← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§183.13-184.22

对早期自然哲学家关于子代相似学说的批判

注解者阐释了亚里士多德在《动物生成论》769a9中对早期自然哲学家关于子代相似性学说的驳斥,分别说明了将相似性归因于精液数量的第一种学说(泛生说)以及归因于混合物中分离出泛种的第二种学说(泛种说)的论点与反驳逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14#1

" Ἔνιοι μὲν γάρ φασιν, ἀφ’ ὁποτέρου ἂν ἔλθῃ σπέρμα πλέον, τούτῳ γίνεσθαι μᾶλλον ἐοικός." Εἰπών, πῶς τὰ τέκνα ὁτὲ μὲν ὅμοια γίνεται τοῖς τεκνώσασιν, ὁτὲ δὲ ἀνόμοια, ἐπειδὴ τινες τῶν φυσικῶν ἐπειράθησαν εἰπεῖν περὶ τῆς αἰτίας τούτου, οὐδὲν δὲ πιθανὸν οὐδὲ ἀναγκαῖον εἶπον, ἐκτίθεται τὰς δόξας αὐτῶν καὶ ἐλέγχει. ὧν μία ἦν ἡ λέγουσα ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαι σπέρμα, καὶ ἀπὸ τοῦ θήλεος καὶ ἀπὸ τοῦ ἄρρενος, καὶ εἰ μὲν εἴη πλέον τὸ ἀπὸ τοῦ ἄρρενος, νικᾶν τὸ τοῦ θήλεος καὶ γίνεσθαι ἄρρεν καὶ ὅμοιον τῷ πατρί, εἰ δὲ ἔλαττον μὲν τὸ τοῦ ἄρρενος, πλέον δὲ τὸ τοῦ θήλεος θῆλυ καὶ ὅμοιον τῇ μητρί· ἂν δὲ ἴσον ᾖ ἑκατέρου καὶ μηδέτερον ὑπερέχῃ μὴ δυνάμενον θάτερον θατέρου κρατεῖν διὰ τὴν ἰσότητα ἀμφοῖν, οὐδετέρῳ γίνεται ὅμοιον, ἀλλ’ ἁπλῶς ἀνθρώπῳ. θεὶς οὖν ταύτην τὴν δόξαν εὐθὺς ἀπαντᾷ πρὸς αὐτὴν λέγων ‘εἰ δέδεικται ψεῦδος ὂν τὸ λέγειν ἀπὸ παντὸς ἀπέρχεσθαι τοῦ σώματος σπέρμα ἔχον ἐν ἑαυτῷ τὰ μόρια πάντα ἐνεργείᾳ, ἀναίσθητα δὲ διὰ σμικρότητα, ψεῦδος ἂν εἴη καὶ τὸ αἰτιᾶσθαι αὐτὸ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος. ἔτι ἐπεὶ γίνεται καὶ θῆλυ ἐοικὸς τῷ πατρὶ καὶ ἄρρεν τῇ μητρί, ἀνάγκη, ᾗ μέν ἐστι θῆλυ τὸ τεχθέν, πλέον εἶναι τὸ ἀπὸ τῆς μητρός, ἔλαττον δὲ τὸ ἀπὸ τοῦ πατρός, ᾗ δὲ πάλιν ὅμοιον τῷ πατρί, πλέον εἶναι τὸ ἀπὸ τοῦ πατρός, ἔλαττον δὲ τὸ ἀπὸ τῆς μητρός’. ἅμα δ’ ἐλθεῖν πλέον ἀπ’ ἀμφοτέρων ἀδύνατον,1 τουτέστιν ἅμα δὲ τὸ αὐτὸ καὶ ἕν, οἷον τὸ τοῦ θήλεος, τοῦ αὐτοῦ καὶ ἑνός, οἷον τοῦ ἀπὸ τοῦ ἄρρενος, καὶ πλέον εἶναι καὶ ἔλαττον ἀδύνατον. ὥσπερ γὰρ ὁ πέντε ἀριθμὸς καὶ μείζων καὶ ἐλάττων τοῦ ἓξ ἀριθμοῦ εἶναι οὐ δύναται, οὕτω οὐδὲ τὸ τοῦ θήλεος πλέον καὶ ἔλαττον τοῦ ἀπὸ τοῦ ἄρρενος. ἐνστὰς οὖν πρὸς αὐτὴν ἐκτίθεται καὶ τὴν λοιπήν, βελτίονα λέγων εἶναι τῆς προτέρας, ὅμως μέντοι ψευδῆ· αὕτη δὲ ἦν ἡ λέγουσα τὸ σπέρμα πανσπερμίαν εἶναι πάντων τῶν μερῶν. ὥσπερ γάρ, φησίν, εἰ νοήσομεν ὡς ἔν τινι ἀγγείῳ πολλούς τις εἰσήγαγε χυμούς, οἷον οἶνον, ὕδωρ, μέλι, ἔλαιον καὶ ἄλλα τινά, εἶτα δύναμιν εἶχε χωρίζειν αὐτὰ ἀπ’ ἀλλήλων, ἐν δὲ τῇ διακρίσει ταύτῃ λαμβάνειν ἐξ αὐτῶν ὡς ἔτυχε, συμβαίη ἂν ὁτὲ μὲν πλέον λαβεῖν οἴνου, ὁτὲ δὲ ἔλαττον, ὁτὲ δὲ ἴσον, ὁτὲ δὲ τοῦ μὲν οἴνου μηδ’ ὅλως λαβεῖν τι, ἀλλ’ εἰ τύχῃ, ὃ ἂν λάβῃ τοῦ μέλιτος εἶναι, ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ὕδατος καὶ μέλιτος καὶ τῶν ἄλλων, οὕτω καὶ ἐν τῷ σπέρματι ἐπειδὴ ἔνεισι τὰ μόρια πάντα καὶ τὰ τοῦ ἄρρενος καὶ τὰ τοῦ θήλεος, εἰ μὲν συμβῇ λαβεῖν τὴν φύσιν πλείονα ἀπὸ τῶν τοῦ ἄρρενος, ἐοικὸς γίνεται τῷ ἄρρενι, εἰ δὲ πλείονα ἀπὸ τῶν τοῦ θήλεος, τῷ θήλει. λέγει δὲ τὸν λόγον τοῦτον πλασματώδη εἶναι καὶ ἀσαφῆ· οὐ γὰρ σαφῶς εἴρηκεν, εἴτε ἐνεργείᾳ εἰσὶ τὰ μόρια ἐν τῷ σπέρματι εἴτε δυνάμει, ὥσπερ ἡ προτέρα δόξα ἔλεγεν· ἐκείνη γὰρ σαφῶς εἶπεν ἐνεργείᾳ εἶναι τὰ μόρια ἐν τῷ σπέρματι. τὸ δὲ βούλεται δὲ καὶ βέλτιον λέγειν μὴ ἐνεργείᾳ ἴσον ἐστὶ τῷ φαίνεται μὴ λέγειν τὰ μόρια ἐνεργείᾳ ἐνεῖναι ἀλλὰ δυνάμει2 ἐκ τοῦ λέγειν αὐτὰ πανσπερμίαν· φανερῶς δὲ οὐ λέγει.

“因为有些人说,精液从哪一方来得更多,后代就更相似于这一方。” 在说明了子女如何有时相似于生育的父母,有时又不相似之后,由于一些自然哲学家曾试图谈论其原因,却未说出任何有说服力或必然的道理,他便陈述他们的见解并予以驳斥。其中一种见解主张,精液来自整个身体,既来自雌性也来自雄性;如果来自雄性的精液较多,就会压倒雌性的精液,生成雄性并相似于父亲;如果雄性的较少而雌性的较多,则生成雌性并相似于母亲;而如果双方的精液相等且互无超越,由于二者的均等而使得一者无法胜过另一者,后代便不相似于其中任何一方,而单纯相似于人。因此,在提出了这种见解后,他立即予以反驳说:“如果说精液来自整个身体、在自身中现实地具有所有部分但因微小而不可感知这一说法已被证明为假,那么将相似与不相似归咎于它也当是假的。再者,既然也会生成相似于父亲的雌性和相似于母亲的雄性,那么必然地,就所生者为雌性而言,来自母亲的必须更多而来自父亲的更少,但反过来就其相似于父亲而言,来自父亲的必须更多而来自母亲的更少。”然而,精液同时从双方来得都更多是不可能的,也就是说,同一个且单一的事物(如雌性的精液)相对于同一个且单一的事物(如来自雄性的精液),不可能同时既多又少。因为正如数字五不可能既大于又小于数字六,雌性的精液也不可能既多于又少于来自雄性的精液。因此,在驳斥了这种见解之后,他又陈述了其余的一种见解,称其优于前一种见解,但仍同样是假的;这便是主张精液是所有部分之泛种(泛种集合)的见解。因为他说,正如同我们设想某人将许多种汁液注入一个容器中,例如酒、水、蜜、油以及其他某些液体,随后拥有将它们彼此分离开来的能力,并在这种分离中随手从中取物,可能会有时取出的酒较多,有时较少,有时相等,有时则根本没有取到酒,而倘若碰巧,所取的属于蜜——同样的道理也适用于水、蜜和其他液体——精液中也是如此,既然所有部分(雄性的部分与雌性的部分)都在其中,如果本性碰巧从雄性的部分中取了更多,后代就生成为相似于雄性;如果从雌性的部分中取了更多,就相似于雌性。但他指出这种说法是虚构且不明确的;因为它并未如前一种见解那样明确说明这些部分究竟是现实地还是潜能地存在于精液之中;因为前一种见解明确说过各部分是现实地存在于精液中。而“它想要表达、且这样说也更好的是:并非现实地”这句话,等同于:从它称之为泛种这一点来看,它似乎是在说各部分并非现实地而是潜能地存在于其中;但它并未公然如此说明。

语法注2 条
  1. 4.14ἅμα δ’ ἐλθεῖν πλέον ἀπ’ ἀμφοτέρων ἀδύνατον

    比较级中性单数 πλέον 在此与不定式 ἐλθεῖν 连用,充当其类似主语的成分,在语境中意指“相对于对方而言更大量的精液”。因此“同时从双方来得[比对方]更多是不可能的”省去了比较的基准,紧随其后的 τουτέστιν 从句将其进一步阐释为同一事物相对于另一事物不可能同时“既多又少(πλέον καὶ ἔλαττον)”。

  2. 4.14τὸ δὲ βούλεται δὲ καὶ βέλτιον λέγειν μὴ ἐνεργείᾳ ἴσον ἐστὶ τῷ φαίνεται μὴ λέγειν τὰ μόρια ἐνεργείᾳ ἐνεῖναι ἀλλὰ δυνάμει

    带有定冠词的引用短语“τὸ δὲ βούλεται δὲ καὶ βέλτιον λέγειν μὴ ἐνεργείᾳ”作为整个小句的主语,连接 ἴσον ἐστὶ τῷ...(“等同于……”)。引文中 βούλεται 以先前的学说(或其提倡者)为主语,表示“意欲表达/意在说明”,注解者在此随后的释义中将其转换为“φαίνεται μὴ λέγειν...”(“似乎是在说……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:183.13-184.22