- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:181.25-183.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐罗庞努斯注解了造形能力的“解脱”如何导致向祖辈、祖先以及最终向普遍的人的相似性转变,将亚里士多德关于对父母相似性的论述重构成形式三段论,并结合天球岁差运动和身体局部的过度发育阐释了推动者与被推动者的关系。
τοῦτο δὲ ῥητέον καὶ ἐπὶ τῆς τήθης· τήθη δέ ἐστιν ἡ τοῦ πάππου ὁμευνέτις. δυνάμεις φησὶ δημιουργούσας τὴν τοῦ ἄρρενος καὶ τοῦ Σωκράτους καὶ τὴν τοῦ θήλεος καὶ τῆς Ξανθίππης· ἢ μᾶλλον δημιουργούσας δυνάμεις ῥητέον τὴν τοῦ Σωκράτους καὶ τῆς Ξανθίππης, ὡς ἐκ τῶν ἑξῆς ἔσται δῆλον. τὸ δὲ λύονται ἀντὶ τοῦ μεταβαίνουσιν εἴληπται. αἱ τοίνυν δημιουργοῦσαι δυνάμεις, οἷον ἡ τῆς Ξανθίππης καὶ τοῦ Σωκράτους, εἰς τὸ ἐγγὺς μεταβαίνουσιν· εἰ γὰρ ἡ τοῦ γεννῶντος Σωκράτους κίνησις λυθῇ, κατ’ ἐλαχίστην διαφορὰν μεταβαίνει εἰς τὴν τοῦ πατρός, δεύτερον εἰς τὴν τοῦ πάππου. ἀλλὰ καὶ ἐπὶ τῶν θηλέων ἡ τῆς γεννώσης δημιουργοῦσα δύναμις εἰς τὴν τῆς μητρὸς λύεται καὶ μεταβαίνει, εἶτ’ ἐφεξῆς εἰς τὴν τήθης. ταῦτα εἰπὼν ἐπιφέρει μάλιστα μὲν οὖν πέφυκεν ᾗ ἄρρεν καὶ ᾗ πατὴρ ἅμα κρατεῖν καὶ κρατεῖσθαι,1 οὐ τοῦτο λέγων, ὡς ἄν τῳ δόξειεν ἐκ τῆς λέξεως, ὡς ἅμα πέφυκε τὸ αὐτὸ ᾗ ἄρρεν καὶ ᾗ πατὴρ κρατεῖν τε καὶ κρατεῖσθαι, ἀλλ’ ἔστι τὸ λεγόμενον ἴσον τῷ πέφυκε καὶ κατὰ φύσιν μάλιστά ἐστιν, ὅταν τι καθὸ ἄρρεν κρατήσῃ, ἅμα καὶ καθὸ πατὴρ κρατεῖν, εἰ δὲ καθὸ ἄρρεν κρατηθῇ καὶ γένηται θῆλυ, ἅμα καὶ καθὸ Σωκράτης κρατεῖσθαι ὑπὸ τῆς Ξανθίππης· μικρὰ γὰρ ἡ διαφορὰ τοῦ τε ἄρρενος καὶ Σωκράτους πατρός, καὶ τοῦ θήλεος καὶ τῆς Ξανθίππης, ὥστε τὸ ὡς ἄρρεν κρατῆσαν καὶ ὡς πατὴρ ἐκράτησε, τὸ δὲ ὡς θῆλυ καὶ ὡς Ξανθίππη. καὶ ταῦτα ὁ Ἀριστοτέλης δηλῶν ἐπιφέρει διὸ ὡς ἐπὶ τὸ πολὺ τὰ μὲν ἄρρενα τῷ πατρὶ ἔοικε, τὰ δὲ θήλεα τῇ μητρί. ἡ γὰρ ἔκστασις ἅμα εἰς ἄμφω ἐγένετο· τὸ γὰρ ἐκ τοῦ ἄρρενος εἰς τὸ θῆλυ ἐκστὰν ὡς ἀντικείμενον εὐθὺς εἰς τὴν Ξανθίππην μεταβαίνει, ὁμοίως καὶ τὸ εἰς τὸ ἄρρεν εὐθὺς καὶ εἰς Σωκράτην· οὐ γὰρ ἐργῶδές τι καὶ δυσχερὲς τὸ ἅμα συμμεμιγμένα ἄμφω γίνεσθαι, οἷον ἄρρεν καὶ Σωκράτην ἢ θῆλυ καὶ Ξανθίππην. καὶ ὅτι ἡ ἔκστασις εἰς ἄμφω γίνεται, οἷον εἰς θῆλυ καὶ Ξανθίππην ἢ ἄρρεν καὶ Σωκράτην, αὐτὸς συλλογιστικῶς ἐδήλωσεν διὰ τοῦ ἀντίκειται δὲ τῷ μὲν ἄρρενι τὸ θῆλυ, τῷ δὲ πατρὶ ἡ μήτηρ, ὃ ἡ μείζων πρότασίς ἐστι τοῦ συλλογισμοῦ, καὶ διὰ τοῦ ἡ δὲ ἔκστασις εἰς τὰ ἀντικείμενα, ὃ ἡ ἐλάττων ἐστίν· ὡς εἶναι τὸν συλλογισμὸν τοιοῦτον ‘ἡ ἔκστασις εἰς τὰ ἀντικείμενα, ἀντίκειται δὲ τῷ ἄρρενι τὸ θῆλυ, τῷ δὲ πατρὶ ἡ μήτηρ, ὥστε ἡ ἔκστασις εἰς ἄρρεν καὶ πατέρα ἔσται ἢ εἰς θῆλυ καὶ μητέρα’. δείξας οὖν ὁποῖόν τι γίνεται, εἰ αἱ δημιουργοῦσαι δυνάμεις εἰς τὰς ἐγγὺς ἢ εἰς τὰς πόρρω λυθῶσι, τεχνοῖ ἐντεῦθεν καὶ τί ἀποβαίνει, ἐὰν ἡ ἀπὸ τοῦ ἄρρενος κρατήσῃ κίνησις, ἡ δὲ ἀπὸ τοῦ Σωκράτους μὴ κρατήσῃ. ταῦτα δὲ δέδεικται ὡς ἐξ ἄλλης ἀρχῆς τοῦ ἐὰν δὲ ἡ μὲν ἀπὸ τοῦ ἄρρενος κρατήσῃ κίνησις. ὅτι δ’ ἕτερον τὸ λύονται τοῦ κρατοῦνται, αὐτὸς μετὰ μικρὸν ἐδήλωσεν εἰπών * * τὸ οὖν λύονται δὲ αἱ κινήσεις αἱ δημιουργοῦσαι ἴσον ἐστὶ τῷ κρατοῦνται μᾶλλον ὑπὸ τῶν ἐγγύς. τὸ δὲ ἅμα γὰρ εἰς ἄμφω ἔκστασίς τις ἐγένετο δυνάμει τοιοῦτόν ἐστι· δίδυμα γάρ τις τεκοῦσα τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, τὸ μὲν ἄρρεν ὅμοιον ἦν τῷ πατρί, τὸ δὲ θῆλυ τῇ μητρί· ἂν οὖν λυθῇ, ὥσπερ εἴρηται, ἡ τοῦ Σωκράτους δύναμις ὡς Σωκράτους μὴ εἰς τὴν τῆς Ξανθίππης, ἀλλ’ εἰς τὴν τοῦ πατρὸς αὐτοῦ, ἔσται ἄρρεν τῷ πάππῳ ἐοικός, τέλος δὲ συγχέονται, ὥστε μηδενὶ ἐοικέναι τῶν συγγενῶν, ἀλλ’ ἁπλῶς ἀνθρώπῳ. ἐπειδὴ γὰρ ὁ καθόλου ἄνθρωπος πᾶσιν ἀκολουθεῖ τοῖς καθ’ ἕκαστον, ἀνάγκη, ὅταν σύγχυσις γένηται, ἐοικέναι τῷ ἀκολουθοῦντι. ὅτι δὲ πᾶν τὸ κινοῦν κινεῖται ἔξω τοῦ πρώτου, δῆλον· καὶ γὰρ ἡ ἀπλανὴς ἀντιφέρεται ὑπὸ τῶν πλανωμένων ἢ κατὰ τὸν θαυμαστὸν Πτολεμαῖον καὶ ὑπὸ τῆς ἀνάστρου, καὶ ἐπὶ τούτῳ κατὰ ἑκατὸν χρόνους ἀναποδίζουσιν οἱ ἀπλανεῖς μοῖραν μίαν, ὡς τῷ εἰρημένῳ Πτολεμαίῳ δέδεικται. ἐπὶ δὲ τῶν ἀθλητῶν εἰ μὲν ἡ ἐν τῷ δεξιῷ ποδὶ φέρε εἰπεῖν φύσις κρατεῖν δύναται καὶ συμπέττειν, ἡ δ’ ἐν τῷ λαιῷ μὴ δύναται, πάνυ μείζων γίνεται ὁ δεξιὸς τοῦ ἀριστεροῦ, ὡς σχεδὸν μηδένα λόγον ἔχειν θάτερον πρὸς θάτερον. σατυρίασις δέ ἐστιν ὃ λέγουσιν ἐλεφαντιᾶν. οὐ μόνον δὲ τοῦ λαιοῦ μείζων ἐστὶν ὁ δεξιὸς ποὺς κατὰ πολύ, ἀλλὰ καὶ ἑαυτοῦ μείζων γέγονεν ἢ πρὸ τοῦ ἄρξασθαι τρέφεσθαι,2 ἐλάττων γὰρ ἦν πρὸ τοῦ τρέφεσθαι.
而这一点也应当在祖母身上述及;而祖母就是祖父的同衾者。他所说的造形能力是指雄性的能力与苏格拉底的能力,以及雌性的能力与桑提佩的能力;或者更确切地说,应当如从后文将表明的那样,称苏格拉底的能力与桑提佩的能力为造形能力。而“解脱(弛落)”是被用来代替“转变”。因此,造形能力,例如桑提佩的能力和苏格拉底的能力,会向邻近者转变;因为如果生育者苏格拉底的运动解脱了,就会依最小的差异转向父亲的运动,其次转向祖父的运动。而在雌性身上也是同样,生育者的造形能力会解脱并转向母亲的能力,然后依次转向祖母的能力。说了这些之后,他接着补上:“因此,最为本性的便是在作为雄性和作为父亲的同时得胜与被胜过”——他说这话并不像有人依字面意思所认为的那样,是指同一事物依本性在作为雄性和作为父亲的同时既得胜又被胜过,而是所言之意等同于:当某物就作为雄性而言得胜时,同时也就作为父亲而言得胜,而如果就作为雄性而言被胜过并成为雌性,同时也就作为苏格拉底而言被桑提佩胜过,这是出于本性且最符合本性的;因为雄性与作为父亲的苏格拉底之间的差异,以及雌性与桑提佩之间的差异是微小的,以至于作为雄性胜过的,也作为父亲而胜过了,而作为雌性胜过的,也作为桑提佩而胜过了。亚里士多德在阐明这些时接着补上:“因此多半情况下,雄性相似于父亲,而雌性相似于母亲”。因为偏离是同时向两方面发生的;因为从雄性偏离到作为对立面的雌性者,立即转向桑提佩,同样偏离到雄性者也立即转向苏格拉底;因为二者同时混合生成,例如雄性且苏格拉底,或者雌性且桑提佩,并不是什么吃力且困难的事。而且,偏离向两方面发生,例如向雌性且桑提佩,或雄性且苏格拉底发生,他自己以三段论的方式,通过三段论的大前提“雌性与雄性相对立,母亲与父亲相对立”,以及小前提“偏离是向对立面发生”而予以了阐明;从而三段论是这样的:“偏离是向对立面发生,而雌性与雄性相对立,母亲与父亲相对立;因此偏离将是向雄性与父亲,或是向雌性与母亲发生”。因此,在表明了若造形能力向切近者或向远隔者解脱会产生怎样的情况之后,他接着系统论述如果来自雄性的运动得胜,而来自苏格拉底的运动未能得胜,将会有怎样的结果。而这些是从“但如果来自雄性的运动得胜”这句话作为另一开端而被阐明的。至于“解脱”不同于“被胜过”,他自己在稍后通过说[……]表明了这一点;因此,“造形运动解脱”等同于“更多地被切近者胜过”。而“因为同时发生了某种向两方面的偏离”这句话在实质上是这样的:某妇女生下了双胞胎,一雄一雌,雄性相似于父亲,雌性相似于母亲;因此,正如所说过的,如果苏格拉底作为苏格拉底的能力解脱了,不是转向桑提佩的能力,而是转向他父亲的能力,就会生成相似于祖父的雄性,但最终它们会发生混杂,以至于不相似于任何亲属,而单纯相似于人。因为普遍的人伴随所有个别者,在发生混杂时,必然相似于那伴随者。除第一者之外,凡推动者皆被推动,这是明显的;因为恒星天球也被行星逆向带动,或者依照令人赞叹的托勒密,也被无星天球逆向带动,正因如此,恒星在每一百年中倒退一度,正如上述托勒密所证明的那样。而在运动员身上,假设右脚中的本性能得胜并消化成熟,而左脚中的本性不能,右脚就会变得比左脚大得多,以至于几乎彼此不成比例。萨提尔病就是他们所说的象皮病。而且右脚不仅比左脚大得多,并且也比开始受滋养之前的自身变得更大,因为在受滋养之前它是较小的。
- 4.13μάλιστα μὲν οὖν πέφυκεν ᾗ ἄρρεν καὶ ᾗ πατὴρ ἅμα κρατεῖν καὶ κρατεῖσθαι
亚里士多德的原文字句。字面上容易被读作同一主体在两方面同时既得胜又被胜过的自相矛盾,因此斐罗庞努斯澄清 ἅμα 并非不加区分地同时支配并列的不定词 κρατεῖν καὶ κρατεῖσθαι,而是具有相关/条件性涵义:当它作为雄性得胜时同时作为父亲得胜,而当它作为雄性被胜过时同时作为父亲被胜过。
- 4.13οὐ μόνον δὲ τοῦ λαιοῦ μείζων ἐστὶν ὁ δεξιὸς ποὺς κατὰ πολύ, ἀλλὰ καὶ ἑαυτοῦ μείζων γέγονεν ἢ πρὸ τοῦ ἄρξασθαι τρέφεσθαι
针对比较级 μείζων 复合使用的比较结构。前半句采用比较属格 τοῦ λαιοῦ 及表示程度的副词短语 κατὰ πολύ;后半句则使用反身代词属格 ἑαυτοῦ,后接表示比较的连词 ἤ 引导的时间性介词短语 πρὸ τοῦ ἄρξασθαι τρέφεσθαι,构成递进式的双重比较。
