- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:177.9-178.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
解释《动物生成论》766a30的句法结构,阐明性别分化的根本原因在于心脏之热消化终极养料的能力,并注解了关于精液作用方式对泛生论的批判。
" Εἰ οὖν τὸ μὲν ἄρρεν ἀρχή τις καὶ αἴτιον." Ἡ τοῦ ῥητοῦ ἀπόδοσίς ἐστιν ἐν τῷ ἀναγκαῖον ἄρα ἐν τοῖς ἐναίμοις συνίστασθαι καρδίαν, τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται.1 εἰπὼν δὲ ἔστι δὲ ἄρρεν ᾗ δύναταί τι, θῆλυ δὲ ᾗ ἀδυνατεῖ, ἐπήγαγε τῆς δυνάμεως δὲ ὅρος καὶ τῆς ἀδυναμίας, δυνάμει λέγων ‘ὅρος δέ σοι καὶ κανὼν ἔστω τοῦ γνωρίζειν, εἴτε δύναται εἴτε ἀδυνατεῖ, τὸ δύνασθαι πέττειν καὶ μὴ πέττειν. τὸ μὲν γὰρ δυνάμενον πέψαι τὴν ὑστάτην τροφήν (λέγων ὑστάτην ἐνταῦθα τροφὴν ὑφ’ ἧς τὰ μόρια τοῦ ἐμβρύου διαγράφεταί τε καὶ προσέτι τρέφεται καὶ αὔξεται) τὸ μὲν δὴ δυνάμενον καλῶς πέττειν ἄρρεν ἐστί, τὸ δὲ μὴ δυνάμενον θῆλυ. τὸ δὲ αἴτιον τοῦ δύνασθαι πέττειν καὶ μὴ πέττειν ἐν τῇ ἀρχῇ καὶ τῷ μορίῳ, τουτέστιν ἐν τῇ καρδίᾳ ἐστὶ τῇ ἐχούσῃ τὴν τῆς φυσικῆς θερμότητος ἀρχήν. ἐπεὶ δέ, ὡς πολλάκις εἴρηται, πρώτη πάντων ἡ καρδία συνίσταται, εὐθὺς αὕτη ἐστὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ. εἰ μὲν γάρ ἐστιν ἡ ἐν αὐτῇ ψυχικὴ θερμότης ἀνάλογος τῇ τῶν ἄστρων θερμότητι δυναμένη πέττειν καὶ κρατεῖν, ἄρρεν ἤδη ἡ τοιαύτη καρδία, εἰ δὲ τοὐναντίον, θῆλυ. ζῷον δὲ θῆλυ καὶ ἄρρεν, ὅταν ἔχῃ καὶ τὰ μόρια καθ’ ἃ διαφέρουσι· ταῦτα δ’ ἐστὶν ὁ περίνεος καὶ ἡ ὑστέρα καὶ τὰ τούτοις ἀκολουθοῦντα αἰδοῖα. ἡ μὲν οὖν ἀρχὴ τοῦ ἄρρενος καὶ θήλεος ἡ καρδία ἐστὶ καὶ ἐν τούτῳ, τουτέστιν ἐν τῷ δύνασθαι τὸ ἐν αὐτῇ θερμὸν ἢ κρατεῖν ἢ μὴ κρατεῖν. τὸ δὲ οὐδὲν γὰρ διαφέρει ἀφ’ ἑκάστου τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν τοιοῦτόν ἐστι· τὸ σπέρμα τὸ τοῦ θήλεος καὶ τὸ τοῦ ἄρρενος ἐπειδὴ καὶ περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς, κἂν προσκριθῇ τοῖς ἀφ’ ὧν ἀπῆλθε μορίοις, σάρκας καὶ ὀστᾶ καὶ νεῦρα καὶ τὰ λοιπὰ ποιήσει, κἂν μὴ προσκριθῇ ἀλλ’ ἀπέλθῃ, τὰ αὐτὰ ποιήσει, ὅπερ καὶ γίνεται. τὸ δὲ ὀρθότερον δ’ οὕτως ἴσον ἐστὶ τῷ ὀρθότερόν ἐστι λέγειν ὅμοιον εἶναι τὸ γεννηθὲν τῷ γεννήσαντι διὰ τὸ μηδὲν διαφέρειν ἀφ’ ἑκάστων τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν, καὶ μὴ ὡς οἱ λοιποὶ τῶν φυσιολόγων λέγουσιν, ὅτι ἀπὸ τῆς κεφαλῆς κεφαλὴ ἀπέρχεται καὶ ὅλως ἀφ’ ἑκάστων ἕκαστα. γίνεται οὖν, φησί, θῆλυ τῇ ἀπεψίᾳ καὶ ψυχρότητι τῆς αἱματικῆς τροφῆς. ὅταν γὰρ τὸ καταμήνιον οὕτως ᾖ ψυχρόν, ὥστε μὴ δύνασθαι κρατηθῆναι καὶ συμπεφθῆναι ὑπὸ τῆς ἐν τῇ καρδίᾳ ὡς δι’ ὀργάνου τοῦ σπέρματος ἀποτεθείσης ψυχικῆς θερμότητος,2 θῆλυ γίνεται· γεγονὸς δὲ θῆλυ εὐθὺς ἀποδίδωσιν ἡ φύσις αὐτῷ καὶ τὴν ὑστέραν τὴν δεκτικὴν τοῦ σπέρματος.
“因此,如果雄性是某种本原和原因”。 这句话的主句归结在“因此在有血动物中必然形成心脏”这一处,而中间的其他内容则是插入进去的。在说了“它是雄性就其具有某种能力而言,是雌性就其缺乏能力而言”之后,他接着补上了“而能力与无能力的界限”,其实际意思是说:“作为你辨识它是有能力还是无能力的界限与准则,应当是能够消化与不能够消化”。因为能够消化终极养料的——此处所谓终极养料是指胚胎各部分借以被勾画轮廓并进一步得到滋养和生长的养料——能够完好消化的就是雄性,不能够的就是雌性。而能够消化与不能够消化的原因,在于作为本原和部分的东西之中,即在拥有自然热之本原的心脏之中。既然如屡次指出的那样,心脏在所有部分中最早形成,那么它立即就是雄性和雌性。因为如果其中的灵魂之热与星辰之热相应,能够消化并制胜,那么这样的心脏就已经是雄性;如果相反,就是雌性。而动物成为雌性和雄性,是在它还拥有使二者相区分的那些部分的时候;这些部分就是会阴与子宫,以及伴随它们的阴部。因此,雄性与雌性的本原是心脏,并且在于这一点,即在于其中的热能够制胜或不能制胜。“因为从各个部分脱离与走向各个部分并无分别”这句话的意思是这样的:既然雌性与雄性的精液也是终极养料的残余物,如果它被附着在它所脱离的那些部分上,它就会造成肌肉、骨骼、肌腱及其他部分;如果它不被附着而是脱离,它也会造成同样的东西,而这正是实际发生的情形。而“如此说是更正确的”等同于说:更为正确的说法是,所生者与生育者相似是因为从各个部分脱离与走向各个部分并无分别,而不是如其他自然哲学家所说的那样,头从头部脱离,普遍地各个部分从各个部分脱离。因此他说,雌性是由于血液性养料的未消化和寒冷而生成的。因为只要月经血如此寒冷,以致不能被那通过作为工具的精液而在心脏中蓄积的灵魂之热所制胜和一同消化,它就会生成为雌性;而一旦生成为雌性,自然便立即将能接纳精液的子宫也赋予它。
- 4.11Ἡ τοῦ ῥητοῦ ἀπόδοσίς ἐστιν ἐν τῷ ἀναγκαῖον ἄρα ἐν τοῖς ἐναίμοις συνίστασθαι καρδίαν, τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται.
指出亚里士多德原文中对应条件从句(引文中的 Εἰ οὖν...)的主句归结(ἀπόδοσις)。解释了从766a30开始的长篇插入成分(παρεμβολή),并明确后续的“ἀναγκαῖον ἄρα...”才是主句的主干。
- 4.11ὑπὸ τῆς ἐν τῇ καρδίᾳ ὡς δι’ ὀργάνου τοῦ σπέρματος ἀποτεθείσης ψυχικῆς θερμότητος
依赖于被动不定词 συμπεφθῆναι 的表示动作发起者或原因的 ὑπό 介词短语。冠词 τῆς 与名词短语 ψυχικῆς θερμότητος 之间插入了地点状语 ἐν τῇ καρδίᾳ、比喻工具状语 ὡς δι’ ὀργάνου τοῦ σπέρματος 以及不定过去被动分词 ἀποτεθείσης,形成夹置修饰结构(hyperbaton),需整体理解为“被通过作为工具的精液而在心脏中蓄积的灵魂之热”。
