← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§165.3-166.24

第四卷主题与阿那克萨哥拉的雌雄生成论

菲洛波诺斯概述了《动物生成论》第四卷的主题(雌雄生成、似亲性、怪胎等),分析了亚里士多德导论部分的缺省句式结构,并总结了阿那克萨哥拉关于雌雄生成的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.0#1

Ἐν τῷ παρόντι βιβλίῳ, τετάρτῳ ὄντι τῆς Περὶ ζῴων γενέσεως πραγματείας, πρῶτον μὲν δείκνυσι πῶς ὁτὲ μὲν ἄρρενα, ὁτὲ δὲ θήλεα γίνεται τὰ ζῷα, εἶτα διὰ τί τὰ μὲν ὅμοια τῷ πατρί, τὰ δὲ τῇ μητρί, ὁτὲ δὲ οὔτε τῷ πατρὶ οὔτε τῇ μητρί, ἀλλὰ τοῖς προγόνοις οἷον πάππῳ καὶ τήθῃ (ἔστι δὲ τήθη ἡ τοῦ πάππου ὁμευνέτις), ὁτὲ δὲ οὐδὲ τούτων τινί, ἀλλ’ ἁπλῶς ἀνθρώπῳ. μετὰ δὲ ταῦτα ζητεῖ καὶ περὶ τῆς τῶν τεράτων γενέσεως καὶ περὶ τῶν ἐπικυϊσκομένων, εἶτα περὶ γάλακτος καὶ ἄλλων τινῶν. ἐπεὶ δὲ Δημόκριτος καὶ Ἐμπεδοκλῆς καὶ ἄλλοι τινὲς τῶν φυσιολόγων ἐπειράθησαν εἰπεῖν περὶ τῆς τῶν ἀρρένων καὶ θηλειῶν γενέσεως, πρῶτον βασανίζει τὰς τούτων δόξας, εἶθ’ οὕτως ἐκτίθεται τὴν οἰκείαν. πρότερον δὲ ὑπομιμνήσκει ἡμᾶς τῶν εἰρημένων λίαν σαφῶς. τὸ δὲ ἔτι γὰρ ἀτελῶν ὄντων ἐν τῷ γένει κατασκευαστικόν ἐστι τοῦ τίνος ἕνεκα δεῖ πρῶτον λέγειν περὶ τῆς τοῦ ἄρρενος καὶ θήλεος γενέσεως.1 ἐπεὶ γὰρ πρὸ τοῦ τελειωθῆναι καὶ πάντα τὰ μέρη ἀπειληφέναι, ἵνα γνῶμεν, εἴτε τέλειόν ἐστιν εἴτε τέρας, ὁμοίως δὲ εἴτε ὅμοιον εἴτε ἀνόμοιον τοῖς γεννήσασι, πρῶτον τὰ μόρια ὁρῶνται καθ’ ἃ χαρακτηρίζεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, εἰκός ἐστι πρότερον περὶ τῆς τοῦ ἄρρενος καὶ θήλεος εἰπεῖν γενέσεως, πῶς ποτὲ μὲν ἄρρεν γίνεται ποτὲ δὲ θῆλυ ἐκ τοῦ αὐτοῦ καὶ τῆς αὐτῆς πατρὸς καὶ μητρός. ἔτι οὖν, φησίν, ἀτελῶν ὄντων ἐν τῷ γένει, τουτέστιν ἐν τῷ εἴδει· καὶ γὰρ καὶ ἐν τῷ τῶν ἀνθρώπων εἴδει καὶ τῇ φύσει ἔτι ἀτελῶν ὄντων τῶν ἐμβρύων διορίζεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὁμοίως καὶ ἐν τῷ τῶν ἵππων γένει καὶ ἁπλῶς ἐν ἅπασιν, ἐν ὅσοις κεχώρισται τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος καὶ μὴ συνέζευκται ἀλλήλοις ὥσπερ ἐπὶ τῶν φυτῶν. πότερον δὲ καὶ πρὶν τὴν διαφορὰν εἶναι πρὸς τὴν αἴσθησιν ἡμῶν, τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν ἐστί. τὸ λεγόμενον ἴσον ἐστὶ τῷ πότερον εὐθὺς ἐν τῷ σπέρματί εἰσι τὰ μόρια ἐξ ὧν συνίσταται καὶ χαρακτηρίζεται τὸ ἄρρεν ἢ τὸ θῆλυ, καθάπερ ἔλεγον οἱ ἀπὸ πάντων τῶν τοῦ σώματος μερῶν πάντα τὰ μέρη ἀπέρχεσθαι λέγοντες, οἷον ἀπὸ κεφαλῆς κεφαλὴν πάνυ σμικρὰν καὶ πρὸς αἴσθησιν ἀναίσθητον, καὶ ἀπὸ τῶν ἄλλων πάντων τὰ ἄλλα πάντα, ἢ ὕστερον τοῦ καταμηνίου τοιωσδὶ ἀλλοιουμένου καὶ συμπεττομένου γίνονται ταῦτα. ἀσαφῶς δὲ ἡρμήνευται ἡ λέξις καὶ ἐλλιπῶς· εἴη δ’ ἄν, οἶμαι, τὸ κατάλληλον αὐτῆς τοιοῦτον. πότερον δὲ καὶ πρὶν τὴν διαφορὰν εἶναι πρὸς τὴν αἴσθησιν ἡμῶν, τὸ μὲν θῆλυ, τὸ δ’ ἄρρεν ἐστί, τουτέστιν ἐν τῷ σπέρματί εἰσι τὰ μόρια, ἐξ ὧν συνίσταται τὸ θῆλυ ἢ τὸ ἄρρεν, καὶ προσυπακουστέον τὸ ‘ἢ οὐκ εἰσιν ἐν τῷ σπέρματι, ἀλλ’ ὕστερον γίνονται, ὅτε καὶ ὁρῶνται’. εἶτα πάλιν ὡς ἀπ’ ἄλλης ἀρχῆς ὡσανεὶ δὶς ἐρωτήσας τὸ αὐτὸ οὕτω τὸν λόγον ἐπακτέον ‘καὶ πότερον ἐν τῇ μητρὶ λαβόντα τὴν διαφορὰν ὁρῶνται τοιαῦτα, ἢ πρότερον πρὸ τοῦ εἰς τὴν μήτραν ἐλθεῖν τοιαῦτα ἦν’. τὸ γὰρ ἢ πρότερον ἐπαχθὲν ἄλλως, οἶμαι, νοεῖν τὴν λέξιν οὐ δίδωσιν.2 ἂν δὲ ἀντὶ τοῦ ἢ πρότερον εἴη γεγραμμένον τὸ ἢ ὕστερον, σαφὴς ἡ λέξις, μηδὲν ἐλλιπὲς ἔχουσα. ἡ δὲ τοῦ Ἀναξαγόρου δόξα τοιαύτη τις ἦν· ὅταν μὲν γὰρ ἀπὸ τῶν δεξιῶν μερῶν τοῦ ἄρρενος ἀπέλθῃ τὸ σπέρμα, πεσεῖται δὲ καὶ εἰς τὰ δεξιὰ μέρη τῆς ὑστέρας, γίνεται ἄρρεν· εἰ δὲ ἐκ τῶν ἀριστερῶν μερῶν τοῦ ἄρρενος καὶ εἰς τὰ ἀριστερὰ τῆς ὑστέρας, θῆλυ. ᾐτιᾶτο οὖν Ἀναξαγόρας τῆς ἀρρενογονίας τὰ δεξιὰ μέρη τοῦ ἄρρενος καὶ θήλεος, τῆς δὲ θηλυγονίας τὰ ἀριστερά.

在当前的这一卷,即《动物生成论》专著的第四卷中,他首先指明动物为何时而成雄性、时而成雌性;其次指明为何有些像父亲、有些像母亲,有时既不像父亲也不像母亲,而像祖父和祖母等祖先(祖母即祖父的同衾者),有时甚至不像他们中的任何一个,而单纯像一个人。在这些之后,他还探讨了关于怪胎的生成以及关于重复受孕的动物,继而探讨了关于乳汁及其他一些事物。但是,由于德谟克利特、恩培多克勒以及其他一些自然哲学家曾尝试探讨雄性和雌性的生成,他便首先审验他们的见解,然后才阐述自己的见解。不过在此之前,他极其清晰地使我们回忆起已经讲过的内容。而“因为在类中尚属不完全之时”这一短语,正是确立了为何必须首先探讨雄性和雌性生成的理由。因为在完全发育并获得所有部分之前——以便我们得知它是完好的还是怪胎,同样得知它是像父母还是不像父母——首先看到的是表征雄性和雌性的部分,所以先讨论雄性和雌性的生成是合乎情理的,即在相同的父母结合下,何以时而生成雄性、时而生成雌性。因此他说,在类中、也就是在种中尚属不完全之时[即已显现];因为在人类这一物种及其本性中,当胚胎尚属不完全之时,雄性和雌性便已区分开来,同样在马的类中,以及简言之在所有雄性与雌性分离、而不是像植物那样彼此结合在一起的动物中皆是如此。“而在差异显现于我们的感觉之前,是否一者就已是雌性而另一者是雄性呢?”所说的意思等于:是否直接在精液中就已存在构成并表征雄性或雌性的部分,正如那些主张所有部分皆来自躯体所有部分的人所说的那样(例如从头部分离出一个极其微小且对感觉而言不可察觉的头部,从所有其他部分分离出所有其他部分),抑或是在后来月经经历如此这般的质变并熟化后才生成这些部分。然而这句话表达得晦涩且有缺失;依我看,其顺畅的结构当是如此:“而在差异显现于我们的感觉之前,是否一者就已是雌性而另一者是雄性呢”,即构成雌性或雄性的诸部分是否存在于精液中,并且必须在心领神会中补充上“抑或它们不在精液中,而是在后来它们亦被看见之时才生成呢”。然后,如同从另一个起点出发、宛如将同样的问题询问了两次一样,必须这样引申其说法:“并且它们究竟是在母体中获得这种差异而被看作如此,抑或是在进入子宫之前就已经是如此呢”。因为依我看,接续在后的“抑或在此之前”这一短语,并不容许对这句话作其他的理解。但如果写下的不是“抑或在此之前”而是“抑或在此之后”,这句话就是清晰的,不含有任何缺失。阿那克萨哥拉的观点大致是这样的:当精液来自雄性的右侧部分并落在子宫的右侧部分时,便生成雄性;但若来自雄性的左侧部分并落在子宫的左侧部分,则生成雌性。因此,阿那克萨哥拉将雄性生成的肇因归于雄性和雌性的右侧部分,而将雌性生成的肇因归于左侧部分。

语法注2 条
  1. 4.0τὸ δὲ ἔτι γὰρ ἀτελῶν ὄντων ἐν τῷ γένει κατασκευαστικόν ἐστι τοῦ τίνος ἕνεκα δεῖ πρῶτον λέγειν περὶ τῆς τοῦ ἄρρενος καὶ θήλεος γενέσεως

    带冠词的引用句 τὸ ἔτι γὰρ ἀτελῶν ὄντων ἐν τῷ γένει 作为语法主语,κατασκευαστικόν ἐστι 构成主谓结构。属格从句 τοῦ τίνος ἕνεκα δεῖ πρῶτον λέγειν... 作为形容词 κατασκευαστικόν 的补足语,表示“证明/确立为何必须首先探讨……”。

  2. 4.0τὸ γὰρ ἢ πρότερον ἐπαχθὲν ἄλλως, οἶμαι, νοεῖν τὴν λέξιν οὐ δίδωσιν

    主语为带冠词短语 τὸ ἢ πρότερον,被修饰性的被动不定过去时分词 ἐπαχθέν 所修饰(“被附加的‘抑或在此之前’这一短语”)。动词 οὐ δίδωσιν 统辖不定词 νοεῖν,构成表示“不允许/不容许[以其他方式]理解该文句”的惯用结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:165.3-166.24