← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§170.7-171.21

德谟克利特学说的难点与心脏的生成优先性

解释亚里士多德在部分优势上认为德谟克利特优于恩培多克勒的观点,随后阐述针对德谟克利特无法解释生殖器形态差异及与父母相似性的批评。进而指出德谟克利特主张子宫和会阴先于心脏与血管生成的发生顺序之荒谬,论证生成的真正本原在于心脏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5

" Ὅλως δὲ τό γε τὴν τοῦ μέρους ὑπεροχὴν κρατήσασαν ποιεῖν θῆλυ βέλτιον μέν." Διὰ τούτων προτίθησι τὴν τοῦ Δημοκρίτου δόξαν τῆς τοῦ Ἐμπεδοκλέους δόξης λέγων ‘ὅλως δὲ τὸ λέγειν ὅτι κρατήσασα καὶ νικήσασα φέρε εἰπεῖν ἡ ὑστέρα τὸν περίνεον καὶ εἰς ἑαυτὴν μεταβαλοῦσα θῆλυ ποιεῖ γίνεσθαι, ἢ ἔμπαλιν τὸν περίνεον κρατήσαντα ἄρρεν, βέλτιόν ἐστι τοῦ ἀφροντίστως καὶ ἀνεξετάστως, ὥσπερ ὁ Ἐμπεδοκλῆς, λέγειν ὅτι θερμῆς οὔσης τῆς ὑστέρας ἄρρεν γίνεται, ψυχρᾶς δὲ θῆλυ’. οὕτως οὖν προθεὶς καὶ κρείττονα εἶναι φήσας τὴν Δημοκρίτειον δόξαν τῆς Ἐμπεδοκλέους δόξης ἐνίσταται καὶ πρὸς Δημόκριτον λέγων τὸ μέντοι συμβαίνειν ἅμα καὶ τὴν τοῦ αἰδοίου μορφὴν ἑτέραν δεῖται λόγου.1 εἴπομεν δὲ πρὸ βραχέος τὴν Δημοκρίτειον δόξαν ἐκθέμενοι λέγειν τὸν Δημόκριτον ὅτι ἐπικρατησάσης τῆς ὑστέρας, διὰ τὸ λίαν σύνεγγυς αὐτῇ εἶναι τὸ αἰδοῖον ἐπικρατεῖ καὶ τοῦτο καὶ νικᾷ τὸ τοῦ ἄρρενος αἰδοῖον καὶ εἰς ἑαυτὸ μεταβάλλει, καὶ τὰ λοιπὰ μέρη ὁμοίως. πρὸς τοῦτο οὖν ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ‘ἐπειδὴ τὰ τοῦ θήλεος ἅπαντα μέρη κεκράτηκε τῶν τοῦ ἄρρενος ἁπάντων μορίων καὶ εἰς ἑαυτὰ μεταβέβληκεν, ἔδει τὸ γεννηθὲν μὴ μόνον εἶναι θῆλυ, ἀλλὰ καὶ ἐοικὸς τῇ μητρί· νῦν δὲ πάνυ πολλὰ γίνεται θήλεα ἐοικότα τοῖς πατράσιν· ὁμοίως κἂν ἐπεκράτησε τὰ τοῦ ἄρρενος, ἄρρεν καὶ ἐοικὸς τῷ πατρί· πολλὰ δὲ ἄρρενα ἐοίκασι ταῖς μητράσιν’. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη· κατὰ δὲ τὴν λέξιν τὴν εἰ γὰρ ὅτι σύνεγγυς, καὶ τῶν λοιπῶν ἔδει μορίων ἀκολουθεῖν ἕκαστον2 ἴσον ἐστὶ τῷ ‘εἰ γὰρ διότι σύνεγγυς τῇ ὑστέρᾳ ἐστὶ τὸ αἰδοῖον καὶ τῷ αἰδοίῳ μηροὶ καὶ ἥβη, καὶ τούτοις ἕτερα κἀκείνοις ἄλλα, διὰ τὴν τοῦ ἑνὸς ἐπικράτειαν συνακολουθεῖ καὶ τἄλλα καὶ συνεπικρατεῖ τῷ πρώτως ἐπικρατήσαντι, εἰ δὴ διὰ τοῦτο οὕτως γίνονται, ἔδει θῆλύ τε εἶναι τὸ γεγονὸς καὶ μητρὶ ἐοικός’.

“总体而言,部分的优势占了上风因而造成雌性,确实更好。” 通过这些话,他把德谟克利特的观点置于恩培多克勒的观点之上,他说:“总体而言,比如说,主张子宫占优势并战胜会阴且将其转化归入自身,从而造成雌性生成,或者反过来会阴占优势造成雄性[生成],要比像恩培多克勒那样欠缺考虑且不加检视地主张子宫温热时生成雄性、寒冷时生成雌性更好。”在这样将德谟克利特的观点置于优先地位并称其优于恩培多克勒的观点之后,他又针对德谟克利特提出异议,说道:“然而,同时生殖器的形态也变成另一种,这需要说明。”我们在不久前阐述德谟克利特的观点时曾说,德谟克利特主张,当子宫占优势时,由于生殖器与其极其邻近,生殖器也占了优势并战胜雄性生殖器且将其转化归入自身,其余部分也是如此。对此亚里士多德回应道:“既然雌性的所有部分都胜过了雄性的所有部分并将其转化归入自身,那么所生成之物不仅应当是雌性,而且还应当相似于母亲;但实际上,有极多生成的雌性相似于父亲;同样地,即使雄性的部分占了优势,也[应当是]雄性且相似于父亲;但许多雄性却相似于母亲。”所言的意旨便是如此。而在文辞方面,“因为如果由于邻近,其余各个部分也本应当追随”,这就等同于:“因为如果由于生殖器邻近子宫,大腿和阴阜邻近生殖器,其他部分邻近这些,更有另外的部分邻近那些,由于其中一处的优势,其他部分也随之追随并与最初占优势者一同取得优势——如果确实由于这个原因而如此生成,那么所生成之物就既应当是雌性,又应当相似于母亲。”

§4.6

"Ἔτι ἄτοπον καὶ τὸ ταῦτα οἴεσθαι δεῖν γίνεσθαι τὰ μόρια." Καὶ τοῦτο πρὸς Δημόκριτον ἀπέρριπται. ἔστι δὲ ὃ λέγει· ἄτοπον τὸ νομίζειν πρῶτον ταῦτα γίνεσθαι τὰ μόρια (λείπει γὰρ τὸ πρῶτον)3 ἄτοπον οὖν τὸ μόνον νομίζειν ὅτι πρῶτον ἡ ὑστέρα ἢ ὁ περίνεος γίνεται καὶ μὴ ἅμα ὅλον τὸ σῶμα, καὶ μάλιστα καὶ πρῶτον αἱ φλέβες, περὶ ἃς περίκεινται αἱ σάρκες, ὥσπερ τὰ χρώματα περὶ τὴν σκιαγραφίαν’. ὑποδοχὴ γὰρ αἵματος καὶ αἱ φλέβες καὶ ἡ ὑστέρα, ἀλλὰ προτέρα ἡ τῶν φλεβῶν· ἐξ αὐτῶν γὰρ ἡ ὑστέρα τὸ αἷμα δέχεται. ὥστε ἀνάγκη πρότερον τὴν καρδίαν, εἶτα τὰς φλέβας, καὶ οὕτω τὰ λοιπὰ γενέσθαι. κινοῦσαν γὰρ ἀρχὴν ἢ τὴν καρδίαν ἢ τὴν ἐν αὐτῇ ψυχὴν εἴρηκεν, ὁμοίως δὲ καὶ γενέσεως ἀρχήν· ἀρχὴ γὰρ γενέσεως ἡ καρδία νῦν ἐν τῷ ποιά τις εἶναι. ὡς γὰρ προϊὼν ἐρεῖ, τῆς καρδίας θερμῆς οὔσης γίνονται ἄρρενα δι’ οὓς ἐρεῖ τρόπους· ἤδη γὰρ ἄρρεν ἢ θῆλυ ἐν τῇ καρδίᾳ ἐστί. συμβαίνει μὲν οὖν, φησίν, ἡ διαφορὰ τῶν μερῶν τούτων πρὸς ἄλληλα τοῖς θήλεσι καὶ τοῖς ἄρρεσι, τουτέστι κατὰ τὰ μόρια ταῦτα, τὰς ὑστέρας καὶ τὰ αἰδοῖα, εἰσὶ τὰ μὲν ἄρρενα τὰ δὲ θήλεα, ἀλλ’ οὐκ ἀρχὴν καὶ αἰτίαν τῶν μορίων τούτων ὑποληπτέον οὔτε τὴν θερμοτέραν ἁπλῶς ὑστέραν καὶ ψυχροτέραν, ὡς Ἐμπεδοκλῆς φησιν, οὔτε τὴν ἐπικράτειαν τῶν μερῶν, ὡς Δημόκριτος, ἀλλ’ ἑτέραν τινά, εἴτε ἀποκρίνεται σπέρμα καὶ ἀπὸ τοῦ θήλεος καὶ ἀπὸ τοῦ ἄρρενος εἴτε μή. περὶ γὰρ τούτων δέδεικται ἱκανῶς ὅτι οὔτε τὸ ἄρρεν συμβάλλεταί τι σωματῶδες οὔτε τὸ θῆλυ σπέρμα.

“此外,认为必须是这些部分生成,也是荒谬的。” 这也是针对德谟克利特而发的。他所说的是:认为这些部分首先生成是荒谬的(因为缺少了“首先”一词);“因此,仅仅认为子宫或会阴首先生成,而不是整个身体同时[生成],尤其是首先生成血管——肌肉包裹在血管周围,就像色彩敷设在素描轮廓周围一样——[这样认为]是荒谬的。”因为血管和子宫都是血液的容纳之所,但血管的容纳在先;因为子宫正是从血管中接收血液。因此,必然首先是心脏生成,然后是血管,由此其余部分才生成。因为他曾说过,发动运动的本原要么是心脏,要么是心脏之中的灵魂,同样它也是生成的本原;因为心脏作为具有某种特质之物,现在成了生成的本原。因为正如他后文将要说的,当心脏温热时生成雄性,这是由于他将要阐明的方式;因为雄性或雌性已经存在于心脏之中了。因此他说,这些部分彼此之间的差异出现在雌性与雄性身上,也就是说,根据这些部分,即子宫与生殖器,一些是雄性而另一些是雌性;但不应当将这些部分的本原和原因设想为如恩培多克勒所说单纯是更热或更冷的子宫,也不应设想为如德谟克利特所说是各部分的优势,而应设想为某种别的东西,无论精液是从雌性和雄性双方分泌出来还是并非如此。因为关于这些问题,已经充分证明了雄性并不提供任何物体性的东西,雌性也不提供精液。

语法注3 条
  1. 4.5τὸ μέντοι συμβαίνειν ἅμα καὶ τὴν τοῦ αἰδοίου μορφὴν ἑτέραν δεῖται λόγου

    带冠词的不定式短语 τὸ συμβαίνειν ἅμα καὶ τὴν τοῦ αἰδοίου μορφὴν ἑτέραν 整体充当主句动词 δεῖται 的主语。不定式 συμβαίνειν 的逻辑主语为宾格短语 τὴν τοῦ αἰδοίου μορφήν,ἑτέραν 则作表语性宾格(“变成另一种”)。

  2. 4.5εἰ γὰρ ὅτι σύνεγγυς, καὶ τῶν λοιπῶν ἔδει μορίων ἀκολουθεῖν ἕκαστον

    对亚里士多德原文省略句式的解释。条件从句 εἰ γὰρ ὅτι σύνεγγυς 中省略了系动词 ἐστί(“因为如果由于[它与子宫]邻近[而如此]”),归结从句则使用带有非现实含义的非人称过去式 ἔδει 统领不定式 ἀκολουθεῖν 及其主格宾格 ἕκαστον。

  3. 4.6λείπει γὰρ τὸ πρῶτον

    注疏者指明在引文的 τὸ ταῦτα οἴεσθαι δεῖν γίνεσθαι τὰ μόρια 句式中省略了副词 πρῶτον(“首先”)。通过补充这一省略,在句法上明确了批判的焦点并非“这些部分本身的生成”,而是“认为这些部分先于心脏和血管生成”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:170.7-171.21