δῆλον δὲ ὅτι καὶ τυφλὰ καὶ ἀτελῆ. προωδοποίηται οὖν καὶ ἐπιτήδειον καὶ εὐφυὲς πρὸς τεράτων γένεσιν γίνεται τὸ μὴ γεννᾶν ὅμοια. ἐπειδὴ γὰρ ἡ μὲν γεννῶσα κύων ὀφθαλμοὺς ἔχει, τὰ δὲ γεννώμενα οὐκ ἔχει (τυφλὰ γάρ, καὶ ἐκτὸς τελειοῦνται τὰ ὄμματα αὐτῶν), δῆλον ὡς ἀνόμοια ἑαυτῇ γεννᾷ, ἀνόμοια δὲ κατὰ τὸ τέλειον καὶ ἀτελές. διόπερ ἐπαλλάττει τοῦτο τὸ σύμπτωμα τοῖς τοιούτοις τὴν φύσιν.3 τοιούτοις λέγει τοῖς πολυτόκοις, σύμπτωμα δὲ τὸ γεννᾶν τέρατα· τῷ δὲ ἐπαλλάττειν νῦν ἀντὶ τοῦ εὑρίσκεσθαι ἐχρήσατο. τὸ οὖν τέρατα, φησί, γίνεσθαι μάλιστα ἐν τοῖς πολυτόκοις εὑρίσκεται. ἐπεὶ δὲ τῶν φύσει γινομένων τὰ μὲν ἀεὶ οὕτως γίνεται, ὥσπερ τροπαὶ ἀνατολαί τε καὶ δύσεις, τὰ δ’ ὡς ἐπὶ τὸ πολύ, ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ γινομένοις ἡ τῶν τεράτων συνίσταται γένεσις· ὅταν γὰρ ἀπολισθήσῃ τοῦ ὡς ἐπὶ τὸ πολύ, τέρας ἤδη τὸ ἀπολισθῆσάν ἐστι.

他说,正如许多果实融合一样,鸟类的许多胚也融合在一起;因为我们看到两枚坚果彼此融合,以及许多其他这类现象。因此,在这些鸟卵中,凡是蛋黄(他把黄色部分称为蛋黄)借由某种膜彼此分开的,就从同一枚单一的蛋中生成两只完全的雏鸟,没有任何多余或畸形之处;但凡是碰巧蛋黄没有被膜彼此隔开而是连续的,就会生成畸形的雏鸟,具有一个头和一个身体,因为蛋白也是一个,〈但有四条腿〉。因为每当生成一个具有一个头、一个身体但有四条腿的动物时,那时正是两个蛋白和两个蛋黄都没有被膜彼此隔开。生成一个头和一个身体,是因为两个蛋白互相混合并相互渗透,由两者形成了一个单一的体系、单一的混合状态和单一的本性;而生成四只或三只脚,是因为蛋黄即使在末端彼此融合,却仍然是两个而不是一个;因为蛋黄无法如此轻易地混合并合为一个,这是由于它们难以分散,而这正是其中所含的土性赋予它们的。至于蛋白极易相互混合融合,而蛋黄则相反,这从显现的现象中便很清楚;因为如果有人打破两枚、三枚甚至更多的蛋并注入一个器皿中,他会看到蛋白合为一个,而蛋黄则在各自的界限和形状中各自独立存留。因此,生成一个头和一个身体,是因为由两者生成的蛋白是一个;而生成多于两只脚,是因为蛋黄也是两个而不是一个。但每当从一枚蛋中生成两只完全的雏鸟时,那时正是每个蛋白和每个蛋黄各自独立并被某种膜包裹着;既然蛋白和蛋黄都彼此分开了,生成两只没有任何畸形的健全雏鸟就是必然的了。因此,我认为所说之话的意思就是如此,而他自己由于言语简略而表述得有所欠缺。 在“由于蛋黄没有被界定”这句话中,所说的就等同于“由于没有被膜分开而是连续的”。他还说,在蛇类中由于其身体的形状,畸胎很少产生;因为其身体狭长且像棍棒,子宫必然也是狭长的,以致卵也是排成一列、一个接一个地排列,而不是像母鸡的卵那样堆成一团;而由于是一个接一个排列,在同一枚单一的卵中形成两个胚是极少发生的。但在蜜蜂中则不产生畸胎,因为容纳它们产出物的巢房是彼此分开的,以致其中的后代也是分开的。在人类中畸胎也很少产生,这是由于产生完全的后代;凡是能够产生完全后代的,就很少失败。因为正如最优秀的画家在描绘他们所模仿之物的相貌时很少失败一样,产生完全后代的动物也是如此。 在“因为这些动物的大多产下盲目的后代”这句话中,“这些”是关于多趾动物说的;显然是说既产下盲目的又是不完全的后代。因此,产生不相似的后代便为畸胎的生成铺平了道路,并变得适宜且易于产生畸胎。因为产生后代的母狗有眼睛,而生下的幼崽没有眼睛(因为它们是盲目的,其眼部是在体外发育完全的),显然它生下了与自身不相似的后代,即在完全与不完全方面不相似。因此“这一偶性使这类动物的本性发生交错”。他用“这类动物”指代多胎动物,用“偶性”指代产生畸胎;而在这里他用“交错”代替了“被发现”。因此他说,产生畸胎尤其是在多胎动物中被发现的。并且,既然在按本性生成的事物中,有些总是如此生成(如二至点以及日出和日落),有些则是大体上如此生成,那么畸胎的生成便存在于大体上如此生成的事物中;因为每当偏离了大体上如此的情况,偏离之物便已经是畸胎了。

语法注3 条
  1. 4.15τούτων οὖν τῶν ὀρνιθείων ᾠῶν ὅσων αἱ λέκιθοι ... κεχωρισμέναι εἰσίν

    属格关系代词 ὅσων 与先行词 τούτων τῶν ὀρνιθείων ᾠῶν 相呼应,在从句中充当 αἱ λέκιθοι 的部分/领属性属格(“在那些[蛋]中,凡蛋黄是……的”)。主句为 γίνονται ἐκ τοῦ αὐτοῦ καὶ ἑνὸς ᾠοῦ δύο νεοττοὶ τέλειοι,整个句子的主语是从这类蛋中生成的雏鸟(νεοττοί)。

  2. 4.15βραδέως ἀποτυγχάνει

    副词 βραδέως 在此处并非表示时间上的“缓慢”,而是在成败与频率的语境中表示“极少失败”、“罕有差错”。紧接着在关于画家的比喻中(βραδέως ἀποτυγχάνουσι)也是同样的用法。

  3. 4.15διόπερ ἐπαλλάττει τοῦτο τὸ σύμπτωμα τοῖς τοιούτοις τὴν φύσιν

    这是注释者对亚里士多德所引语句的句法解释。斐洛波诺斯指出动词 ἐπαλλάττει(通常意为“交错”或“变异”)在这里被借用来代替 εὑρίσκεσθαι(“被发现”),从而将其理解为“在多胎动物中发现了畸胎的产生”。在句法结构上,τοῦτο τὸ σύμπτωμα 为主语,τοῖς τοιούτοις 为相关与格,τὴν φύσιν 为指涉或受影响的宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:187.17-188.35