← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§184.22-185.29

单一原因说的谬误与跨物种畸胎的不可能

菲洛波庞指出前代自然哲学家试图将相似性与性别决定归因于单一方式(精液数量或泛种集合)的错误,强调存在多种共同起作用的因素。此外,针对传说具有牛头等动物头颅的畸胎,他解释这只是因形成运动的消解与质料支配所导致的外表相似,绝非物种的混合,且妊娠周期的差异也证明了跨物种生育的不可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14#2

βέλτιον δὲ καὶ δυνατὸν λέγειν δυνάμει, ἐκεῖνο δὲ ἀδύνατον, τουτέστιν ἐνεργείᾳ δὲ εἶναι ἐν τῷ σπέρματι ἀδύνατον. ἡμάρτανον δέ, φησί, καὶ ὅτι δι’ ἑνὸς τρόπου εἴτε τῆς πανσπερμίας εἴτε τοῦ ἀφ’ ἑκατέρου ἀπέρχεσθαι, ἀφ’ ἑτέρου δὲ πλέον, ἐπειρῶντο περὶ πάντων τὰς αἰτίας ἀποδιδόναι, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος, καὶ τοῦ τὸ μὲν ἄρρεν τῷ πατρί, τὸ δὲ θῆλυ τῇ μητρὶ ἐοικέναι. αὐτὸς μὲν γὰρ εἰρήκει τὰ μὲν δυνάμει ἐν τῷ σπέρματι τὰ δὲ ἐνεργείᾳ, καὶ τὰ μὲν ἐγγύτερον τὰ δὲ πορρώτερον, καὶ ὅτι τὸ λυόμενον εἰς τὸ ἐφεξῆς λύεται, καὶ τἆλλα ὅσα εἰρήκει· ὁ δὲ ταῦτα μὲν παρορῶν, τρόπον δὲ ἕνα πάντων αἰτιώμενος εἴτε τὴν τῆς γονῆς πανσπερμίαν εἴτε τὴν ἀφ’ ὁποτέρου κατὰ τὸ πλεονάζον ἔκκρισιν, εἴη ἂν λέγων ἀδύνατα καὶ ἀδιανόητα. ἡμάρτανον δὲ περὶ τούτων διὰ τὸ πειρᾶσθαι δι’ ἑνὸς τρόπου ἀποδιδόναι τούτων πάντων τὰς αἰτίας· αὐτὸς γὰρ εἶπεν ὅτι συμβάλλονται πρὸς ἀρρενοτοκίαν καὶ θηλυτοκίαν, ὁμοιότητα καὶ ἀνομοιότητα καὶ αἱ τροφαὶ καὶ αἱ χῶραι ἄνεμοί τε καὶ τἆλλα πάνθ’ ὅσα εἰρήκει. λέγει δὲ καὶ τὰ γεννώμενα ὑπὸ τῶν γυναικῶν τέρατα καὶ ἔχοντα βοός, ὥς φασιν, ἢ μόσχου κεφαλὴν γίνεσθαι διὰ τὰς προειρημένας αἰτίας· ἦσαν δὲ αὗται τό τε λύεσθαι τὰς κινήσεις τῶν ποιούντων καὶ τὸ ἐπικρατεῖν τὴν ὕλην. συμβαίνει μὲν οὖν ταῦτα διὰ τὰς προειρημένας αἰτίας, ἔστι δ’ οὐθὲν ὧν λέγουσι, τουτέστιν οὔτε δὲ βοῦς οὔτε δὲ πρόβατον ἐξ ἀνθρώπου γίνεται, ἀλλ’ ἐοικότα μὲν βοῒ ἢ προβάτῳ, βόες δὲ καὶ πρόβατα οὔκ εἰσιν· οὐ γὰρ τὸ ἐοικός τινι ταὐτόν ἐστι τῷ ᾧ ἔοικεν. εἰσὶ γὰρ πολλοὶ τῶν κατὰ φύσιν ὄντων ἀνθρώπων καὶ μὴ πηρώματα μηδὲ τέρατα ὄντων ἐπιμήκη ἔχοντες τὰ πρόσωπα καὶ ὅμοια τοῖς τῶν βοῶν, ὅμως οὔκ εἰσι βόεια. διὸ καὶ σκώπτοντες οἱ εὐτράπελοι τοὺς μὴ καλοὺς μηδὲ εὐειδεῖς τοὺς μέν φασι βουπροσώπους, ἄλλους δὲ αἰγὶ φυσῶντι πῦρ (ἔστι γὰρ ὁ αἲξ ὥσπερ καὶ ἡ αἴξ, καὶ διὰ τοῦτο εἶπε φυσῶντι καὶ οὐ φυσώσῃ)1 ἄλλους δὲ εἴκαζον οἰὶ κυρίττοντι. τὶς δὲ φυσιογνώμων ἀνῆγε πάσας τὰς τῶν ἀνθρώπων ὄψεις, τουτέστι πάντα τὰ τῶν ἀνθρώπων πρόσωπα εἰς τριῶν ζῴων·2 οἷον γὰρ ἂν εἶδεν ἄνθρωπον, ἄνδρα ἢ γυναῖκα, ἀπείκαζε τὸ πρόσωπον αὐτοῦ ἑνί τινι τῶν τριῶν τούτων ζῴων καὶ ἔπειθε πολλάκις τοὺς ἀκούοντας. ὥσπερ οὖν οὗτοι πάντες ὁμοιότητά τινα ἔχουσι κατὰ τὰ σχήματα τῶν προσώπων πρὸς τὰ ἄλογα ζῷα, οὔκ εἰσι μέντοι οἱ αὐτοὶ ἐκείνοις, οὕτω καὶ τὰ γεννώμενα ἀπὸ τῶν ἀνθρώπων τέρατα. ὅτι δὲ ἀδύνατον ἢ ἄνθρωπον ἐκ προβάτου γενέσθαι ἢ πρόβατον ἐξ ἀνθρώπου, δηλοῦσιν οἱ χρόνοι τῆς κυήσεως· πῶς γὰρ δυνατὸν ἄνθρωπον ἐκ προβάτου γενέσθαι, τοῦ μὲν προβάτου ἐν τῷ τετάρτῳ μηνὶ γεννῶντος, τοῦ δ’ ἀνθρώπου ἐν τῷ ἑβδόμῳ ὀλιγάκις, τὰ πλεῖστα δ’ ἐν τῷ ἐνάτῳ, μάλιστα δὲ καὶ ἐν τῷ δεκάτῳ, ὅταν ἄρρεν τέκῃ; γεννᾷ δὲ ἐν τῷ ἑβδόμῳ οὐ μόνον τὰ τέλεια, ἀλλὰ καὶ τὰ τέρατα. ταῦτα εἰπὼν ἐπάγει τὰ μὲν οὖν τῶν τεράτων τοῦτον γίνεται τὸν τρόπον, τουτέστιν ἔχοντα κεφαλὰς καὶ πρόσωπα ὅμοια τοῖς τῶν βοῶν καὶ προβάτων, τὰ δὲ γίνεται ἐν τῷ ἔχειν τρεῖς ἢ τέτταρας ἐπὶ τῶν διπόδων πόδας ἢ ἓξ δακτύλους ἐπὶ τῶν πενταδακτύλων ἢ δύο κεφαλάς· ἐγέννησε γάρ τις γυνὴ τέρας δικέφαλον.

然而,说各部分以潜能存在不仅更好,而且是可能的,但前一种说法是不可能的;也就是说,它们现实地存在于精液中是不可能的。他指出,他们还在这一点上犯了错,即试图通过单一的方式——无论是泛种集合的方式,还是精液来自双方但一方更多的方式——来给出关于所有事情的原因:既包括雄性与雌性的生成,也包括雄性相似于父亲而雌性相似于母亲。因为他〔亚里士多德〕本人曾说过,精液中有些部分是潜能存在的,有些是现实存在的,有些较近,有些较远,而且消解之物会消解为次序上相邻之物,以及他所说过的所有其他观点;而那忽视这些事实、将一切事物的原因归于单一方式(不论是精液的泛种集合,还是来自某一亲代过量分泌)的人,所说的将是不可能且不可理解的。他们之所以在这些问题上犯错,是因为试图通过单一方式给出所有这些事情的原因;因为他本人曾说过,营养、地域、风向以及他提到过的所有其他因素,都对生男生女、相似与不相似有所影响。他还说,由妇人所生的畸形儿,即人们所谓长着牛头或牛犊之头的畸胎,也是由于上述原因而产生的;这些原因正是作用者的运动发生消解,以及质料占据支配地位。因此,这些事情固然因上述原因而发生,但绝非如他们所说的那样;也就是说,从人绝不会产生牛或羊,只不过是像牛或羊,但它们绝不是牛或羊;因为相似于某物者与它所相似之物并不是同一的。因为在顺应本性生成、既非残缺亦非畸形的人当中,也有许多人具有拉长的面孔并与牛的面孔相似,然而他们绝不是牛。因此,诙谐风趣之人嘲笑那些既不漂亮亦不端正的人时,称某些人为“牛面”,将其他人比作“喷火的公山羊”——因为“山羊”既是阳性词也是阴性词,因此他用了阳性分词“喷火的”而非阴性分词——又将另一些人比作“顶撞的公羊”。某位相面术士曾将人类所有的容貌,即人类所有的面孔,归结为三种动物的面孔;因为无论他见到什么样的人,男人或女人,他都将其面孔比作这三种动物中的某一种,并且常常使听者信服。因此,正如所有这些人虽然在面部形状上与无理性动物有某种相似,但绝非与它们同一,由人类所生的畸胎也是如此。至于说无论是人由羊所生还是羊由人所生都是不可能的,妊娠的期限明确指出了这一点;因为羊在第四个月生产,而人在第七个月生产已属罕见,绝大多数在第九个月,尤其在生雄性时多在第十个月,既然如此,人怎么可能从羊产生呢?而且人在第七个月不仅能生下完好的后代,也能生下畸胎。说了这些之后,他补充道:“因此,畸胎中有一些是按照这种方式生成的”——也就是具有与牛和羊相似的头和面孔——“另一些则是通过在双足动物身上具有三只或四只脚、在五指动物身上具有六个手指、或者具有两个头而生成的;因为曾有一名妇女生下了双头畸胎。”

语法注2 条
  1. 4.14αἰγὶ φυσῶντι πῦρ (ἔστι γὰρ ὁ αἲξ ὥσπερ καὶ ἡ αἴξ, καὶ διὰ τοῦτο εἶπε φυσῶντι καὶ οὐ φυσώσῃ)

    名词 αἴξ(山羊)为通性名词,此处作阳性名词使用,因此现在分词采用了阳性与格形式 φυσῶντι(若为阴性则当为 φυσώσῃ)。注释者在括号内的说明中解释了这一语法一致关系的理据。

  2. 4.14εἰς τριῶν ζῴων

    介词 εἰς 之后省略了宾格名词(如 ὄψεις 或 πρόσωπα),属格 τριῶν ζῴων 修饰该省略的名词。由前文并行的 πάσας τὰς τῶν ἀνθρώπων ὄψεις 可明确确定所省略的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:184.22-185.29