- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:179.7-179.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《动物之生成》767a36关于后代与父母相似与不相似的原因论,斐洛庞奴斯解释道,不相似以及雌性的生成虽是走向畸形的第一步,但为了物种延续却具有目的论上的必然性,并阐释了雄性运动作为动力因的作用。
" Αἱ δὲ αὐταὶ αἰτίαι καὶ τοῦ τὰ μὲν ἐοικότα γίνεσθαι τοῖς τεκνώσασι τὰ δὲ μὴ ἐοικότα." Τὰς αἰτίας διὰ τούτων λέγει, ὅπως τὰ μὲν ἐοικότα γίνεται τῷ πατρί, τὰ δὲ τῇ μητρί· ἐκτίθεται δὲ τὸ πρόβλημα σαφέστατα. ἐν δὲ τῇ λέξει τῇ παρεκβέβηκε γὰρ ἡ φύσις ἐκ τοῦ γένους ἐν τούτοις τρόπον τινά, ὑποστικτέον ἐν τῷ ἐν τούτοις.1 ἔστι δὲ τὸ λεγόμενον ‘ἐν τούτοις τοῖς μὴ ἐοικόσι τοῖς γεννήσασι παρεκβέβηκεν ἡ φύσις ἐκ τοῦ γένους· τρόπον γάρ τινα ἐξ ἄλλου γένους εἰς ἄλλο μετέβη’. τὸ δὲ ἀρχὴ δὲ πρώτη τὸ θῆλυ γενέσθαι ἴσον ἐστὶ τῷ ἀρχὴ δὲ πρώτη τῆς ἐπὶ τὰ τέρατα ὁδοῦ τὸ θῆλυ γενέσθαι. τὸ γὰρ μὴ ἐοικός τινι τῶν γεννησάντων αὐτὸ τρόπον τινὰ τέρας ἐστὶ καὶ ὁ ἑξαδάκτυλος καὶ ὁ κεφαλὴν ὁμοίαν προβάτου ἔχων καὶ ὁ δικέφαλος· παντοδαπὸν γὰρ τὸ τῶν τερατωδῶν γένος· ὅμως πρώτη ἀρχὴ τῆς ἐπὶ ταῦτα ὁδοῦ τὸ θῆλύ ἐστιν· ἀπὸ γὰρ τοῦ θήλεος ἀρξάμενα προβαίνουσιν. ἀλλ’ αὕτη μὲν ἡ πρὸς τὸ θῆλυ παρέκβασις, κἂν τρόπον τινὰ τερατώδης ἐστίν, ἀναγκαία ὅμως τῇ φύσει τυγχάνει· δεῖ γὰρ σώζεσθαι τὸ γένος ἡμῶν καὶ τῶν ἄλλων ἁπάντων, ἐν ὅσοις κεχώρισται τὸ θῆλυ τοῦ ἄρρενος. ὅταν οὖν μὴ δυνηθῇ κρατεῖν καὶ ποιῆσαι ἄρρεν, ἐξ ἀνάγκης ποιεῖ θῆλυ, ἵνα χρῆται αὐτῷ πρὸς γένεσιν ἄλλου ἢ ἄλλων. ὥστε κἂν τρόπον τινὰ τέρας ἐστὶ τὸ θῆλυ, ἀλλ’ οὖν ἐξ ἀνάγκης καὶ ἕνεκά του ποιεῖ αὐτὸ ἡ φύσις. τὰ δ’ ἀληθῶς τέρατα ἐξ ἀνάγκης μὲν ποιεῖ διὰ τὴν ὕλην, ὡς ἐρεῖ προϊών, οὐχ ἕνεκα δέ του. τὸ δὲ ἐπεὶ τὴν γ’ ἀρχὴν ἐντεῦθεν δεῖ λαβεῖν ἴσον ἐστὶ τῷ τὴν δὲ κυρίως ἀρχὴν καὶ αἰτίαν, καθ’ ἣν ὅμοια καὶ ἀνόμοια γίνεται τοῖς γεννήσασιν, ἐντεῦθεν ληπτέον· εὔπεπτα μὲν γὰρ ὄντα τὰ καταμήνια καθ’ αὑτήν, τουτέστιν οἵα ἐστὶν αὐτὴ τὴν μορφὴν ἡ τοῦ ἄρρενος κίνησις, τοιοῦτον ποιήσει καὶ τὸ ἐξ αὐτῆς γεγονός. εἰπὼν δὲ ἡ τοῦ ἄρρενος κίνησις, ἐπήγαγε τὸ γὰρ γονὴν λέγειν ἢ κίνησιν τὴν αὔξουσαν,2 ὡς εἰ ἔλεγε ‘τὴν ἀπὸ τοῦ ἄρρενος ποιητικὴν αἰτίαν, εἴτε κίνησίν τις λέγειν βούλεται εἴτε γονὴν εἴτε αὔξουσαν καὶ συνιστῶσαν, οὐδὲν διαφέρει· πάντα γὰρ ταῦτα ἁρμόζει κατ’ αὐτῆς λέγεσθαι’.
“后代有的生来相似于生育者,有的生来不相似,其原因也是相同的。” 通过这些话,他陈述了后代何以有的生来相似于父亲,有的相似于母亲的原因;并且他极其明晰地阐述了这一论题。而在“因为在这些之中,自然在某种程度上背离了属”这一文句中,应当在“在这些之中”处断句。所言之意是:“在这些不相似于生育者的后代中,自然背离了属;因为在某种程度上,它从一个属过渡到了另一个属”。而“首要的本原是生成雌性”等同于“走向怪异畸形之路的首要本原是生成雌性”。因为不相似于生育自己的任何一方者,在某种程度上就是怪异畸形,多出第六指者、长着形似绵羊头颅者以及双头者亦然;因为怪异畸形之属是形形色色的。然而,走向这些畸形的首要本原是雌性;因为它们始于雌性而继续向前发展。但是向雌性的这种背离,即便在某种程度上是怪异畸形的,对自然而言却恰恰是必然的;因为在雌雄分离的所有动物中,我们以及其他所有物种的种族都必须得到保存。因此,当它无法胜过〔质料〕而生成雄性时,出于必然生成了雌性,以便利用它来生成另一个或另一些个体。从而,即便雌性在某种意义上是怪异畸形,自然仍是出于必然且为了某种目的而生成它的。至于真正的怪异畸形,正如他在后文将要说的,自然是因质料的缘故出于必然生成的,而不是为了某种目的。而“既然必须从这里获取本原”等同于“必须从这里获取真正的本原与原因,后代据此生成为相似于或不相似于生育者”;因为当经血消化良好时,照着它自身——也就是雄性的运动自身在形式上如何,〔雄性的运动〕也会使由此生成之物成为那样的东西。在说了“雄性的运动”之后,他接着补上了“因为说是精液还是使之生长的运动”,这就如同他说:“来自雄性的能生原因,无论人们想称之为运动、精液,还是使之生长与构建者,都毫无分别;因为所有这些表述都适于用来称呼它”。
- 4.12ὑποστικτέον ἐν τῷ ἐν τούτοις
动形容词 ὑποστικτέον 源自动词 ὑποστίζω(打下点、打逗号),属于文本校勘与朗读停顿的句读指示。斐洛庞奴斯指出应在 ἐν τούτοις(“在这些之中”)之后停顿或打逗号,从而使 ἐν τούτοις 与前半句(“背离了属”)紧密相连,而将随后的 τρόπον τινά(“在某种程度上”)作为附加的限定语独立出来(并在随后的释义中展开为解释分句)。
- 4.12τὸ γὰρ γονὴν λέγειν ἢ κίνησιν τὴν αὔξουσαν
引自亚里士多德原文(767b18-19)。带中性定冠词 τό 的句式将整个不定词短语名词化,不定词 λέγειν 的逻辑主语是不特定的泛指主体(“人们说……”)。斐洛庞奴斯将其补足并转述为无人称结构“无论是说精液还是运动都毫无分别(οὐδὲν διαφέρει)”,将 γονήν 与 κίνησιν τὴν αὔξουσαν 解读为 λέγειν 所支配的宾语。
