- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:171.22-172.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德《动物生成论》765a3批评阿那克萨戈拉雌雄生成说(来自右侧为雄,来自左侧为雌)之处,斐洛庞奴斯解释了否定雄性提供质料的反驳,阐明了精液与子宫左右不匹配所导致的谬论(无子宫的雌性与有子宫的雄性),并对难解的文本字句作了疏解。
" Ὁ δ’ αὐτὸς λόγος καὶ πρὸς τοὺς λέγοντας τὸ μὲν ἄρρεν ἀπὸ τῶν δεξιῶν εἶναι, τὸ δὲ θῆλυ ἀπὸ τῶν ἀριστερῶν." Αὕτη ἡ δόξα τοῦ Ἀναξαγόρου· οὗτος γὰρ ἦν ὁ λέγων ὅτι εἰ μὲν ἀπὸ τῶν δεξιῶν μερῶν ἀπέλθοι τοῦ ἄρρενος καὶ πρὸς τὰ δεξιὰ ἔλθοι τῆς ὑστέρας, ἄρρεν γίνεται, εἰ δ’ ἀπὸ τῶν ἀριστερῶν καὶ πρὸς τὸ ἀριστερόν, θῆλυ. δεῖ δὲ ἡμᾶς εἰδέναι ὅτι καὶ οὗτος ἐν τῷ σπέρματι ἐνεργείᾳ ἔλεγεν εἶναι τὰ μόρια, ἀναίσθητα δὲ διὰ σμικρότητα. ἀπαντᾷ οὖν καὶ πρὸς αὐτὸν λέγων ἐπεὶ δέδεικται ὅλως μηδεμίαν ὕλην συμβάλλεσθαι τὸ ἄρρεν, τὰ δὲ μόρια ὕλη τοῦ ὅλου εἰσί, ψεῦδος τὸ λέγειν ὅτι τὰ μὲν ἀπὸ τῶν δεξιῶν ἄρρενός ἐστι γεννητικά, τὰ δ’ ἀπὸ τῶν ἀριστερῶν θήλεος. εἰ δὲ δεῖ, φησί, συγχωρεῖν ὅτι καὶ τὸ ἄρρεν συμβάλλεταί τινα ὕλην, ἀπαντητέον καὶ πρὸς αὐτὸν ὥσπερ καὶ πρὸς Ἐμπεδοκλέα’. [εἰπὼν δὲ τὸν Ἐμπεδοκλέα θερμότητι καὶ ψυχρότητι τῆς ὑστέρας διορίζειν τὸ ἄρρεν καὶ τὸ θῆλυ, τὸν δὲ Ἀναξαγόραν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς, ἐπάγει πρὸς τὸν Ἀναξαγόραν ὧν διὰ τί αἴτιον,1 τουτέστιν ὧντινων, τοῦ τε ἄρρενος καὶ θήλεος, ὡς εἶναι τὸ πᾶν τοιοῦτον ‘ἐξ ὧν, τοῦ τε ἄρρενος καὶ θήλεος, διὰ τί αἴτιον τὸ σῶμα τὸ τῆς ὑστέρας ἤτοι ἡ ὑστέρα τοῖς ἐκ τῶν ἀριστερῶν ἀπελθοῦσιν ὑπάρξει, τοῖς δ’ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει’; εἴη δ’ ἂν τὸ ὧν διὰ τί ἐπὶ τῶν μορίων, ἀλλὰ μὴ ἐπὶ τοῦ ἄρρενος καὶ θήλεος εἰρημένον.] ἐν δὲ τῇ λέξει τῇ ὧν διὰ τίνα αἰτίαν ὑπάρξει τοῖς ἐκ τῶν ἀριστερῶν, τοῖς δ’ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει τὸ σῶμα τῆς ὑστέρας ἴσον ἐστὶ τῷ ‘διὰ τίνα ποτὲ λόγον καὶ αἰτίαν ἡ ὑστέρα αἰτία ἔσται τοῦ τοῖς μὲν ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος ἀπελθοῦσι καὶ εἰς αὐτὴν ἐλθοῦσι θήλεα ἀποτελεῖν, ἄρρενα δὲ μή’; ἦν γὰρ ἡ λέγουσα τοῦτο δόξα τοιαύτη· εἰ μὲν γὰρ ἀπὸ τῶν ἀριστερῶν μερῶν τοῦ ἄρρενος ἀπέλθοι τὸ ὁρώμενον σπέρμα καὶ ἐν ἑαυτῷ ἔχον ἐνεργείᾳ τὰ μόρια, ἀναίσθητα δὲ διὰ σμικρότητα, καὶ εἰς τὸ ἀριστερὸν μέρος τῆς ὑστέρας εἰσέλθοι, θῆλυ γίνεται. ὥστε λείποι ἂν ἐν τῇ λέξει τὸ ἀριστερόν· τὸ δὲ σῶμα ταὐτόν ἐστι τῷ τὸ μέρος. καὶ εἴη ἂν τὸ πᾶν τοιοῦτον ‘ὧν διὰ τί αἴτιον ὑπάρξει τοῖς ἐκ τῶν ἀριστερῶν, τοῖς δ’ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει τὸ ἀριστερὸν μέρος τῆς ὑστέρας;’ ἀλλὰ καὶ τὸ ἂν γὰρ ἔλθῃ μέν, μὴ ἔχῃ δὲ τοῦτο τὸ μόριον, ἔσται θῆλυ οὐκ ἔχον ὑστέραν ἴσον ἐστὶ τῷ ‘ἂν γὰρ ἔλθῃ μὲν ἀπὸ τῶν δεξιῶν τοῦ ἄρρενος τὸ σπέρμα, πεσεῖται δὲ εἰς τὸ ἀριστερὸν τῆς ὑστέρας, ὡς μὲν ἀπὸ τῶν δεξιῶν τοῦ ἄρρενος ὂν ἕξει περίνεον καὶ οὐχ ὑστέραν, ὡς δὲ εἰς τὸ ἀριστερὸν πεπτωκὸς μέρος τῆς ὑστέρας ἔσται θῆλυ· ἔσται ἄρα θῆλυ μὴ ἔχον ὑστέραν, ὅπερ ἀδύνατον. εἰ δ’ ἀπέλθοι μὲν ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος, ἔλθοι δὲ πρὸς τὰ δεξιὰ τῆς ὑστέρας, ἔσται ἄρρεν ἔχον ὑστέραν, ἄρρεν μὲν ὡς πεπτωκὸς ἐν τῷ δεξιῷ τῆς ὑστέρας, ὑστέραν δὲ ἔχον, ὅτι ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος ἀπῆλθεν’. ἐν δὲ τῇ λέξει τῇ καὶ τοῦτο οὐχ ὅτι ἅπαξ, ἀλλὰ καὶ πλεονάκις ἢ τὸ ἄρρεν τὸ ἢ ἀντὶ τοῦ παρὸ εἴληπται, οὐ διαζευκτικῶς.2
“同样的论证也适用于那些主张雄性来自右侧而雌性来自左侧的人。” 这是阿那克萨戈拉的观点;因为正是他主张,如果[精液]从雄性的右侧部分出来并进入子宫的右侧,就生成雄性;如果从左侧出来并进入左侧,就生成雌性。但我们必须知晓,他也主张各个部分在精液中现实地存在,只是由于微小而不可感觉。因此[亚里士多德]也回应他道:既然已经证明雄性完全不提供任何质料,而部分是整体的质料,那么主张来自右侧者产生雄性、来自左侧者产生雌性就是虚妄的。他说:“但如果必须承认雄性也提供某种质料,那么对他的回应也必须如同对恩培多克勒一样。”[在说了恩培多克勒以子宫的温热与寒冷区分雄性与雌性,而阿那克萨戈拉则以右侧与左侧区分之后,他又针对阿那克萨戈拉补充道“这些之中由于何种原因”,即哪些之中,也就是雄性与雌性之中,以致整个文句是这样的:“从这些即雄性与雌性之中,由于何种原因子宫的物体即子宫将属于那些来自左侧者,而不属于那些来自右侧者?”但“这些之中由于何种”大概是就诸部分而言的,而不是就雄性与雌性而言的。]而在“这些之中子宫的物体由于何种原因将属于来自左侧者,而不属于来自右侧者”这句文辞中,它等同于:“究竟出于何种道理和原因,子宫会成为对于那些从雄性左侧出来并进入它内部者生成雌性而非雄性的原因?”因为主张这点的观点是这样的:如果从雄性的左侧部分出来可见的精液,并在自身中现实地具有各部分,只是由于微小而不可感觉,且进入子宫的左侧部分,就生成雌性。因此文辞中大概缺少了“左侧”;而“物体”与“部分”是同一的。整个文句大概会是这样的:“这些之中,子宫的左侧部分由于何种原因将属于来自左侧者,而不属于来自右侧者?”此外,“因为如果它来了,却没有这个部分,它将是没有子宫的雌性”也等同于:“因为如果精液从雄性的右侧而来,却落入子宫的左侧,作为来自雄性右侧者它将具有会阴而没有子宫,但作为落入子宫左侧部分者它将是雌性;因此它将是没有子宫的雌性,这是不可能的。而如果它从雄性的左侧出来,却走向子宫的右侧,它将是具有子宫的雄性:作为落入子宫右侧者是雄性,但因为来自雄性的左侧而具有子宫。”而在“并且这不仅是一次,而且比雄性更频繁”这句文辞中,“或者/比(ἢ)”被用来替代“较之/比(παρό)”,而不是选言性的。
- 4.7ὧν διὰ τί αἴτιον
关于关系代词属格 ὧν 的指涉与句法关系,注疏者提出了两种解释:其一是以文境中在先的“雄性与雌性”为先行词,补出介词 ἐξ 读作“从这些(即雄性与雌性)之中”;其二则是将 ὧν 视为指向“各个部分(身体器官)”。译文依循注疏者所呈现的这一句法梳理加以翻译。
- 4.7τὸ ἢ ἀντὶ τοῦ παρὸ εἴληπται, οὐ διαζευκτικῶς
关于连词 ἢ(通常为选言“或者”或比较“比……”)的功能,斐洛庞奴斯做出了明确的句法裁定:它在此并非选言性地(οὐ διαζευκτικῶς)使用,而是取表示比较的 παρό(< παρ’ ὅ,“较之/比……”)之义。译文依此语法判断统合理解。
