← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§17.18-18.30

胎生动物子宫位于前部的原因与排泄管道排列

注解亚里士多德《论动物的生成》719b17,探讨胎生动物的子宫为何因柔软性及保护胚胎而位于前面而非后面,并分析了尿道/生殖管道位于排便管上方的必然性及相关倒置构文的读法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Κεῖνται δὲ τῇ θέσει αἱ ὑστέραι ὑπεναντίως τοῖς τε ζῳοτοκοῦσιν ἐν ἑαυτοῖς." Ἐπειδὴ τῶν θέσεων ἡ μέν ἐστιν ἄνω καὶ κάτω, ἡ δὲ ἔμπροσθεν καὶ ὄπισθεν, ἀποδοὺς τὰς αἰτίας, δι’ ἃς τὰ μὲν τῶν ζῴων (ταῦτα δὲ ἦσαν τὰ ᾠοτόκα) ἄνω ἔχουσι πρὸς τὸ ὑπόζωμα τὰς ὑστέρας, τὰ δὲ κάτω πρὸς τὰ ἄρθρα (ταῦτα δ’ ἦσαν τὰ ζῳοτόκα), τὰ δὲ τὸ μὲν τῆς ὑστέρας ἄνω τὸ δὲ κάτω (ταῦτα δὲ πάλιν ἦσαν τὰ διγονοῦντα), νῦν ζητεῖ καὶ τὰς αἰτίας ἀποδίδωσι1 τοῦ διὰ τί τὰ μὲν ἔμπροσθεν ἔχει αὐτὰς καὶ πρὸς τοῖς ἄρθροις οὔσας, τὰ δὲ ὄπισθεν πρὸς τῇ ὀσφύι. ἀποδίδωσι δὲ τοῦ τὰ ζῳοτόκα ἐπὶ τῆς γαστρὸς καὶ τῶν ὑπτίων, ὃ ταὐτόν ἐστι τῷ ἔμπροσθεν, ἔχειν τὰς ὑστέρας δύο αἰτίας, ὧν μία αὕτη· ἐπειδὴ τὰ ὕπτια ἤγουν τὰ πρόσθια σαρκώδη καὶ μαλακά ἐστι, τὰ δὲ πρανῆ καὶ ὄπισθεν ὀστώδη καὶ σκληρά, αὔξεται δὲ τὸ ἔμβρυον κατὰ βραχὺ καὶ τελειοῦται, εἴπερ ἔκειντο τῶν ζῳοτοκούντων αἱ ὑστέραι ὄπισθεν πρὸς τοῖς πρανέσι καὶ τῇ ῥάχει, ἐνεποδίζετο ἂν καὶ ἐκωλύετο ἡ τῶν ἐμβρύων αὔξησις καὶ σωτηρία ἤγουν ἀνάπαυσις διὰ τὴν σκληρότητα. τὸ γὰρ αὐξηθησόμενον εἰ μὲν ἐν μαλακῷ ἐστι καὶ ὑπείκοντι ἢ δυναμένῳ τείνεσθαί τε καὶ ἐξαπλοῦσθαι καὶ διδόναι τόπους τοῦ χωρεῖν, αὔξεται καὶ ἐπίδοσιν λαμβάνει, εἰ δὲ ἐν σκληρῷ καὶ μηδ’ ὅλως αὐτῷ ὑπείκοντι, οὐδαμῶς. διὰ τοῦτο γὰρ καὶ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ πάντα τὰ αὐξανόμενα αὔξει, ὅτι ὁ ἀὴρ ἐν ᾧ ἐσμεν ὑπείκει τε εἰς ἑαυτὸν καὶ δίδωσι χώραν ἡμῖν αὐξήσεως· εἰ δέ γε σιδηροῦς ἦν τὴν φύσιν ἢ ὅλως σκληρότατος, οὐδὲν ἂν ὅλως ηὐξήθη. ἐπεὶ οὖν ἀναγκαῖον τὰ ἔμβρυα ἐν ταῖς ὑστέραις αὔξειν καὶ τελειοῦσθαι, ὄπισθεν δὲ τῶν ὑστερῶν κειμένων τοῦτο γενέσθαι οὐκ ἠδύνατο, ὀστωδῶν ὄντων καὶ σκληρῶν τῶν ὄπισθεν, διὰ τὸ μᾶλλον βάρος καὶ θλῖψιν προσγίνεσθαι αὐτοῖς ἤτοι τοῖς ἐμβρύοις ἐκ τῆς σκληρότητος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ μηδὲν ἐπεῖναι βάρος ἐπὶ ταῖς ὑστέραις) εὐλόγως οὐκ ὄπισθεν, ἀλλ’ ἐπὶ τῇ κοιλίᾳ καὶ τοῖς ἔμπροσθεν (οὗτος γὰρ ὁ τόπος, ὡς εἴρηται, μαλακὸς καὶ σαρκώδης) κεῖνται. μία μὲν οὖν αἰτία τοῦ ἔμπροσθεν κεῖσθαι ἐπὶ τῶν ζῳοτοκούντων τὰς ὑστέρας αὕτη· δευτέρα δὲ ὅτι καὶ ὁ πόρος, δι’ οὗ ἡ τῆς ὑγρᾶς τροφῆς περίττωσις ἐξέρχεται, ἔμπροσθεν κεῖται. ἐπεὶ οὖν ὁ πόρος οὗτος ἔμπροσθεν κεῖται, καὶ δι’ αὐτοῦ ἐξέρχεται τὰ ἔμβρυα, εἴησαν ἂν καὶ διὰ τοῦτο αἱ ὑστέραι ἔμπροσθεν. οὗτος δὲ ὁ πόρος, δι’ οὗ καὶ τὰ ἔμβρυα καὶ ἡ τῆς ὑγρᾶς τροφῆς ἐξέρχεται περίττωσις, καὶ ἔμπροσθέν ἐστιν, ὡς εἴρηται, καὶ ἐπάνω κεῖται τοῦ πόρου, δι’ οὗ ἐξέρχεται ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις. δεῖ δὲ τὴν λέξιν τὴν οὗτος δὲ ἐπάνω καὶ ἐν τοῖς ἐμπροσθίοις ὑπάρχει ὁ πόρος τῆς ξηρᾶς τροφῆς ὑπερβατῶς ἀναγινώσκειν2 οὕτως· οὗτος δὲ ὁ τῆς ὑγρᾶς τροφῆς πόρος ἐπάνω ὑπάρχει τοῦ πόρου τῆς ξηρᾶς τροφῆς καὶ ἐν τοῖς ἐμπροσθίοις. ὅτι δ’ ἐπάνω, δῆλον· μετὰ γὰρ τὴν ἥβην ἐστὶν οὗτος καὶ μετὰ τοῦτον ὁ τῆς ξηρᾶς τροφῆς, ὥστε ὥσπερ ἡ ἥβη ἐπάνω τούτου, οὕτω καὶ οὗτος τοῦ τῆς ξηρᾶς τροφῆς πόρου. καὶ εὐλόγως ἐπάνω κεῖται οὗτος· εἰ γὰρ ἔκειτο ὑποκάτω, ὁ δὲ τῆς ξηρᾶς τροφῆς ἄνω, ἔκειτο ἂν καὶ τὸ καλούμενον τυφλόν, ἐν ᾧ ἡ δυσώδης ἐστὶ κόπρος, ἐπάνω τῆς ὑστέρας· οὕτω δ’ ἂν ἀπεπνίγετο τὰ ἔμβρυα. οὐ μόνον δὲ ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν τετραπόδων κατὰ φύσιν ἐπάνω κεῖται οὗτος ὁ πόρος τοῦ τῆς ξηρᾶς τροφῆς πόρου. τὰ μὲν οὖν ζῳοτοκοῦντα διὰ ταύτας τὰς αἰτίας ἔχει τὰς ὑστέρας ἔμπροσθεν. Τὰ δὲ ᾠοτοκοῦντα μέν, ἀτελὲς δὲ τὸ ᾠὸν προϊέμενα, ὥσπερ οἱ εἰρημένοι ἰχθύες, οὗτοι οὐχ ὑπὸ τῇ γαστρὶ καὶ ἔμπροσθεν ἔχουσι τὰς ὑστέρας, ἀλλὰ πρὸς τῇ ὀσφύϊ καὶ ὄπισθεν.

“在自身体内胎生的动物中,子宫的位置适得其反。” 既然在诸位置中,一种是上下,另一种是前后,在说明了为何某些动物(即卵生动物)将子宫生在上方靠近横膈膜处,某些动物(即胎生动物)生在下方靠近关节处,而某些动物(即双重生殖动物)将子宫的一部分生在上方、一部分生在下方的原因之后,现在他探讨并说明了为何某些动物将子宫生在前面且靠近关节,而另一些动物生在后面靠近腰部的原因。他陈述了胎生动物将子宫生在腹部及仰卧面(这与前面相同)的两个原因,其中之一是:由于仰卧面即前面是多肉且柔软的,而俯卧面及后面是骨质且坚硬的,且胚胎逐渐长大并达到完满,如果胎生动物的子宫位于后方靠近俯卧面和脊椎,胚胎的生长与维持即安定就会因坚硬而受到阻碍和阻止。因为凡将要生长之物,若在柔软且顺从之物中,或在能够延展扩张并提供容纳处所之物中,就会生长并获得增大;但若在坚硬且完全不顺从之物中,则绝不如此。事实上,动物、植物以及一切生长之物之所以生长,正是因为我们身处其中的空气自身顺从,并为我们提供生长的空间;但若它在自然本性上如铁一般,或全然极硬,则绝无任何东西能够生长。因此,既然胚胎必然在子宫内生长并达到完满,而若子宫位于后方,由于后部各部位为骨质且坚硬,坚硬会导致更多的重量与压迫加之于它们即胚胎身上(“子宫上方无任何重物”正指明了这一点),以致这无法实现,因而子宫合乎情理地并非位于后方,而是位于腹部及前面(正如前述,此部位柔软且多肉)。因此,胎生动物的子宫位于前面的一个原因是这个;第二个原因是,流质食物残余排出的管道亦位于前面。既然此管道位于前面,且胚胎经由它排出,那么子宫亦因此应当在前面。而这根胚胎与流质食物残余皆经由其排出的管道,如前所述,既在前面,又位于固体食物残余排出的管道之上。人们必须将“而这在上方且在前面的各部位是固体食物的管道”这句措辞按倒置构文读作:“而流质食物的这根管道位于固体食物管道之上且在前面的各部位”。其在上方是显而易见的:因为在耻骨之后是这根管道,在此管道之后则是固体食物的管道,因此正如耻骨在其上方,它亦在固体食物管道之上。并且它位于上方是合乎情理的;因为若它位于下方,而固体食物的管道在上方,那么留存恶臭粪便的所谓盲肠亦将位于子宫上方;这样胚胎就会被窒息。不仅在人类身上,而且在四足动物身上,本性上这根管道皆位于固体食物管道之上。胎生动物由于这些原因而将子宫生在前面。另一方面,那些虽为卵生但排出不完满之卵者(如前述的鱼类),它们并非将子宫生在腹部之下和前面,而是生在靠近腰部和后面。

语法注2 条
  1. 1.4ἀποδοὺς τὰς αἰτίας ... νῦν ζητεῖ καὶ τὰς αἰτίας ἀποδίδωσι

    不定过去时分词 ἀποδούς(在说明了……之后)修饰主动词 ζητεῖ(探讨)与 ἀποδίδωσι(说明),标示了从前一节所讨论的“上下”维度转向“前后”维度的论证结构转换。

  2. 1.4δεῖ δὲ τὴν λέξιν τὴν οὗτος δὲ ἐπάνω καὶ ἐν τοῖς ἐμπροσθίοις ὑπάρχει ὁ πόρος τῆς ξηρᾶς τροφῆς ὑπερβατῶς ἀναγινώσκειν

    注解者在此明确指出了亚里士多德原文中的倒置构文(hyperbaton):在所引词句 οὗτος δὲ ἐπάνω καὶ ἐν τοῖς ἐμπροσθίοις ὑπάρχει ὁ πόρος τῆς ξηρᾶς τροφῆς 中,属格 τῆς ξηρᾶς τροφῆς 并非直接作为紧邻的 ὁ πόρος 的定语,而是与比较级副词 ἐπάνω 搭配作为比较的基准。注解者指出应理顺为“此管(即流质食物之管)位于固体食物管道之上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:17.18-18.30