- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:175.30-177.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于GA 765b36中“每种能力都有器官”这一前提,注解者借用射箭的比喻阐明雌雄能力差异与生殖器官优劣的对应关系。在区分“无能力”的多重涵义后,进而辨明生殖器官形成与完满的时机,以及雌性作为雄性生成受挫的分化必然性。
" Ἁπάσῃ δὲ δυνάμει ὄργανόν τί ἐστι, καὶ τῇ χεῖρον ἀποτελούσῃ τὸ αὐτό." Καὶ ταῦτα ἔτι ὡς λήμματα προλαμβάνει. εἴη δ’ ἂν τὸ λεγόμενον δῆλον οὕτως εἰποῦσιν· ὥσπερ γὰρ τὸ αὐτὸ ἔργον ποιεῖ καὶ ὁ ἤδη ἀρξάμενος μανθάνειν τὸ τοξεύειν καὶ ὁ τοῦτον διδάσκων (ἀμφότεροι γὰρ τὸ βέλος ἀφιᾶσι διὰ τοῦ τόξου), ἀλλὰ τοῦ μὲν μανθάνοντος τὸ τόξον ἐστὶ χεῖρον, κρεῖττον δὲ τοῦ διδάσκοντος (τοῦ μὲν γὰρ ἄρτι προκύψαντος εἰς τοξείαν χαῦνον καὶ ἀμενηνὸν τὸ τόξον, θατέρου δὲ εὔτονον καὶ ἰσχυρόν), οὕτω καὶ τὸ ἄρρεν καὶ θῆλυ τὸ αὐτὸ ποιοῦσιν ἔργον (γεννῶσι γὰρ ἀμφότερα), ἀλλ’ εἰ κρεῖττον τὸ τοῦ ἄρρενος ἔργον, δῆλον ὅτι καὶ τὸ ὄργανον αὐτοῦ, ὁ καλούμενος περίνεος, κρεῖττον ἔσται τῆς ὑστέρας. εἰπὼν δὲ ὅτι τὸ μὲν ἄρρεν δύναται, τὸ δὲ θῆλυ ἀδυνατεῖ,1 ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἀδύνατον, ὡς ἐν τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ διώρισται συντάξεως (λέγεται γὰρ ἀδύνατον καὶ τὸ μὴ δυνάμενον ὅλως γενέσθαι, καθ’ ὃ σημαινόμενον ἀδύνατόν φαμεν τὴν κέγχρον οὐρανὸν γενέσθαι καὶ ἀριθμὸν τὴν στιγμήν, λέγομεν δὲ ἀδύνατον καὶ τὸ μὴ καλῶς δυνάμενον γενέσθαι, ὥσπερ πάλιν ἄρρυθμόν φαμεν τὸν κακόρρυθμον), κατὰ τὸν δεύτερόν φησι τρόπον τοῦ δυνατοῦ καὶ ἀδυνάτου ἀντικεῖσθαι τὸ θῆλυ καὶ τὸ ἄρρεν. τὸ ταῖς δυνάμεσιν ἀντὶ τοῦ ἡ δύναμις εἴληπται,2 ὡς εἶναι τὸ πᾶν τοιοῦτον ‘διὸ καὶ ἑκάστου τόπου δύναμις ἅμα ταῖς ἐκκρίσεσι τελειοῦται’. τὸ δὲ διὸ ἕκαστοι οἱ τόποι ἅμα ταῖς ἐκκρίσεσι γίνονται οὐκ ἔστι δηλωτικόν, ὡς ἄν τῳ δόξειε, τοῦ μὴ εὐθὺς ἅμα τῇ πρώτῃ συστάσει καὶ τὸν περίνεον καὶ τὴν ὑστέραν γίνεσθαι· ἅμα γὰρ τοῖς ἄλλοις ἅπασι πλὴν τῆς καρδίας καὶ ταῦτα γίνονται. εἰ γὰρ ἦν τούτου δηλωτικόν, ἐζήτει ἄν τις λέγων ‘εἰ ἅμα τῷ δύνασθαι σπέρμα καὶ καταμήνιον ἐκκρίνειν ἐγίνετο ὁ περίνεος καὶ ἡ ὑστέρα, ἡ δὲ τούτων ἔκκρισις μετὰ πολλοὺς χρόνους τῆς γενέσεως γίνεται, ἀνάγκη καὶ τὴν ὑστέραν καὶ τὸν περίνεον τότε γίνεσθαι· νῦν δὲ ἔτι ἐν τῇ ὑστέρᾳ ὄντα τὰ ἔμβρυα ἐν ταῖς ἀνατομαῖς ὁρῶνται ἔχοντα τὰ μόρια ταῦτα’. οὐκ ἔστιν οὖν τούτου δηλωτικόν, ἀλλὰ τὸ γίνονται ἴσον ἐστὶ τῷ τελειοῦνται, καὶ τὸ εἶναι τὴν μὲν ὑστέραν, τὸν δὲ περίνεον τότε κυρίως λαμβάνουσιν, ὅτε καὶ ἡ ἔκκρισις τῶν περιττωμάτων γίνεται, ὥσπερ καὶ τὸ πῦρ λέγεται μὲν καὶ ἐνταῦθα, ἀλλὰ κυρίως τότε ἐστὶ πῦρ, ὅτε ἐν τῷ ἄνω τόπῳ ἐστίν. ὁμοίως δὲ τοῦτο ῥητέον καὶ ἐπὶ κοιλίας καὶ κύστεως. καὶ ἐπεὶ πᾶν μόριον ἐξ οὗ γέγονεν, ἐκ τοῦ αὐτοῦ καὶ τρέφεται, οὐδὲν δὲ τρέφεται, εἰ μὴ ἐν ἑαυτῷ ἕξει τὴν τροφήν, ὑφ’ ἧς τραφήσεται, ἀνάγκη καὶ τὴν ὑστέραν καὶ τὴν κοιλίαν ἐκ τῆς τοιαύτης ὕλης τρέφεσθαι, ἧς εἰσι δεκτικαί, καὶ ἐκ τοιούτου περιττώματος. λίαν δὲ σαφῶς ἐκτίθεται τὰ λοιπά. ταῦτα προλαβὼν λέγει τε καὶ προαναφωνεῖ ὅτι τὸ τοῦ ἄρρενος σπέρμα καὶ ἡ ἐν αὐτῷ φύσις προηγουμένως ἄρρεν βούλεται ποιῆσαι, ὅταν δὲ μὴ δυνηθῇ κρατῆσαι καὶ μεταβαλεῖν τὸ καταμήνιον εἰς τὴν ἑαυτοῦ φύσιν, ἀνάγκη μεταβάλλειν εἰς τὸ ἐναντίον. ἔστι δὲ τὸ θῆλυ, ᾗ θῆλυ, ἐναντίον τῷ ἄρρενι· φθορὰ γὰρ καὶ ἀποτυχία ἄρρενος τὸ θῆλυ. ὅτι δὲ τὸ θῆλυ καὶ τὸ ἄρρεν ᾗ ἄρρεν καὶ ᾗ θῆλυ ἐναντία, εἴρηται. ἐπεὶ δέ, ὡς εἴρηται, τῶν διαφόρων δυνάμεων, τῆς τε χείρονος καὶ κρείττονος, διαφέρει τὰ ὄργανα, διάφοροι δὲ αἱ δυνάμεις τοῦ θήλεος καὶ τοῦ ἄρρενος, ἀνάγκη καὶ τὸ ὄργανον διάφορον ἔχειν, ὥστε μεταβάλλει εὐθὺς εἰς τοιοῦτον ὄργανον, λέγω δὴ εἰς ὑστέραν.
“而对于每种能力都有某种器官,即便对于以较劣方式完成同一工作的能力亦然。” 这些也是他预先作为前提命题假定的。如果这样来说,所言之事便会清楚:正如刚开始学习射箭的人和教他的人完成同一工作(因为二者都是通过弓射出箭矢),但学习者的弓较劣,而施教者的弓较优(因为刚涉足射箭者的弓松弛而无力,另一人的弓则紧绷而强劲),同样,雄性和雌性也完成同一工作(因为二者都进行生育),但如果雄性的工作更优,显然其器官,即所谓的会阴,也将优于子宫。在说雄性有能力而雌性无能力之后,既然“无能力”有多重含义,正如在《形而上学》第四篇(即Δ卷)著作中所规定的(因为全然不可能生成的也被称为无能力,依照这层含义我们说粟粒变成天球或点变成数是不可能的;但我们也把不能完好生成的事物称为无能力,正如我们反过来把节奏恶劣的称为无节奏),他说雌性与雄性乃是依照“有能力”与“无能力”的第二种方式互相对立的。“以诸能力”这一用语是用来代替“能力”,以致整体的意思是:“因此各部位的能力也是随着排泄物一起达到完满的”。而“因此各个部位是随着排泄物一起生成的”这句话,并不如某人可能认为的那样表明会阴与子宫并非在最初凝结的同时立即生成;因为除了心脏之外,它们是与所有其他部分一同生成的。因为如果是表明这一点,便会有人质疑说:“如果会阴和子宫是随着能够排泄精液与月经血而生成,而这些分泌物的排泄发生在出生后很多年,那么子宫和会阴也必然在那时才生成;但事实上,尚在子宫中的胚胎在解剖中便被看到已具有这些部分”。因此这并非表明此点,而是“生成”等同于“达到完满”,并且它们是在残余物的排泄发生之时才严格地获得作为子宫与作为会阴的存在,正如火在此处[地表]也被称为火,但严格而言是在它处于上方处所时才是火。同样的话也必须用于胃和膀胱。而且既然每一部分都是由它从中生成的同一种东西滋养,而除非在自身中拥有赖以被滋养的养料,否则没有任何东西能够被滋养,那么子宫和胃也必然是由它们所能接纳的那种质料、由那种残余物来滋养。其余的部分被极其清楚地阐述出来。在预先假定这些之后,他便讲述并预先宣告:雄性的精液及其中的自然本性首要地想要造成雄性,但当无法制胜月经血并将其转化为自身的自然时,就必然会转化为相反者。而雌性就其为雌性而言,是与雄性相反的;因为雌性是雄性的败坏与落空。至于雌性与雄性就其为雄性与雌性而言是相反的,这已被论及。既然如前所说,不同能力(即较劣与较优能力)的器官各不相同,而雌性与雄性的能力是不同的,它们也就必然具有不同的器官,因此它便立即转化为这样的器官,我说的正是子宫。
- 4.10εἰπὼν δὲ ὅτι τὸ μὲν ἄρρεν δύναται, τὸ δὲ θῆλυ ἀδυνατεῖ
由分词 εἰπών 引领的句子,因其后插入的 ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἀδύνατον 这一原因节及较长的辨析从句(λέγεται γὰρ ...),与主句动词及宾语从属结构相隔甚远,最终归结到 κατὰ τὸν δεύτερόν φησι τρόπον ... ἀντικεῖσθαι τὸ θῆλυ καὶ τὸ ἄρρεν。阅读时当以 εἰπὼν ... φησί(“在说了……之后,他说……”)为核心骨架。
- 4.10τὸ ταῖς δυνάμεσιν ἀντὶ τοῦ ἡ δύναμις εἴληπται
此句是注解者对亚里士多德原文中出现的与格复数短语 ταῖς δυνάμεσιν 所作的语法解释。他指出此处以与格复数代替了主格单数 ἡ δύναμις,从而说明为何整个引用句(ὡς εἶναι τὸ πᾶν τοιοῦτον)应当被理解为主格句“各个部位的能力随排泄物一同完满”。
