- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:172.28-173.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏《论动物的生成》第4卷第1章(765a21),其中亚里士多德批判了通过结扎左右睾丸来决定性别的无经验根据的主张,阐明睾丸并非生成的根本器官,并主张应当通过近因而非远因来进行解释。
" Παραπλησίως δέ τινες πεπεισμένοι τούτοις εἰσὶ καὶ λέγουσιν ὡς τὸν δεξιὸν ὄρχιν ἀποδουμένοις.1" Τὸ ἀποδουμένοις ἀντὶ τοῦ δεσμήσασιν, ἐκ τοῦ δῶ δήσω, τὸ δεσμῶ. ἔστι δὲ τὸ λεγόμενον ‘παραπλησίως τοῖς ἀπὸ τῶν δεξιῶν τὰ ἄρρενα γεννῶσι λέγουσι καὶ οὗτοι· φασὶ γὰρ ὡς εἴ τις τὸν δεξιὸν ὄρχιν δεσμήσας προβάτου ἢ ἀνθρώπου ἢ ἄλλου τινὸς ἐν τῇ ὁμιλίᾳ, τὸν δὲ ἀριστερὸν ἐάσει ἀπολελυμένον, τὸ γεγονὸς ἔσται θῆλυ· εἰ δ’ ἀνάπαλιν τὸν ἀριστερὸν δεσμήσει, ἐάσει δὲ τὸν δεξιόν, ἄρρεν ἔσται τὸ γεννηθέν. ἀλλὰ κἂν ἐκτέμῃς τὸν δεξιὸν ὄρχιν, θηλυτοκεῖ, εἰ δὲ τὸν ἀριστερόν, ἀρρενοτοκεῖ’. ταῦτα δὲ λέγουσιν οὐ πείρᾳ μαθόντες οὐδ’ ἀληθῶς, ἀλλὰ μαντευόμενοι. λέγουσι γὰρ ὅτι ἐπεὶ τὰ δεξιὰ θερμότερα, ἀνάγκη καὶ τὸ ἀπ’ αὐτῶν ἀπιὸν θερμότερον εἶναι· τὸ δὲ θερμὸν μᾶλλον δύναται συνιστάνειν, τὸ μᾶλλον δυνάμενον συνιστάνειν ἄρρεν ποιεῖ· ἀνάγκη ἄρα καὶ τὸ ἀπὸ τοῦ δεξιοῦ ὄρχεως ἄρρεν εἶναι, θῆλυ δὲ τὸ ἀπὸ τοῦ ἀριστεροῦ. ἐγκαλεῖ οὖν αὐτοῖς καί φησιν ὅτι πρὸ τοῦ δῆσαι θάτερον τῶν ὄρχεων καὶ ἰδεῖν εἰ οὕτως συμβαίνει (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ προλαμβάνοντες ὡς οὕτως ἔχον πρὶν γινόμενον οὕτως ἰδεῖν), πρὶν οὖν δήσωσι καὶ πεῖραν λάβωσιν εἰ οὕτως γίνεται, ἔκ τινων εἰκότων ταῦτα μαντεύονται. ἔτι δέ, φησίν, οἱ τοὺς ὄρχεις αἰτιώμενοι τῆς τε ἀρρενογονίας καὶ θηλυγονίας ἠγνόησαν ὡς οὐδὲν οὗτοι πρὸς γένεσιν ὅλως συμβάλλονται, ὡς δέδεικται ἐν τῷ πρώτῳ βιβλίῳ ταύτης τῆς πραγματείας. σημεῖον δὲ τοῦ μὴ πρὸς γένεσιν τοὺς ὄρχεις συμβάλλεσθαι τὸ πολλὰ μὲν εἶναι ἄρρενα καὶ θήλεα καὶ γεννᾶν καὶ ἄρρενα καὶ θήλεα, ὄρχεις δὲ μὴ ἔχοντα, ὥσπερ οἱ ἰχθύες, ὥστε εἴπερ οἱ ὄρχεις ἦσαν αἴτιοι ἀρρενογονίας καὶ θηλυγονίας, τὰ μὴ ἔχοντα ὄρχεις οὔτ’ ἂν ἄρρενα οὔτε θήλεα ἐγέννων· γεννῶσι δέ. λέγει δὲ τὰ αὐτὰ τῶν ζῴων εἶναι ἄρρενα καὶ θήλεα, τάς τε χάννας καὶ τοὺς ἐρυθρίνους μελίττας τε καὶ βασιλεῖς, καὶ ἄλλα πλείω τούτων. οὕτω δὴ ἀντειπὼν πρὸς αὐτοὺς λέγει ὅτι τὸ μὲν τῆς τῶν ἀρρένων καὶ θηλέων γενέσεως αἰτιᾶσθαι τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν ἔχει μέν τινα λόγον, ἀλλὰ τὸ λέγειν οὕτως οὐκ ἔστι λέγειν τὸ προσεχὲς καὶ κυριώτατον αἴτιον· ἐπεὶ καὶ τὸ λέγειν ὅτι ὅδε ὁ ἄρτος ἐκ τῶν τεσσάρων ἐστὶ στοιχείων ἀληθὲς μέν, ἀλλὰ τὸ μάλιστα καὶ κυριώτατον αἴτιον αὐτοῦ ἐστι τά τε ἄλευρα ὅ τε ἅλς τό τε ὕδωρ καὶ τὰ λοιπά. τὸ δὲ δεῖ μάλιστα προσάγειν ἐκ τῶν ἐνδεχομένων ἐγγὺς τῶν πρώτων αἰτίων ἴσον ἐστὶ τῷ πολλῶν ἐνδεχομένων εἶναι τοῦ αὐτοῦ αἰτίων καὶ τῶν μὲν ἐγγύτερον τῶν δὲ πορρώτερον, ἐκ τῶν ἐγγύτερον δεῖ ποιεῖσθαι τὰς ἀποδόσεις. ὑποστικτέον δὲ εἰς τὸ ἐνδεχομένων, εἶτα ἐπακτέον τὸ ἐγγὺς τῶν πρώτων αἰτίων.2
“有些人受到与这些人相似的劝服,并主张对于结扎右侧睾丸的人而言……” “对于结扎者(ἀποδουμένοις)”是用来替代“绑缚了的人(δεσμήσασιν)”,源自δῶ,δήσω,即“我绑缚(δεσμῶ)”。所言者乃是:“这些人说的也与那些主张从右侧产生雄性的人相似;因为他们主张,如果在交配中有人绑缚了羊或人或某种其他动物的右侧睾丸,而留下左侧的未受束缚,所产生者将是雌性;但如果反过来绑缚左侧,留下右侧,所产生者将是雄性。而且即使你切除右侧睾丸,它就产雌性,若切除左侧,就产雄性。”他们说这些话并非出于经验得知,也不是凭着真理,而是出于揣测。因为他们说,既然右侧较温热,从它们出来的东西也必然较温热;而温热之物更能凝聚,更能凝聚之物造成雄性;所以从右侧睾丸出来的必然也是雄性,从左侧出来的则是雌性。因此[亚里士多德]指责他们并说,在绑缚睾丸中任意一个并看是否如此发生之前(因为‘甚至在看到它如此生成之前就预先假定它是如此’表明的就是这点),因此在他们绑缚并获得关于是否如此发生的经验之前,他们便根据某些盖然之事揣测这些。此外他说,那些将雄性生成与雌性生成归因于睾丸的人,未曾知晓睾丸对生成完全没有任何贡献,正如在这部论著的第一卷中已经证明的那样。而睾丸对生成没有贡献的证据在于:许多动物虽是雄性和雌性,并且既生雄性又生雌性,却不具有睾丸,正如鱼类那样;以致如果睾丸真是雄性生成与雌性生成的原因,那些没有睾丸的动物就既不能生雄性也不能生雌性;然而它们确实生成。并且他说,同一种动物既是雄性也是雌性,比如花鲈和红鲷,以及蜜蜂和蜂王,还有比这些更多的其他动物。在这样反驳了他们之后,他说,将雄性和雌性的生成归因于温热与寒冷以及右侧与左侧固然有某种道理,但这样说并不是陈述切近且最首要的原因;因为说这个面包来自四元素固然也是真实的,但它最根本且最首要的原因是面粉、盐、水以及其余部分。而‘最应当从可能者中引向最初原因附近’等同于:对于同一事物可能有许多原因,有些较近,有些较远,应当从较近的原因中做出解释。应当在‘可能者(ἐνδεχομένων)’处加逗号,然后接续‘最初原因附近(ἐγγὺς τῶν πρώτων αἰτίων)’。
- 4.8ὡς τὸν δεξιὸν ὄρχιν ἀποδουμένοις
与格分词 ἀποδουμένοις 用作关涉与格(“对于结扎……的人而言”),注疏者将其解释为等同于 δεσμήσασιν(指涉动作的主体),其依赖于一个省略了结果谓词(如雌性生成)的句法结构。
- 4.8ὑποστικτέον δὲ εἰς τὸ ἐνδεχομένων, εἶτα ἐπακτέον τὸ ἐγγὺς τῶν πρώτων αἰτίων
关于亚里士多德语句“δεῖ μάλιστα προσάγειν ἐκ τῶν ἐνδεχομένων ἐγγὺς τῶν πρώτων αἰτίων”标点(ὑποστιγμή)的句法指示。注疏者指示在 ἐνδεχομένων 之后点逗号,将 ἐκ τῶν ἐνδεχομένων 理解为独立的介词短语(“在可能的原因中”),随后的 ἐγγὺς τῶν πρώτων αἰτίων 则作为副词性短语修饰引向或说明。
