← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§180.1-181.25

精液中诸能力的胜劣与性别及形似亲代的决定

约翰·斐洛庞诺斯注解亚里士多德《动物生成论》767b23,区分了生育者作为生育者所固有的各种本能(雄性、个体、种、属)与偶性属性,并详尽阐释精液中各项能力的现实优胜或劣势组合如何决定了子代的性别以及对父母(或祖先)的相像与不相像。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13#1

" Λέγω δὲ ἑκάστην δύναμιν τόνδε τὸν τρόπον." Εἰπὼν ὅτι καθ’ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν τὴν ἔλλειψιν ποιήσει κατ’ αὐτήν, σαφηνίζων τὸ καθ’ ὁποίαν ἐπήγαγε τὸ λέγω δὲ καθ’ ἑκάστην δύναμιν τόνδε τὸν τρόπον, καὶ εἴη ἂν τὸ καθ’ ἑκάστην ἴσον τῷ καθ’ ὁποίαν. ἔχει γὰρ δυνάμεις πολλὰς τὸ σπέρμα· ἔχει γὰρ δύναμιν τοῦ ποιῆσαι Σωκράτην, ἀλλὰ καὶ τοῦ ποιῆσαι ἄνθρωπον ἁπλῶς καὶ μὴ Σωκράτην, ἀλλὰ καὶ τοῦ ζῷον. καθ’ ὁποίαν οὖν μὴ κρατήσῃ τούτων τῶν δυνάμεων· δεῖ δὴ ἄνωθεν ἀρξαμένους οὕτως εἰπεῖν,1 ὡς ἂν δῆλον γένηται τό τε καθ’ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν καὶ τὰ λοιπὰ τῆς λέξεως. εἰπὼν ὅτι τόνδε τὸν τρόπον, ἐκτίθεται τὸν τρόπον λέγων ‘τὸ γεννῶν ἐστι μὲν ἄρρεν, ἐστὶ δὲ καὶ Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον, ἐστὶ δὲ καὶ γείτων τουδί, ἐστὶ δὲ καὶ γραμματικός. ἀλλὰ τὸ μὲν ἄρρεν καὶ ὁ Σωκράτης καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον ὑπάρχουσι τῷ γεννητικῷ ᾗ γεννητικῷ καὶ καθ’ αὑτά, τὸ δὲ γείτονα εἶναι τοῦδέ τινος καὶ γραμματικὸν ὑπάρχει τῷ γεννητικῷ οὐχ ᾗ γεννητικῷ καὶ καθ’ αὑτά, ἀλλὰ κατὰ συμβεβηκός’. ὅτι δὲ κατὰ συμβεβηκὸς ταῦτα ὑπάρχει αὐτῷ, δῆλον· οὐδέποτε γὰρ γεγέννηται γραμματικός, ἄρρεν δὲ καὶ ὅμοιον πάντη πάντως τῷ Σωκράτει γέγονε. τρεῖς οὖν δυνάμεις ὑπάρχουσιν αὐτῷ ὡς γεννητικῷ ἢ τέσσαρες, ἡ τοῦ ἄρρενος, ἡ τοῦ Σωκράτους, ἡ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου· καὶ ἔστι μάλιστα ἴδιον τῷ γεννῶντι τὸ ἄρρεν, δεύτερον δὲ ὁ Σωκράτης, τρίτον ὁ ἄνθρωπος, εἶτα τὸ ζῷον. ἰσχύει δὲ πρὸς τὴν γένεσιν μάλιστα τὸ ἴδιον, δεύτερον δὲ τὸ ἐγγύτερον τοῦ ἰδίου, τουτέστι τὸ μάλιστα ἐγγίζον καὶ πλησιάζον τῷ ἰδίῳ· τοῦτο δὲ ἦν ὁ Σωκράτης, εἶτα ὁ ἄνθρωπος, εἶτα τὸ ζῷον. εἰπὼν ταῦτα ἐπάγει γεννᾷ τὸ γεννῶν καὶ τὸ καθ’ ἕκαστον οἷον Κορίσκον καὶ τὸ γένος οἷον ἄνθρωπον ἢ ζῷον, οὐ τοῦτο λέγων ὅτι τὸ καθόλου γεννᾷ, ἀλλ’ ὅτι ἐπειδὴ τὸ καθόλου ἐν τοῖς μερικοῖς, ἐὰν μὲν γεννήσῃ ὅμοιον ἑαυτῷ, φαμὲν ὅτι τὸ καθ’ ἕκαστον γεγέννηκεν, εἰ δ’ ἁπλῶς ἄνθρωπον, τὸ καθόλου. γεννᾷ οὖν τὸ γεννῶν καὶ τὸ καθ’ ἕκαστον καὶ τὸ γένος, ἀλλὰ μᾶλλον τὸ καθ’ ἕκαστον· τοῦτο γὰρ ἡ οὐσία καὶ τὸ γινόμενον, τουτέστιν ἡ οὐσία πρώτως καὶ μάλιστα καὶ κυριωτάτη, ἥτις καὶ γεννᾶται, τὸ καθ’ ἕκαστόν ἐστι, τὸ δὲ καθόλου ἐνορᾶται αὐτῷ. γίνεται μὲν γάρ, φησί, τὸ γινόμενον καὶ ποιόν τι, οἷον λευκὸν ἢ θερμόν, ἀλλὰ κυρίως τὸ γινόμενον ἐστι τὸ τόδε τι καὶ ἡ οὐσία. διόπερ ἀπὸ τῶν δυνάμεων, καὶ προσυπακουστέον τὸ τοῦ γεννῶντος,2 ὡς εἶναι τὸ λεγόμενον ‘ὅσαι δυνάμεις εἰσὶν ἐν τῷ γεννῶντι (ἦσαν δὲ αὗται τὸ ἄρρεν, ὁ Σωκράτης, ὁ ἄνθρωπος, τὸ ζῷον), τοσαῦται καὶ ἐν τῷ σπέρματί εἰσι τῷ ἀπ’ αὐτοῦ ἀπιόντι· εἰσὶ δὲ ἐν αὐτῷ ἐνεργείᾳ, αἱ δὲ τῶν προγόνων εἰσὶ μέν, ἀλλὰ δυνάμει’. καὶ διὰ τὸ εἶναι τὰς τοῦ γεννῶντος ἐνεργείᾳ, εἶπε τὸ μᾶλλον δὲ καὶ ἐγγύτερόν εἰσιν αἱ τοῦ γεννῶντος· τοῦτο γὰρ εἶπε καθ’ ἕκαστόν τι. τούτων οὕτω προληφθέντων καὶ προσέτι ὅτι τῷ μὲν ἄρρενι ἀντίκειται τὸ θῆλυ, τῷ δὲ Σωκράτει ὁ μὴ Σωκράτης καὶ τῷ ἀνθρώπῳ ὁμοίως ὁ μὴ ἄνθρωπος, καθ’ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν, ἀναγκαῖον ἐξίστασθαι καὶ γίνεσθαι τὸ ἀντικείμενον. ἂν μὲν γὰρ ὁ Σωκράτης κρατήσῃ καθὸ ἄρρεν, καθὸ δὲ Σωκράτης κρατηθῇ, τῆς Ξανθίππης δηλονότι καθὸ θῆλυ κρατηθείσης, καθὸ δὲ Ξανθίππη κρατησάσης,3 ἀνάγκη ἄρρεν γίνεσθαι ἐοικὸς τῇ μητρί. ἐπειδὴ γὰρ ᾗ ἄρρεν ἐκράτησε, τὸ δ’ ἄρρεν κρατῆσαν ἄρρεν ποιεῖ, ἀνάγκη τὸ γεγονὸς ἄρρεν εἶναι, ᾗ δὲ Σωκράτης ἐκρατήθη, γεγονέναι ὅμοιον τῇ Ξανθίππῃ· αὕτη γὰρ προσεχῶς ἀντίκειται τῷ Σωκράτει. ἂν δὲ κρατήσῃ καὶ καθὸ ἄρρεν καὶ καθὸ Σωκράτης, ἀνάγκη ἄρρεν γίνεσθαι καὶ ὅμοιον τῷ Σωκράτει. ἂν δὲ ᾗ μὲν Σωκράτης κρατήσῃ, ᾗ δὲ ἄρρεν κρατηθῇ, τὸ γεγονὸς ἔσται θῆλυ καὶ ὅμοιον τῷ Σωκράτει. εἰ δὲ κατ’ ἄμφω κρατηθῇ, καὶ ὡς ἄρρεν καὶ ὡς Σωκράτης, ἔσται τὸ γεγονὸς θῆλυ καὶ ὅμοιον τῇ Ξανθίππῃ. ὥσπερ γὰρ τῷ καθόλου πατρί (τοῦτον γὰρ εἶπεν ὅλον πατέρα) ἀντίκειται ἡ καθόλου μήτηρ, οὕτω καὶ τῷ καθ’ ἕκαστον ἡ καθ’ ἕκαστον. ἂν δὲ ὡς ἄρρεν μὲν κρατήσῃ, ὡς Σωκράτης δὲ κρατηθῇ, καὶ κρατηθῇ οὐχ ὑπὸ τῆς Ξανθίππης, μεταβήσεται εἰς τὴν τοῦ πάππου ὁμοιότητα (ἐγγὺς γὰρ οὗτος τῷ Σωκράτει, ἀεὶ δὲ εἰς τὸν ἐχόμενον μεταβαίνει μᾶλλον)· εἰ δὲ μή, εἰς τὴν τοῦ προπάππου.

“而我所说的每一种能力是依如下方式。” 在说了无论依哪一种能力若不能胜过,就会就该能力产生欠缺之后,为了阐明“依哪一种”这一说法,他接着补上了“而我所说的依每一种能力是依如下方式”;而“依每一种”当等同于“依哪一种”。因为精液拥有多种能力:它拥有生成苏格拉底的能力,但也拥有单纯生成人而不生成苏格拉底的能力,以及生成动物的能力。因此,无论在这几种能力中的哪一种上未能胜过——必须从头开始这样论述,以便使“无论依哪一种能力若不能胜过”以及文句的其余部分变得明晰。在说了“依如下方式”之后,他陈述了这种方式,说道:“生育者固然是雄性,但也是苏格拉底、人和动物,并且也是这位某人的邻人,还是文法家。但是,是雄性、苏格拉底、人和动物,是作为生育者本身且就其自身而言属于生育者的;而作为某人的邻人以及文法家,则不是作为生育者本身且就其自身而言属于生育者,而是偶性地属于生育者的”。这些偶性地属于他是很明显的:因为从未有文法家被生育出来,而雄性以及在各方面完全相似于苏格拉底者却已生成。因此,作为生育者属于他的能力有三种或四种:雄性的能力、苏格拉底的能力、人的能力和动物的能力。并且对于生育者而言最固有的是雄性,第二是苏格拉底,第三是人,然后是动物。而对生成最具效力的是固有者,第二是更接近固有者之物,即最接近和邻近固有者之物;而这正是苏格拉底,其次是人,再次是动物。说了这些之后,他接着说道:“生育者既生成个别者,例如科里斯库斯,也生成属,例如人或动物”——他说这话并不是指它生成普遍者,而是指由于普遍者存在于各部分个别者之中,如果它生成了相似于自身的个体,我们便说它生成了个别者,但如果它单纯生成了人,就生成了普遍者。因此,生育者既生成个别者又生成属,但更多地生成个别者;因为这是实体也是被生成之物,也就是说,最先、最主要且最严格意义上的实体,即被生成的实体,乃是个别者,而普遍者是在个别者之中被看到的。他说,因为被生成之物固然也生成为具有某种性质者,例如白或热,但严格意义上的被生成之物乃是‘这一个’与实体。“因此从能力”——并且必须补足理解“生育者的”,从而使得所言之意为:“凡在生育者之中的能力有多少(这些能力曾是雄性、苏格拉底、人、动物),从他排出的精液之中的能力也有多少;并且它们在精液中是现实存在的,而祖先们的能力固然存在,却是潜在存在的”。正因为生育者的能力是现实存在的,他才说“生育者的能力更为显著且更为切近”;因为他把这称为某种个别者。这些既然已如此预先设定,且此外雌性与雄性相对立,非苏格拉底与苏格拉底相对立,非人同样与人相对立,那么无论依照哪一种能力若不能胜过,就必然发生偏离并生成对立者。因为如果苏格拉底作为雄性而胜过,但作为苏格拉底被胜过——显然桑提佩作为雌性被胜过,但作为桑提佩而胜过——就必然生成相似于母亲的雄性。因为既然他就作为雄性而言胜过了,而雄性在胜过时便生成雄性,那么所生成者必然是雄性;又因他就作为苏格拉底而言被胜过了,便必然生成为相似于桑提佩,因为她是直接与苏格拉底相对立的。但如果他作为雄性与作为苏格拉底都胜过了,就必然生成雄性且相似于苏格拉底。反之,如果他作为苏格拉底而胜过,但作为雄性被胜过,所生成者将是雌性且相似于苏格拉底。如果两方面都被胜过,即既作为雄性又作为苏格拉底被胜过,所生成者将是雌性且相似于桑提佩。因为正如普遍的母亲与普遍的父亲相对立(他把这称为完全的父亲),个别的母亲也与个别的父亲相对立。但如果他作为雄性胜过,作为苏格拉底被胜过,且不是被桑提佩胜过,就会转向对祖父的相似(因为祖父切近于苏格拉底,而且总是更容易转向紧接着的序列);若非如此,就会转向对曾祖父的相似。

语法注3 条
  1. 4.13καθ’ ὁποίαν οὖν μὴ κρατήσῃ τούτων τῶν δυνάμεων· δεῖ δὴ ἄνωθεν ἀρξαμένους οὕτως εἰπεῖν

    从属分句 καθ’ ὁποίαν οὖν μὴ κρατήσῃ τούτων τῶν δυνάμεων 在未完成主句的情况下中断(破格文法,anacoluthon),紧接着由注疏者自己关于解释步骤的主句 δεῖ δὴ ἄνωθεν ἀρξαμένους... 接续。因此该分句并非一个完整的句子,而是注疏者在着手系统解释之前重新表述亚里士多德条件句时的停顿。

  2. 4.13διόπερ ἀπὸ τῶν δυνάμεων, καὶ προσυπακουστέον τὸ τοῦ γεννῶντος

    斐洛庞诺斯引用亚里士多德原文中的省略短语 διόπερ ἀπὸ τῶν δυνάμεων,并指示了句法上的补足(προσυπακουστέον)属格 τοῦ γεννῶντος,以此复原出“源自生育者的各种能力”这一完整意义,引出后文 ὡς εἶναι τὸ λεγόμενον... 所导入的解释性释义。

  3. 4.13τῆς Ξανθίππης δηλονότι καθὸ θῆλυ κρατηθείσης, καθὸ δὲ Ξανθίππη κρατησάσης

    此处为属格独立结构(genitive absolute),用以指明与前述苏格拉底一方的条件(ἂν μὲν γὰρ ὁ Σωκράτης κρατήσῃ καθὸ ἄρρεν, καθὸ δὲ Σωκράτης κρατηθῇ)相对称的母方(桑提佩)状态。分词 κρατηθείσης 与 κρατησάσης 形成严格的对偶对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:180.1-181.25