- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:178.9-179.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨了雌雄残余物(精液)在质与量上的差异及其接纳器官(管道与子宫)的不同,并解释了风向、月相周期变化以及水分摄入等经验现象如何确证亚里士多德的理论。
εἰπὼν δὲ ὅτι ἡ φύσις ἑκάστῳ τῶν περιττωμάτων ἀποδίδωσι τὸ δεκτικὸν μόριον, ἐπήγαγε τὸ δὲ σπέρμα περίττωμα, τουτέστι τὸ δὲ περίττωμα καὶ τὸ τοῦ ἄρρενος καὶ τὸ τοῦ θήλεος σπέρμα ἐστί. τοῦτο δὲ τὸ σπέρμα τὸ κοινῶς λεγόμενον κατ’ ἀμφοτέρων τῶν περιττωμάτων τοῦ τε θήλεος καὶ τοῦ ἄρρενος διαφέρει. καὶ πῶς διαφέρει, ἐπήγαγε λέγων τοῖς μὲν θερμοτέροις καὶ ἄρρεσι τῶν ἐναίμων, τοῖς δὴ ἄρρεσιν εὔογκόν ἐστι τὸ σπέρμα καὶ συνεστηκός, καὶ οὐ πολὺ ὥσπερ τὸ τοῦ θήλεος, καὶ διὰ τὸ μὴ εἶναι πολὺ πόροι εἰσὶν ἐν τοῖς ἄρρεσι δεκτικοὶ τῆς τοιαύτης περιττώσεως· τὸ δὲ τῶν θηλέων σπέρμα ἐστὶ δι’ ἀπεψίαν πλῆθος αἱματικόν, ὥστε δεῖ ἔχειν καὶ μόριον τοῦ τοιούτου περιττώματος δεκτικὸν μεῖζον τοῦ τῶν ἀρρένων καὶ ἀνόμοιον· οὐδεμίαν γὰρ ἔχει ὁμοιότητα ἡ ὑστέρα πρὸς τὸν περίνεον. ἔστιν οὖν ἡ φύσις τῆς ὑστέρας καὶ μέγεθος ἔχουσα καὶ ἀνόμοιος τῷ περινέῳ. οὕτως οὖν εἰπὼν ὅπως τὸ ἄρρεν καὶ θῆλυ γίνεται, ἐπάγει λίαν σαφῶς καὶ τὰ συμβαίνοντα τεκμήρια, καὶ ἐκ τούτων τὰ ὑπ’ αὐτοῦ περὶ τούτων ῥηθέντα πιστούμενος.1 τὸ δὲ ὑγρότερα καὶ γυναικικώτερα ἐκ παραλλήλου κεῖται.2 ἀρρενοτοκοῦσι δὲ μᾶλλον βορείοις3 διὰ τὸ ψυχρότερον εἶναι τότε τὸ κατάστημα καὶ πυκνοῦσθαι τὴν τῶν σωμάτων ἐπιφάνειαν καὶ ἐπὶ τούτῳ μὴ ἐᾶσθαι ἔξω διαπνεῖσθαι τὸ ἐν ἡμῖν θερμόν· μὴ διαπνεόμενον δὲ γίνεται σφοδρότερον. ἐν δὲ τοῖς νοτίοις ψυχρότερα καὶ σπερματικώτερα γίνεται τὰ ζῷα. λέγει δὲ τὴν σελήνην ἐν τῷ μηνὶ ποιεῖν θέρος καὶ χειμῶνα οὐ διὰ τὰς τροπάς, ὥσπερ ὁ ἥλιος (οὗτος γὰρ ἐν τῷ καρκίνῳ γεγονὼς θέρος ποιεῖ, ἐν αἰγόκερῳ δὲ χειμῶνα), ἀλλὰ διὰ τὴν πρὸς τὸν ἥλιον ἀπόστασιν καὶ προσέλευσιν. ὁ μὲν γὰρ χρόνος, καθ’ ὃν ἤρξατο φωτίζεσθαι, ἄχρι τοῦ διχότομον γενέσθαι ἀναλογεῖ ἔαρι, ὁ δὲ ἀπὸ τῆς διχοτομίας ἄχρι τοῦ πλησιφαῆ ἀποτελεσθῆναι θέρει, ὁ δὲ ἀπὸ τούτου ἄχρι τῆς διχοτομίας τῆς ἄλλης μετοπώρῳ, ὁ δ’ ἐκ ταύτης ἄχρι τῆς συνόδου καὶ αὐτῆς χειμῶνι. ἐν δὲ τῇ λέξει τῇ ταῦτα δὲ τῆς γενέσεως ταῦτα τὸ ψυχρὸν καὶ θερμὸν λέγει. ἐν δὲ τῇ μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται κοινότερον ὕδωρ εἶπε πᾶν τὸ πινόμενον, ὡς εἰ ἔλεγε ‘μάλιστα δὲ διὰ τὴν τοῦ ὑγροῦ τροφήν’. τὸ δὲ καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς εἶπεν, ὅτι καὶ ἡ ξηρὰ τροφὴ εἰ μὴ γένηται ὑγρά, οὐ τρέφει. ὁ γὰρ χυλός, ὃν αἱ φλέβες ἐκ τῆς κοιλίας ἕλκουσιν, ὑγρός. ὕδατα δὲ ἀτέραμνα λέγει τὰ ὑπόπικρα καὶ γεώδη.
在说了“自然为每种残余物赋予接纳它的部分”之后,他接着补上了“而精液是残余物”,也就是不仅雄性的残余物是精液,雌性的残余物也是精液。然而,就雌雄双方的残余物而言共同被称为精液的这种东西,是有分别的。关于它如何分别,他接着说道:“在有血动物中较温热和雄性的那些之中”,也就是在雄性之中,精液份量适度且紧凑,并不像雌性那样多,并且由于并不多,在雄性中有接纳这种残余物的管道;而雌性的精液由于未消化而是一种多量的血液,因此它必然也拥有一个接纳这种残余物的部分,比雄性的更大且不相似;因为子宫对会阴毫无相似之处。因此,子宫的本性既拥有硕大体积,又不同于会阴。这样,在说了雄性和雌性是如何生成的之后,他极其明晰地进而引出了伴随的证据,并以此确证他关于这些事情所说的话。而“更为湿润且更为女性化”这一表达是并列放置的。在北风时它们更多地生育雄性,是因为当时的大气状态更为寒冷,身体表面收紧,因此我们体内的热不被允许向外散发;而不散发的热就变得更强劲。但在南风时,动物变得更寒冷,也产生更多的精液。他说,月亮在一个月之内造成夏与冬,并不像太阳那样是通过至点(因为太阳进入巨蟹座便造成夏,在摩羯座造成冬),而是通过对太阳的远离与接近。因为从它开始被照亮直到形成半月的时间相当于春,从半月直到圆满显现的时间相当于夏,从此时直到另一个半月的时间相当于秋,而从后者直到合朔本身相当于冬。在“而这些是生成的[本原]”这句文本中,他所谓的“这些”是指寒与热。而在“尤其因为水的养料;因为这是它们引入最多的”中,他将一切可饮用之物较为宽泛地称作水,如同他说“尤其因为湿润之物的养料”。而他说“而且这是一切之中的养料,在干燥之物中亦然”,是因为干燥的养料若不变成湿润的,便不能提供营养。因为血管从胃部吸取的食糜是湿润的。他所谓的“难煮之水”,是指带有微苦且含土质的水。
- 4.11καὶ ἐκ τούτων τὰ ὑπ’ αὐτοῦ περὶ τούτων ῥηθέντα πιστούμενος
主格分词 πιστούμενος 与前面的限定动词 ἐπάγει 具有相同的逻辑主语(亚里士多德),以随伴分词的形式表达主句动作的伴随行为(“确证……”)。
- 4.11ἐκ παραλλήλου κεῖται
注疏家的常用习语,指两个词(此处为 ὑγρότερα 与 γυναικικώτερα)并列放置,以同义或互补的方式起到修辞或强调的作用。
- 4.11ἀρρενοτοκοῦσι δὲ μᾶλλον βορείοις
与格复数 βορείοις 指风(省略了 ἀνέμοις),用作表示时间或伴随状况的与格,意为“在刮北风时”。
