← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§168.29-170.6

冷热致雌雄说与对恩培多克勒的反驳

注疏亚里士多德《动物生成论》764a23–764b3,考察对恩培多克勒将雌雄生成归咎于冷热之说的反驳:指出恩培多克勒未说明具体机制,该理论与同胎龙凤双胞胎的解剖学现象相抵触,且既然他主张各部分分离,便更应当采取德谟克利特式的完整部分模型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3

" Ἀλλὰ μὴν κἂν εἰ τῶν μορίων τῆς διαφορᾶς αἴτιον ἡ θερμότης." Ἐὰν ἡ θερμότης, φησί, ποιεῖ τὰ μόρια καθ’ ἃ τὸ ἄρρεν χαρακτηρίζεται, ἡ δὲ ψυχρότης καθ’ ἃ τὸ θῆλυ, ἔδει τὴν ψυχρότητα καὶ τὴν θερμότητα τῆς τῶν τοιούτων μορίων διαφορᾶς αἰτιώμενον εἰπεῖν,1 πῶς καὶ τίνα τρόπον ἡ μὲν θερμότης ποιεῖ ταδί, ἡ δὲ ψυχρότης ταδὶ τὰ μόρια. τοῦτο γάρ ἐστιν ὡς εἰπεῖν τὸ λέγειν περὶ γενέσεως ἄρρενος καὶ θήλεος, τουτέστι τὸ λέγειν, πῶς καὶ τίνα τρόπον τὰ μὲν ποιεῖ τὸ θερμόν, τὰ δὲ τὸ ψυχρόν, τοῦτό ἐστι τὸ λέγειν περὶ γενέσεως ἄρρενος καὶ θήλεος, ἀλλ’ οὐ τὸ ἁπλῶς οὕτως ἀποφαίνεσθαι ὅτι τὸ μὲν θερμὸν ποιεῖ τὸ ἄρρεν, τὸ ψυχρὸν δὲ τὸ θῆλυ. τὸ δὲ τοῦτο γὰρ διαφέρει φανερῶς ἴσον ἐστὶ τῷ ἡ γένεσις2 (τὸ γὰρ τοῦτο ἀντὶ τοῦ ἡ γένεσις εἴληπται) ἡ γένεσις οὖν, φησί, τοῦ ἄρρενος καὶ τοῦ θήλεος φανερῶς διαφέρει, ὥστε ἡ μὲν κατ’ ἄλλον γίνεται τρόπον, ἡ δὲ καθ’ ἕτερον· ἔδει οὖν τὸν Ἐμπεδοκλέα εἰπεῖν τοὺς τοιούτους τρόπους. ἵνα δὲ μή τις εἴπῃ ὅτι ὡς σαφεῖς ὄντας τοὺς τρόπους, καθ’ οὓς τὸ μὲν γίνεται ἄρρεν τὸ δὲ θῆλυ, παρείασεν, ἐπήγαγε τὸ οὐ μικρόν τε ἔργον τὸ ἀπ’ ἐκείνης τῆς ἀρχῆς περὶ τῆς γενέσεως, λέγων ἐκείνην ἀρχὴν τὸ θερμὸν καὶ ψυχρόν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον ‘καίτοι οὐ χρὴ λέγειν ὅτι ὡς σαφεῖς παρῆκεν Ἐμπεδοκλῆς τοὺς τρόπους καὶ τὰς αἰτίας, καθ’ ἃς γίνεται τὸ ἄρρεν καὶ τὸ θῆλυ· οὐ γάρ ἐστι μικρὸν ἔργον οὐδὲ πρόχειρον τὸ εἰπεῖν, ὅπως ἀπὸ τῆς θερμότητος καὶ ψυχρότητος γίνονται, ἀλλὰ καὶ λίαν δυσχερὲς καὶ δύσκολον’. ταῦτα εἰπὼν περὶ Ἐμπεδοκλέα ἐπάγει τὸ ἰσχυρότατον τῶν ἐπιχειρημάτων τὴν πίστιν ἔχον ἐκ τῶν φαινομένων, λέγων ἔτι δὲ γίνεται δίδυμα ἅμα, καὶ τὸ μέν ἐστιν ἄρρεν, τὸ δὲ θῆλυ· ὥστε εἰ μὲν ἦν ψυχρὰ ἡ ὑστέρα, ἔδει ἀμφότερα θήλεα εἶναι, εἰ δὲ θερμή, ἀμφότερα ἄρρενα· νῦν δὲ τὸ μέν ἐστιν ἄρρεν, τὸ δὲ θῆλυ. εἰ δέ τις λέγει ὅτι τὸ μὲν ἄρρεν ἐν τοῖς δεξιοῖς ἐστι, τὸ δὲ θῆλυ ἐν τοῖς ἀριστεροῖς, οὐδ’ οὕτως ὑγιῶς λέγει· ὦπται γὰρ καὶ θῆλυ ἐν τῷ δεξιῷ μέρει τῆς ὑστέρας πάνυ πολλάκις καὶ ἄρρεν ὁμοίως ἐν τῷ ἀριστερῷ. περὶ ὧν εἰ μὲν μὴ συνεωράκει μηδ’ ὅλως ἀνέτεμεν Ἐμπεδοκλῆς, εἰκότως ἡμάρτανεν· ἐκ γὰρ τῶν ἀνατομῶν ταῦτα ὁρᾶταί τε καὶ εὑρίσκεται· εἰ δ’ ἀνέτεμε καὶ εὗρεν ἐν τῇ αὐτῇ καὶ μιᾷ ὑστέρᾳ δίδυμα, ὧν τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ ἦν, ἄτοπον τὸ ἔτι νομίζειν τὴν θερμότητα καὶ ψυχρότητα αἰτίας τῆς τούτων γενέσεως.

“而且,即使热是各部分之差异的原因。” 他说,如果热造就了使雄性得以表征的部分,而冷造就了使雌性得以表征的部分,那么把此类部分的差异归咎于冷和热的人,本应当说明热究竟如何并以何种方式造就这些部分,而冷又如何造就那些部分。因为这可以说就是谈论雄性与雌性的生成,也就是说明热者究竟如何并以何种方式造就这些部分、冷者又如何造就那些部分,这才是谈论雄性与雌性的生成,而不是简单地如此断言:热者造成雄性,而冷者造成雌性。至于“因为这显然有所不同”这句话,就等同于“生成[显然有所不同]”(因为“这”是用来代替“生成”的);因此他说,雄性与雌性的生成显然有所不同,以至于一方以一种方式生成,另一方以另一种方式生成;所以恩培多克勒本应当说明这些方式。为了不让人说是由于使一方成为雄性、另一方成为雌性的诸方式显而易见,他才略过不提,[亚里士多德]接着补充道:“而从那个本原出发[谈论]关于生成的事并非一项微不足道的工作”,他所谓的“那个本原”是指热与冷。所说的意思是这样的:“然而不应当说,恩培多克勒是因为雄性与雌性生成所依据的方式和原因显而易见才予以忽略的;因为要说明它们如何从温热与寒冷中生成,绝非微不足道或举手之劳的工作,而是极其艰难且棘手的。” 在谈了有关恩培多克勒的这些内容之后,他引出了最有力的一条论证,该论证的信服力来自现象,他说:此外,双胞胎同时生成,其中一个是雄性,另一个是雌性;因此,如果子宫是冷的,两者都应当是雌性,但如果是热的,两者都应当是雄性;然而事实上,一个是雄性,另一个是雌性。如果有人说雄性在右侧,雌性在左侧,即便如此他说的也不正确;因为在子宫的右侧部分极频繁地见到过雌性,同样在左侧也见到过雄性。关于这些情况,如果恩培多克勒未曾观察到,也根本未曾进行过解剖,他犯错乃是合乎情理的;因为这些情况是通过解剖被观察并发现的;但如果他解剖过,并在同一个子宫中发现了双胞胎,其中一个是雄性而另一个是雌性,却仍然认为温热与寒冷是它们生成的原因,那就是荒谬的。

§4.4

"〈Λέγοντί τε τὰ μόρια διεσπάσθαι τοῦ γινομένου〉." Τὸ λεγόμενον οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘ἐπειδὴ γὰρ Ἐμπεδοκλῆς διασπᾷ τὰ μέρη τοῦ γινομένου, ὥσπερ εἴπομεν πρὸ βραχέος, λέγων ἀπὸ μὲν τοῦ ἄρρενος ἀπιέναι τὸ ἥμισυ τῆς καρδίας, ἀπὸ δὲ τοῦ θήλεος τὸ ἥμισυ (διὸ καὶ ἐπιθυμοῦσι τῆς ἀλλήλων ὁμιλίας), ἐπειδὴ οὖν, φησί, διασπᾷ τὰ μόρια, κάλλιον ἦν Ἐμπεδοκλεῖ λέγειν ὅτι σύνοδος γίνεται ὁλοκλήρων τῶν μορίων, ὥσπερ Δημόκριτος ἔλεγε, καὶ εἰ μὲν κρατήσει τὰ τοῦ ἄρρενος, γίνεται ἄρρεν, εἰ δὲ τὰ τοῦ θήλεος, θῆλυ, καὶ μὴ λέγειν ὅτι διὰ ψῦξιν καὶ θερμότητα’. τὸ δὲ ἀναγκαῖον καὶ τῶν τοιούτων διῃρῆσθαι τὸ μέγεθος, τὸ διῃρῆσθαι ἀντὶ τοῦ διῃρημένον καὶ καθ’ αὑτὸ εἶναι3 τὸ μέγεθος τῆς τοῦ ἄρρενος κεφαλῆς, ἤτοι ὁλόκληρον εἶναι τὴν κεφαλήν, ἀλλὰ μὴ τὸ ἥμισυ αὐτῆς εἶναι ἀπὸ τῆς τοῦ ἄρρενος κεφαλῆς καὶ τοῦ πατρός, τὸ δ’ ἥμισυ ἀπὸ τῆς κεφαλῆς τῆς μητρός.

“〈而且对于主张生成之物的诸部分被撕裂开的人来说〉。” 所说的内容是这样被引出的,就好像他在说:“因为既然恩培多克勒撕裂了生成之物的诸部分,正如我们不久前所说,主张心脏的一半来自雄性,另一半来自雌性(因此它们也渴望彼此交合)——他说,既然他撕裂了诸部分,那么对恩培多克勒而言,与其说这是由于冷却与温热,还不如像德谟克利特所说的那样,主张各个完整的部分汇合在一起,如果雄性的部分占优势就生成雄性,如果雌性的部分占优势就生成雌性。”而在“此类部分的大小也必然已经被分割”这句文辞中,“已经被分割”是用来代替雄性头部的大小是分开的且独立存在的,也就是说头部是完整无缺的,而不是它的一半来自雄性即父亲的头部,另一半来自母亲的头部。

语法注3 条
  1. 4.3ἔδει τὴν ψυχρότητα καὶ τὴν θερμότητα τῆς τῶν τοιούτων μορίων διαφορᾶς αἰτιώμενον εἰπεῖν

    在非人称动词 ἔδει 所统辖的带逻辑主语的不定式结构中,αἰτιώμενον 是阳性单数宾格分词,充当不定式 εἰπεῖν 的逻辑主语(指恩培多克勒)。τῆς τῶν τοιούτων μορίων διαφορᾶς 是表示归咎对象的属格,τὴν ψυχρότητα καὶ τὴν θερμότητα 则是表示归咎原因的宾格(即 αἰτιάομαί τί τινος 句式)。

  2. 4.3τὸ δὲ τοῦτο γὰρ διαφέρει φανερῶς ἴσον ἐστὶ τῷ ἡ γένεσις

    注疏者在此解释亚里士多德原文(764a25: τοῦτο γὰρ διαφέρει φανερῶς)中指示代词 τοῦτο 的指称对象。菲洛波诺斯指出 τοῦτο 是用来代指 ἡ γένεσις(“生成”),以此明确该从句的主语。

  3. 4.4τὸ διῃρῆσθαι ἀντὶ τοῦ διῃρημένον καὶ καθ’ αὑτὸ εἶναι

    注疏者用表状态的形容词/分词短语 διῃρημένον καὶ καθ’ αὑτὸ εἶναι(“被分开且独立存在”)来转述亚里士多德原文(764b8)中的现在完成时被动态不定式 διῃρῆσθαι。他将此完成时不定式解释为不仅仅表示动作的完成,更是表示由此导致的结果性独立存在状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:168.29-170.6