- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:174.32-175.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐明月经血只是血液的残余物而非真正的血液,并通过谷物加工成精白面粉的类比,说明经良好成熟化而产生的纯净血液在数量上必然较少,从而论证雄性所分泌的精液才是真正纯净的残余物。
περίττωμα μὲν οὖν αἵματος εἴη ἄν τὸ καταμήνιον, ἀλλ’ οὐ κυρίως αἷμα. τὸ δὲ καὶ οὐκ ἔλαττον γινόμενον καὶ καθαρώτερον τοῖς εὐτροφοῦσιν εἰρωνικῶς ἀπέρριπται πρὸς αὐτούς,1 ὡς εἰ ἔλεγεν ‘οὕτω θαυμαστῶς ἀποφαίνονται περὶ τοῦ καταμηνίου, ὡς ἀναγκαίου ὄντος αἷμα εἶναι πᾶν τὸ πλέον, ἂν δὲ ᾖ ἔλαττον καὶ καθαρόν, ὅπερ συμβαίνει γίνεσθαι ἐπὶ τοῖς εὐτροφοῦσιν καὶ καλῶς πέττουσι, τοῦτο μὴ εἶναι αἷμα. μᾶλλον γὰρ καὶ κυρίως αἷμα τὸ ἔλαττον καὶ καθαρώτερόν ἐστιν, ἀλλ’ οὐ τὸ πολύ· οὗτοι δὲ οἴονται τὸ πλέον μᾶλλον σημεῖον εἶναι θερμῆς φύσεως ὥσπερ καὶ τὸ κατὰ τὴν κοιλίαν περίττωμα’. καὶ ἐπὶ μὲν τῆς κοιλίας ἀληθὲς τὸ λέγειν ὅτι ὅσα τῶν ζῴων ἐπὶ τοῦ αὐτοῦ εἴδους πλείονα περίττωσιν κατὰ φύσιν ἐκ τῆς κοιλίας ἀποκρίνουσι, θερμότερά εἰσι τῶν ἐλάττονα ἀποκρινόντων· ἄνθρωπος γὰρ ὁ μὴ διά τινα νόσον, ἀλλὰ κατὰ φύσιν πλείονα ἐκ τῆς κοιλίας περίττωσιν ἀφιεὶς θερμότερός ἐστι τοῦ ἐλάττονα προϊεμένου, κατὰ φύσιν δηλαδὴ καὶ τούτου. ἀνάγκη2 γὰρ θερμοτέρου ὄντος καὶ τῆς πέψεως ἀθρόας γινομένης διὰ τὴν θερμότητα ἀλλὰ μὴ κατὰ βραχύ, ἀθρόαν γίνεσθαι καὶ τὴν τοῦ περιττώματος σύστασιν, ὥστε καὶ τὴν ἔκκρισιν. ἐν δὲ τῷ ψυχροτέρῳ κατὰ βραχὺ γινομένης τῆς πέψεως κατὰ βραχὺ συμβαίνει καὶ τὴν σύστασιν καὶ τὴν ἔκκρισιν γίνεσθαι. ἀλλ’ ἐπὶ μὲν τοῦ περιττώματος οὕτως, ἐπὶ δὲ τοῦ αἵματος τοὐναντίον· οὐ γάρ ἐστι τὸ αἷμα περίττωμα, ἀλλ’ ἡ ἐσχάτη τροφή, πᾶσα δὲ ἡ τοιαύτη ἐλάττων. ὥσπερ γάρ, φησί, καὶ ἐκ τῆς πρώτης τροφῆς ἐκ πολλῆς ὀλίγον ἀποκρίνεται τὸ χρήσιμον (λέγων πρώτην τροφὴν τοὺς στάχυας τοὺς ἐν τῇ ἅλῳ κειμένους) ὥσπερ γὰρ ἐπὶ ταύτης πολλαπλάσιον μὲν γίνεται τὸ ἄχυρον τοῦ σίτου, καὶ πάλιν τούτου ἐν τῷ μύλῳ κατεργασθέντος καὶ διὰ κοσκίνου διακριθέντος πολλαπλάσιον μὲν γίνεται τὸ ἀχρηστότερον, ὑποπολλαπλάσιος δὲ ἡ σεμίδαλις, ἥτις ἐστὶ χρησιμώτατον καὶ ἔσχατον, οὕτως ἀνάγκη καὶ τὸ κυρίως αἷμα, ἐπειδὴ χρησιμωτάτη ἐστὶ τροφὴ καὶ ἀνάλογος τῇ σεμιδάλει, ὀλίγον εἶναι, τὸ δὲ καταμήνιον πολύ, ὡς ἀνάλογον πάλιν τῇ ἀχρήστῳ τροφῇ, ἀφ’ ἧς ἡ σεμίδαλις ἀπεκρίθη. ἐπεὶ δέ, ὡς εἴρηται, ἄρρεν ἐστὶ τὸ δυνάμενον πέττειν, θῆλυ δὲ τὸ μὴ δυνάμενον, εἰκότως ἐκκρίνει τὸ ἄρρεν περίττωμα καθαρόν· δεῖ γὰρ τὸ καθαρὸν ἐπὶ τοῦ περιττώματος ἀκούειν τοῦ ἐκκρινομένου ἀπὸ τοῦ ἄρρενος.3 εἶπε γὰρ πολλάκις ὅτι ἐστὶ τὸ καταμήνιον σπέρμα οὐ καθαρόν, ὥστε λείπεται σπέρμα καθαρὸν ἀκούειν τὸ τοῦ ἄρρενος.
因此,月经血应当是血液的残余物,但不是严格意义上的血液。而“在营养良好的人身上既没有变少也没有变得更纯净”这句话,是对他们带着讽刺意味抛出的,就像他在说:“他们关于月经血发表了如此奇妙的论断,仿佛必然所有数量较多的东西都是血液,而如果是较少且纯净的——这恰恰发生在营养良好且成熟化良好的人身上——这反倒不是血液了。因为更少且更纯净的才更真正且严格地是血液,而不是那大量的;但他们却认为,较多量反而如同腹中的残余物一样是温热本性的标志。”而在腹部的情况下,说同一种类中凡在自然状态下从腹部分泌较多残余物的动物都比分泌较少的更热,这话确实是真的;因为一个人如果不是由于某种疾病、而是在自然状态下从腹部排出较多残余物,他就比排出较少的人更热——显然也是指后者在自然状态下。因为既然体质更热,且由于温热而使成熟化全盘发生而不是逐渐发生,残余物的凝集因而其排泄也就必然全盘发生。而在较寒冷的人身上,由于成熟化是逐渐发生的,凝集与排泄也碰巧是逐渐发生的。然而,虽然对于残余物而言是这样,对于血液而言却恰恰相反;因为血液不是残余物,而是终极的营养,并且凡是这样的[营养]都是较少量的。因为正如他说的那样,即使从最初的营养中,也是从大量之中只分泌出少量的有用之物(他说“最初的营养”是指放在打谷场上的谷穗)——因为正如在此情况下,糠秕比起谷粒来要多出数倍,而这谷粒再次在磨坊中加工并通过筛子甄别时,较无用之物变为数倍之多,而作为最有用且终极之物的精白面粉却只占很小的比例——同样,严格意义上的血液既然是最有用的营养并且类比于精白面粉,也就必然是少量的,而月经血则是大量的,如同再次类比于分离出精白面粉的那无用的营养。而既然如前所说,能够成熟化的是雄性,不能的是雌性,雄性分泌纯净的残余物就是理所当然的;因为必须把“纯净的”理解为是指从雄性分泌出来的残余物。因为他多次说过月经血是不纯净的精液,因此剩下的就只能将雄性的精液理解为纯净的了。
- 4.9τὸ δὲ καὶ οὐκ ἔλαττον γινόμενον καὶ καθαρώτερον τοῖς εὐτροφοῦσιν εἰρωνικῶς ἀπέρριπται πρὸς αὐτούς
中性定冠词 τὸ 将引自亚里士多德的短语(καὶ οὐκ ἔλαττον γινόμενον καὶ καθαρώτερον τοῖς εὐτροφοῦσιν)整体名词化,作为主句动词 ἀπέρριπται 的主语。整句的骨架为:“‘……’这句话是对他们带着讽刺意味抛出的”。
- 4.9ὥσπερ γάρ, φησί, καὶ ἐκ τῆς πρώτης τροφῆς ... ὥσπερ γὰρ ἐπὶ ταύτης ... οὕτως ἀνάγκη
由于插入的解释(λέγων πρώτην τροφὴν ...)打断了句子,ὥσπερ γάρ 被再次使用以恢复前文结构,最终由主句中的 οὕτως ἀνάγκη 形成呼应。
- 4.9δεῖ γὰρ τὸ καθαρὸν ἐπὶ τοῦ περιττώματος ἀκούειν τοῦ ἐκκρινομένου ἀπὸ τοῦ ἄρρενος
动词 ἀκούειν 在此取注疏中常见的“理解为、解释为”之意。介词短语 ἐπὶ τοῦ περιττώματος 与后面的分词短语 τοῦ ἐκκρινομένου ἀπὸ τοῦ ἄρρενος 同格关联,意为“必须把‘纯净的’理解为是指从雄性分泌出来的残余物”。
