← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§174.1-174.32

依主动与被动能力对雌雄的规定及体温差异

注疏亚里士多德根据主动的形式本原与被动的质料本原之能力与无能对雄雌所作的规定,阐明雄性更为温热,而雌性多血实由寒冷所致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9#1

" Ἀλλ’ ἐπεὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ διώρισται δυνάμει τινὶ καὶ ἀδυναμίᾳ." Ἀντειπὼν πρὸς τοὺς λέγοντας, πῶς τὸ ἄρρεν καὶ θῆλυ γίνεται, καὶ τὴν οἰκείαν μέλλων ἐκθεῖναι δόξαν προλαμβάνει ταῦτα ὡσπερεὶ λήμματα συνεργὰ γενησόμενα αὐτῷ πρὸς τὴν τῆς ἀρρενογονίας καὶ θηλυγονίας ἀπόδοσιν. λέγει οὖν ‘ἐπειδὴ τὸ ἄρρεν καὶ θῆλυ διώρισταί τινι δυνάμει καὶ ἀδυναμίᾳ, καὶ ἄρρεν μέν ἐστι τὸ δυνάμενον πέττειν καὶ συνιστάναι καὶ ἐκκρίνειν σπέρμα ἔχον ἐν ἑαυτῷ τὴν τοῦ εἴδους ἀρχήν, ἀλλ’ οὐ τὴν ὑλικὴν ἀλλὰ τὴν κινοῦσαν πρώτην, τουτέστι τὴν ποιητικήν’ (αὕτη δὲ ἦν μάλιστα ἡ αἰσθητική· τὴν γὰρ θρεπτικὴν καὶ τὸ θῆλυ παρέχεται, ὥσπερ εἴρηκε πρότερον), εἰπὼν οὖν ὅτι τὴν κινοῦσαν πρώτην ἐπήγαγε ‘τὸ γὰρ κινοῦν καὶ ποιοῦν ἢ ἐν ἑαυτῷ ἔχει τὸ γινόμενον,1 ὥσπερ τὰ φυσικά (πᾶν γὰρ ὃ ἂν φυσικῶς γίνηται, ἐν ἑαυτῷ ἔχει τὴν κινοῦσαν ἀρχὴν καὶ ἄγουσαν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), ἢ ἐν ἄλλῳ, τουτέστιν ἐκτός’. τὰ γὰρ ὑπὸ τέχνης γινόμενα οὐκ ἐν ἑαυτοῖς ἔχει τὸ κινοῦν, ἀλλ’ ἐκτός· οὐ γάρ ἐστιν ἐν τῷ χαλκῷ ὁ ἀνδριαντοποιὸς ὥσπερ ἐν τῷ σίτῳ ἡ κινοῦσα αὐτὸν ἀρχὴ καὶ ποιοῦσα φύειν καὶ ἀναδιδόναι στάχυν. εἴτε οὖν τὸ γινόμενον ἐντὸς ἑαυτοῦ καὶ σύμφυτον ἔχει τὸ κινοῦν καὶ ποιοῦν, εἴτε ἐν ἄλλῳ καὶ ἐκτὸς τοῦτο δύναται ποιεῖν, τουτέστι τὸ κινεῖν καὶ ἄγειν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, τὸ οὖν δυνάμενον κινεῖν καὶ ἄγειν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀρχὴν κινητικὴν λεκτέον, κἄν τε ἐντός ἐστι τοῦ γινομένου κἄν τε ἐκτός, ἀλλ’ οὐχ ὑλικήν. τὸ δὲ ἀδυνατοῦν συνιστάνειν καὶ ἐκκρίνειν ποιητικὴν καὶ κινητικὴν ἀρχήν, δεχόμενον δὲ μᾶλλον αὐτὴν ἐν ἑαυτῷ, θῆλυ τοῦτό ἐστιν. ἔτι, φησίν, εἰ πᾶσα πέψις θερμότητι ἐργάζεται (πᾶν γὰρ τὸ πεπεμμένον θερμότητι ἐπέφθη), πέττει δὲ καὶ συνίστησι τὸ τοῦ ἄρρενος σπέρμα, ἀνάγκη τὰ ἄρρενα τῶν ζῴων θερμότερα εἶναι τῶν θηλέων. τὰ γὰρ θήλεα οὐ διὰ θερμότητα, ὥς τινές φασι, πολυαιμεῖ κατά τινας τόπους, λέγων τινὰς τόπους τὰς ὑστέρας, ἀλλὰ μᾶλλον διὰ ψυχρότητα. κατεσκεύαζον δὲ αὐτὸ οὕτως· εἰ τὸ αἷμα θερμόν, τὸ πλέον ἔχον αἷμα θερμότερον ἔσται τοῦ ἧττον ἔχοντος· ἔχει δὲ πλέον αἷμα τὸ θῆλυ, θερμότερον ἄρα τὸ θῆλυ τοῦ ἄρρενος. ἐγκαλεῖ οὖν αὐτοῖς λέγων ὅτι οὐ πᾶν ὑγρὸν καὶ ἐρυθρὸν αἷμά ἐστιν, ὥστε οὐδὲ θερμόν· ὥστε οὐ θερμότερον ἐξ οὗ τοῦτο γέγονε.2

“但是,既然雄性和雌性是由某种能力与无能所规定的……” 在反驳了那些主张雄性和雌性如何生成的人之后,他打算阐述自己的看法,便预先假定这些前提,就像有助于他对雄性生成与雌性生成做出解释的引理一样。因此他说:“既然雄性和雌性是由某种能力与无能所规定的,并且雄性是能够成熟化、凝聚并分泌精液的,这精液自身内具有形式的本原——不是质料的本原,而是最初的运动本原,亦即能动的本原”(而这尤其是感觉的本原;因为正如他此前所说,雌性也提供营养的本原);在说了“最初的运动本原”之后,他接着补充道:“因为生成之物要么在其自身内具有运动者和产生者,如同自然之物那样(因为一切自然生成之物,其自身内都具有运动它并将其从潜能引导至现实的本原),要么在另一个事物中,亦即在外部”。因为由技艺生成之物并不是在其自身内具有运动者,而是在外部;因为雕塑家并不是在青铜之中,如同运动小麦并使它生长且结出穗子的本原是在小麦之中那样。因此,无论生成之物是在自身内部且生来具有运动与产生的本原,还是[该本原]能够在另一个事物中且从外部做到这一点,亦即运动并从潜能引导至现实,能够运动并从潜能引导至现实之物都必须被称为动力本原——无论它是在生成之物的内部还是外部——而不是质料本原。而不能凝聚并分泌能动与动力本原、反而是在自身中接受它的,这就是雌性。此外他说,如果一切成熟化都是通过热起作用(因为一切成熟化之物都是通过热成熟化的),而雄性的精液成熟化并凝聚,那么动物的雄性就必然比雌性更温热。因为雌性并不是如某些人所说由于温热而在某些部位(他说某些部位是指子宫)多血,反而是由于寒冷。他们是这样论证这一点的:如果血液是热的,那么拥有较多血液的就将比拥有较少的更热;而雌性拥有较多的血液,因此雌性比雄性更热。因此他指责他们,说并非一切红色的液体都是血液,因而甚至也不是热的;因此产生这液体的[母体]也不是更热的。

语法注2 条
  1. 4.9τὸ γὰρ κινοῦν καὶ ποιοῦν ἢ ἐν ἑαυτῷ ἔχει τὸ γινόμενον

    此处二者虽同为中性单数,但由紧接的解释(πᾶν γὰρ ὃ ἂν φυσικῶς γίνηται, ἐν ἑαυτῷ ἔχει τὴν κινοῦσαν ἀρχήν 等)可知,τὸ γινόμενον(生成之物)为主语,前置的 τὸ κινοῦν καὶ ποιοῦν(运动者与产生者)为宾语,意为“生成之物在其自身内具有运动者与产生者”。相对于亚里士多德原文(765b12–13)的 ἐάν τ’ ἐν αὑτῷ ἐάν τ’ ἐν ἄλλῳ τοῦτο δύνηται ποιεῖν(“无论它是在自身内还是在他物内能够做到这一点”),斐洛庞诺斯用动词 ἔχει(具有)来表述自然生成中主动本原内在化于生成物内部的状态。

  2. 4.9ὥστε οὐ θερμότερον ἐξ οὗ τοῦτο γέγονε

    这是一个省略了先行词(雌性或母体)的结构,关系从句 ἐξ οὗ τοῦτο γέγονε(此物由之产生者)实质上充当了表语形容词 θερμότερον(更热的)的主语,意为“产生这液体的[母体]并不是更热的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:174.1-174.32