← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§15.27-17.17

胎生动物子宫的位置与睾丸内外分布的原因

注疏亚里士多德《动物生成论》719a14,解释了胎生动物的子宫为何位于下方而非横膈膜附近(避免阻碍呼吸和难产),并探讨了睾丸生于体内与体外的质料因和功能因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Πρὸς δὲ τούτοις ἀδύνατον ζῷα γίνεσθαι ἐν τοῖς ὑποζώμασιν." Εἰπὼν τίνος ἕνεκα τὰ ᾠοτοκοῦντα πρὸς τοῖς ὑποζώμασιν ἔχουσι τὰς ὑστέρας, τὰ δὲ ζῳοτοκοῦντα κάτω πρὸς τοῖς ἄρθροις λέγει πρὸς δὲ τούτοις ἀδύνατον ζῷα γίνεσθαι ἐν τοῖς ὑποζώμασι. τὰ μὲν γὰρ ἔμβρυα ἀναγκαῖον βάρος ἔχειν (σώματα γάρ εἰσι) καὶ κίνησιν· κινοῦνται γὰρ ἐν ταῖς ὑστέραις ὄντα. ὁ δὲ πρὸς τῷ ὑποζώματι τόπος, ἐν ᾧ αἱ φρένες, ἐπίκαιρος τουτέστιν ἀναγκαῖος ὢν πρὸς τὸ ζῆν, οὐκ ἂν δύναιτο ὑπενέγκαι τὸ βάρος καὶ τὴν κίνησιν τοῦ ἐμβρύου· δυσπνοίας γὰρ ἂν καὶ ὅλως πνιγμοὺς ἐποίει τὸ ἔμβρυον περικείμενον τὰ ἀναπνευστικὰ μόρια αὐτόθι κείμενα καὶ μὴ ἐῶν αὐτὰ ἀνεμποδίστως καὶ καλῶς ἀποπληροῦν τὸ οἰκεῖον ἔργον. ὥστε ἀναγκαῖόν ἐστι μὴ κεῖσθαι τὰς τῶν ζῳοτοκούντων ὑστέρας πρὸς τῷ ὑποζώματι, ἵνα μὴ πνίγωνται ἐν τῷ τίκτειν. Ἔτι δὲ ἄνω κειμένων τῶν ὑστερῶν ἀνάγκη δυστόκους γίνεσθαι διὰ τὸ ἀπόστημα τὸ ἀπ’ ἐκεῖσε ἄχρι τῶν ἄρθρων, ὅπου καὶ νῦν πρὸς τοῖς ἄρθροις κειμένων τῶν ὑστερῶν,1 ἂν περὶ τὸν τόκον ἀνασπάσωσιν αὐτὰς πρὸς τὸ ὑπόζωμα χασμησάμεναι (ἕλκουσι γὰρ αὐτὰς καὶ ἀνάγουσιν αἱ χάσμαι) δυστοκοῦσι, καὶ διὰ τὸ πεφυκέναι τὰς χάσμας ἀνάγειν πρὸς τὸ ὑπόζωμα τὰς ὑστέρας οὐκ ἐῶσιν αἱ μαῖαι τὰς τικτούσας περὶ τὸν καιρὸν τοῦ τόκου χασμᾶσθαι, μᾶλλον δὲ πταρμοὺς παρασκευάζουσι διὰ τὸ ἀπωθεῖν κάτω τὰς ὑστέρας τοὺς πταρμούς. οὐ μόνον δὲ τῶν ὑστερῶν ἐχουσῶν ἔμβρυον καὶ ἄνω πρὸς τὰς φρένας ἀνασπασθεισῶν δύσπνοιαι γίνονται διὰ τὸ περικεῖσθαι αὐτὰς, ὡς εἴρηται, τὰ ἀναπνευστικὰ μόρια καὶ διὰ τὸ τὰς φρένας βλάπτεσθαι ὑπό τε τοῦ βάρους καὶ τῆς ἀπ’ αὐτῶν ὑγρότητος. καὶ γὰρ καὶ ἐπὶ τῶν ἀνδρῶν, ὅταν ὑπὸ πολλῆς οἰνοποσίας καὶ τῆς ἀπ’ αὐτῆς πλείονος ἀπογεννωμένης ἀναθυμιάσεως ὑγρανθῶσιν αἱ φρένες, βλάπτονται καὶ παραφρονοῦσιν· ἡ γὰρ μέθη, ἣν παραφροσύνην καλεῖν δίκαιόν ἐστι, γίνεται ὑγραινομένων τῶν φρενῶν ὑπὸ τῆς ἀναθυμιάσεως τῆς γενομένης ἀπὸ τῆς πολλῆς οἰνοποσίας. ἀλλὰ περὶ τούτων εἴρηται καὶ ἐν τῷ Περὶ ζῴων μορίων· ἡμῖν δὲ ἐλέγετο ὅτι οὐ μόνον ἐχουσῶν τῶν ὑστερῶν ἔμβρυον δύσπνοιαι καὶ πνιγμοὶ γίνονται, ἀλλὰ καὶ κενῶν οὐσῶν καὶ ἀνασπασθεισῶν ἄνω πνίγουσιν. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὡς εἰ πνίγουσιν αἱ ὑστέραι ἄνω ἀνασπώμεναι, ἀνάγκη σαρκώδεις αὐτὰς εἶναι (εἰ δὲ μὴ σαρκώδεις, δῆλον ὡς οὐδὲ ὑγραί· ἀνάγκη οὖν σαρκώδεις εἶναι καὶ ἰσχυροτέρας τῶν τε φρενῶν καὶ τῶν ἀναπνευστικῶν μορίων), ὅπερ οὖν ἔμελλέ τις ὡς ἄπορον ἐπάγειν, οὗτος ὡς ἀληθὲς ὂν ὁμολογεῖ· φησὶ γὰρ πνίγουσιν οὖν αἱ ὑστέραι ἄνω προσιστάμεναι· καὶ γὰρ ἀναγκαῖον τὰς μελλούσας ζῷον ἕξειν ἰσχυροτέρας εἶναι τῶν φρενῶν καὶ τῶν ἀναπνευστικῶν μορίων καὶ σαρκώδεις. ἀλλὰ πῶς αἱ τῶν ὀρνίθων ὑστέραι ἄνω οὖσαι πρὸς τῷ ὑποζώματι οὐ πνίγουσι τὰς ὄρνιθας; ἤ, φησίν, ὑμενώδεις εἰσὶν αὗται καὶ οὐ σαρκώδεις, τὸ δὲ ὑμενῶδες οὔτε ἰσχυρόν ἐστιν οὔθ’ ὑγρὸν καὶ βαρὺ ὡς τὸ σαρκῶδες. ἀλλὰ καὶ ἐπ’ αὐτῶν, φησί, τῶν ποιουμένων διγονίαν, τουτέστι τῶν ᾠοτοκούντων καὶ ζῳοτοκούντων, φανερὸν ὅτι πνιγμοὶ γίνονται ἄνω κειμένων τῶν ὑστερῶν· τὰ μὲν γὰρ ᾠὰ ἄνω καὶ ἐν τῷ πλαγίῳ ἴσχουσι διὰ τὸ μὴ κινεῖσθαι μηδὲ βάρος ποιεῖν, τὰ δὲ ζῷα κάτω. Σαφῶς δὲ καταλέγει τὰς αἰτίας, δι’ ἃς αἱ μὲν ὑστέραι πᾶσαι ἐντός εἰσι, τῶν δὲ ὄρχεων οἱ μὲν ἐντὸς οἱ δὲ ἐκτός. καίτοι εἶπε περὶ τῶν ὄρχεων ἱκανὰς αἰτίας, ἀλλά, φησί, πρὸς ταῖς εἰρημέναις ἔστωσαν καὶ αὗται. ἀνασπᾶσθαι δέ φησι τοὺς ἐκτὸς ὄρχεις ἐν τῇ τῆς γονῆς προέσει, ἵνα γίνωνται οἱ ἐν αὐτοῖς ἑλικοειδεῖς πόροι ἐν τῇ ἀνασπάσει ἐπ’ εὐθείας τῷ αἰδοίῳ· εἰ γὰρ τὸ μὲν ἐστιν ἄνω, οἱ δὲ ὄρχεις καὶ οἱ ἐν αὐτοῖς πόροι κάτω, οὐκ ἂν ῥᾳδίως ἀνέρχοιτο ἀπ’ αὐτῶν πρὸς τὸ αἰδοῖον ἡ γονή. ὥστε ἀνάγονται μὲν καὶ διὰ τὴν θερμότητα, ὥσπερ εἴπομεν καὶ ἐν τῇ ἀρχῇ τοῦδε τοῦ βιβλίου, ἀνάγονται δὲ καὶ διὰ τὴν λεχθεῖσαν νῦν αἰτίαν. ἔχουσι δὲ οἱ ὄρνιθες ἐντὸς τοὺς ὄρχεις καὶ διὰ τὴν τοῦ δέρματος σκληρότητα καὶ διὰ τὸ ἀσύμμετρον εἶναι κατὰ μέγεθος περιλαβεῖν καὶ σκέπειν2 τοὺς ὄρχεις. ὅμοιον δέ ἐστι τὸ εἰρημένον, ὥσπερ ἄν εἴ τις εἴποι ἀσύμμετρον εἶναι τὸν μέδιμνον κατὰ μέγεθος δύο ἅμα χωρῆσαι μεδίμνους. καὶ ἔστω, φησί, πρὸς ταῖς εἰρημέναις αἰτίαις καὶ αὕτη τοῦ τὰ μὲν ἔχειν ἐκτὸς τὰ δ’ ἐντὸς τοὺς ὄρχεις. εἴη δ’ ἂν αὕτη ἡ αἰτία ἀπὸ τῆς ὕλης καὶ ὅλως ὡς ὑλική.

“除这些之外,动物不可能在横膈膜的部位生成。” 在说明了卵生动物为何将子宫生在横膈膜附近,而胎生动物将子宫生在下方靠近关节处之后,他说:“除这些之外,动物不可能在横膈膜的部位生成。”因为胚胎必然具有重量(因为它们是物体)和运动;因为它们在子宫中时是运动的。而靠近横膈膜的处所,心膈即在其中,作为对于生命至关重要即必然的部分,无法承受胚胎的重量和运动;因为胚胎若包围位于彼处的呼吸部位,且不容许它们不受阻碍且良好地完成其固有的功用,就会造成呼吸困难乃至整个的窒息。因此,胎生动物的子宫不位于横膈膜附近是必然的,以免它们在生产时窒息。此外,如果子宫位于上方,由于从彼处直到关节的距离,必然造成难产;在如今子宫位于关节附近的情况下,如果产妇在分娩前后由于打哈欠而将子宫向横膈膜处上提(因为哈欠会牵拉并上提子宫),尚且会难产,而且由于哈欠在自然本性上会将子宫上提到横膈膜处,接生婆不容许产妇在分娩时刻打哈欠,反而引发喷嚏,因为喷嚏会将子宫向下推。不仅当子宫怀有胚胎并被上提到心膈处时会产生呼吸困难(如前所述,由于它们包围了呼吸部位,且心膈因重量和来自子宫的湿气而受损);因为事实上在男子身上,每当由于大量饮酒及由此产生的过多蒸气而使心膈变湿时,他们也会受损并发谵妄;因为醉酒(正当称之为发谵妄)就是在心膈被大量饮酒产生的蒸气所湿润时发生的。但关于这些,在《论动物的各部分》中亦已讨论过;而我们所说的乃是:不仅在子宫怀有胚胎时会产生呼吸困难和窒息,甚至在子宫空虚而被上提时亦会造成窒息。既然有人会说,如果子宫在上提时造成窒息,它们就必然是多肉的(如果不具多肉性,显然亦非湿润;因此必然是多肉的,且比心膈和呼吸部位更强韧),那么凡有人将要作为疑难而提出者,他都承认为真;因为他说,子宫紧逼上方时确实会造成窒息;因为凡将要容纳动物的子宫,都必然比心膈和呼吸部位更强韧,且是多肉的。但是,鸟类的子宫在上方靠近横膈膜,为何不使鸟类窒息呢?抑或,他说,这些子宫是膜质的而非多肉的,而膜质之物既不强韧,亦不像多肉之物那样湿润而沉重。然而,他说,即便在具双重生育者自身之中(即卵生且胎生者),如果子宫位于上方就会造成窒息亦是显而易见的;因为它们由于卵不运动亦不产生重量而将卵保存在上方和侧腹部,而将动物保存在下方。他清楚地列举了所有子宫皆在体内,而睾丸有的在体内有的在体外的诸原因。尽管他已就睾丸陈述了充分的原因,但是,他说,在已述诸原因之外,亦当加上这些。他说,体外的睾丸在精液排出时会被上提,以便其中的螺旋状管道在上提时与阴茎成一直线;因为如果阴茎在上方,而睾丸及其中的管道在下方,精液就不易从它们上升到阴茎。因此,正如我们在此书开头所言,它们既因热量而被上提,亦因现在所说的原因而被上提。而鸟类将睾丸生在体内,既由于皮肤的坚硬,亦由于在体积上不足以包容并庇护睾丸。所说的这种情况,正如有人说一斗(麦狄姆诺)在体积上不足以同时容纳两斗一样。他说,在已述原因之外,亦当加上这个作为有的将睾丸生在体外而有的生在体内之原因。而这个原因当是源于质料的,且总体上乃是作为质料因。

语法注2 条
  1. 1.3ὅπου καὶ νῦν πρὸς τοῖς ἄρθροις κειμένων τῶν ὑστερῶν

    关系副词 ὅπου 在此并非指示具体处所,而是作为连词引导一种伴有让步或对比语气的既成事实(“在如今……的情况下”)。κειμένων τῶν ὑστερῶν 为独立属格结构。

  2. 1.3ἀσύμμετρον εἶναι κατὰ μέγεθος περιλαβεῖν καὶ σκέπειν

    接在形容词 ἀσύμμετρον 之后的不定词 περιλαβεῖν 与 σκέπειν 表明限定或结果(“不足以包容并庇护”)。κατὰ μέγεθος(在体积/大小方面)则指明了限定的维度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:15.27-17.17