- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:166.24-167.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯详细阐述了恩培多克勒关于两性生成的学说(由肢体各半的结合以及子宫与经血的温寒所决定)与德谟克利特的学说(完整部分之间的争战以及由子宫和会阴部等器官的胜势连锁所决定)。
Ἐμπεδοκλῆς δὲ (δεῖ γὰρ τὴν ἅπασαν αὐτοῦ δόξαν ἐκθέσθαι) ἔλεγεν ὅτι “διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός, ἡ δ’ ἐν γυναικός”.1 ἦν δὲ τὸ λεγόμενον ὑπ’ αὐτοῦ τοιοῦτον· ἐν τῇ ὁμιλίᾳ ἀπὸ μὲν τοῦ ἄρρενος ἄπεισιν ἡ ἡμίσεια καρδία πάνυ σμικρὰ καὶ ἀναίσθητος πρὸς αἴσθησιν, ἀπὸ δὲ τοῦ θήλεος ἡ ἡμίσεια, ὁμοίως ἀπὸ τῆς κεφαλῆς τοῦ ἄρρενος ἥμισυ κεφαλῆς, ἀπὸ δὲ τοῦ θήλεος τὸ ἥμισυ, καὶ ἁπλῶς ἐπὶ πάντων τῶν μερῶν ἑκάστου τούτων τὸ μὲν ἥμισυ ἀπὸ τοῦ ἄρρενος, τὸ δὲ ἥμισυ ἀπὸ τοῦ θήλεος. τούτων δὲ ἀπελθόντων καὶ ἐν τῇ ὑστέρᾳ συναθροισθέντων, εἰ μὲν τύχῃ θερμὴ οὖσα ἡ ὑστέρα, νικᾷ ἡ ἀπὸ τοῦ ἄρρενος ἀπελθοῦσα ἡμίσεια καρδία τὴν ἀπὸ τοῦ θήλεος καὶ μεταβάλλει εἰς τὴν ἑαυτῆς φύσιν. παραπλησίως δὲ τοῦτο ποιεῖ καὶ ἡ κεφαλὴ καὶ τὸ αἰδοῖον καὶ τὰ ἄλλα μόρια, καὶ γίνεται ἄρρεν. εἰ δὲ τοὐναντίον ψυχρὰ τύχῃ οὖσα ἡ ὑστέρα, κρατεῖ τὰ τοῦ θήλεος καὶ μεταβάλλει εἰς ἑαυτὰ τὰ τοῦ ἄρρενος, καὶ γίνεται θῆλυ. καὶ διὰ τοῦτό φησιν ἐπιθυμεῖν τῆς ἀλλήλων ὁμιλίας τὰ ἄρρενα καὶ τὰ θήλεα, διὰ τὸ εἶναι καὶ ἐν τῷ ἄρρενι τὰ τοῦ θήλεος καὶ ἐν τῷ θήλει τὰ τοῦ ἄρρενος· τὸ γὰρ ἥμισυ τῆς τοῦ Ἐμπεδοκλέους καρδίας, ὡς ἔλεγεν Ἐμπεδοκλῆς, θήλεος ἦν, ὁμοίως καὶ τὸ τῆς κεφαλῆς αὐτοῦ ἥμισυ καὶ ἑκάστου τῶν ἄλλων, ὁμοίως δὲ καὶ πάντα τὰ τοῦ θήλεος ἡμίση ἄρρενος ἡμίση εἶναι ἔλεγεν. τὰ μὲν οὖν εἰς θερμὴν ἐλθόντα φησὶν Ἐμπεδοκλῆς ὑστέραν μόρια ἄρρενος καὶ θήλεος κρατεῖν τὰ τοῦ ἄρρενος καὶ γίνεσθαι ἄρρενα, τὰ δ’ εἰς ψυχρὰν θήλεα. τοῦ δὲ θερμὴν ἢ ψυχρὰν εἶναι τὴν ὑστέραν ᾐτιᾶτο τὴν τῶν καταμηνίων ῥύσιν· εἰ μὲν γάρ, φησίν, εἰσὶ θερμὰ τὰ καταμήνια, ἐστὶ καὶ ἡ ὑστέρα θερμή, εἰ δὲ ψυχρά, ὁμοίως καὶ αὕτη ψυχρά. καὶ παλαιοτέραν ἢ προσφατωτέραν,2 τουτέστι καὶ εἰ μὲν γέγονε πρόσφατος καὶ νεωστὶ ἡ τῶν καταμηνίων ῥύσις, ἀνάγκη θερμοτέραν εἶναι τὴν ὑστέραν, εἰ δὲ μὴ νεωστί, ἀλλὰ πρὸ πέντε φέρε εἰπεῖν ἡμερῶν, ψυχροτέραν. Δημόκριτος δὲ οὐ διὰ θερμότητα καὶ ψυχρότητα ἔλεγε γίνεσθαι ἄρρενα καὶ θήλεα, ἀλλ’ ἁπλῶς κατ’ ἐπικράτειαν τῶν μερῶν. ἔλεγε δὲ οὗτος ἀπὸ πάντων τῶν μερῶν καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος πάντα ἀπέρχεσθαι, ἀλλ’ οὐχ ἡμίση, ὥσπερ Ἐμπεδοκλῆς, ὁλόκληρα δέ. κεφαλὴν τέλειον ἀπὸ τοῦ ἄρρενος καὶ κεφαλὴν τέλειον ἀπὸ τοῦ θήλεος, ὁμοίως καρδίαν τέλειον ἀπὸ τοῦ ἄρρενος καὶ καρδίαν ἀπὸ τοῦ θήλεος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. γίνεσθαι δὲ πρώτως τὴν μάχην3 ἐν τοῖς μορίοις, καθ’ ἃ διαφέρει τὸ ἄρρεν καὶ θῆλυ, ταῦτα δ’ ἐστὶν ἥ τε ὑστέρα καὶ ὁ περίνεος· πόρος δὲ οὗτος ὁ περίνεος φλεβώδης, ἐν ᾧ τε συνίσταται τὸ τοῦ ἄρρενος σπέρμα καὶ δι’ οὗ εἰς τὸ αἰδοῖον ἀποκομίζεται. γίνεσθαι οὖν φησι τὴν μάχην πρώτως ἐν τούτοις τοῖς μορίοις, καὶ εἰ μὲν κρατήσει ἡ ὑστέρα τοῦ περινέου, μεταβάλλει αὐτὸν εἰς τὴν ἑαυτῆς φύσιν, ἐξ οὗ δὴ καὶ αὔξεσθαι αὐτὴν συμβαίνει. ἐπεὶ δὲ πάμπαν σύνεγγύς ἐστι τῇ ὑστέρᾳ τὸ τοῦ θήλεος αἰδοῖον, διὰ τὴν τῆς ὑστέρας νίκην νικᾷ καὶ τὸ αἰδοῖον τοῦ θήλεος τὸ τοῦ ἄρρενος αἰδοῖον καὶ μεταβάλλει εἰς ἑαυτό. πλησίον δὲ τοῦ αἰδοίου ὄντων τῶν μηρῶν καὶ τῆς ἥβης, νικῶσι καὶ οἱ μηροὶ τοὺς μηροὺς καὶ ἡ ἥβη τὴν ἥβην, καὶ ἡ κοιλία τὴν κοιλίαν, καὶ τὰ ἄλλα ὁμοίως, καὶ γίνεται θῆλυ. εἰ δὲ νικήσῃ ὁ περίνεος καὶ δι’ αὐτὸν τὸ αἰδοῖον, καὶ διὰ τὸ αἰδοῖον μηροὶ καὶ ἥβη, καὶ διὰ τὴν ἥβην κοιλία καὶ στέρνα καὶ τὰ λοιπὰ ὁμοίως, γίνεται ἄρρεν.
恩培多克勒(因为必须阐述其全部见解)曾说:“肢体的本性已被撕裂,一部分在男子的居处,一部分在女子的居处。”而他所说的意思是这样的:在交合中,来自雄性的是半颗极小且对感觉而言不可察觉的心脏,来自雌性的是另外半颗;同样,来自雄性头部的是半个头,来自雌性的是半个;简言之,在所有部分上,这些部分中每一个的半数来自雄性,半数来自雌性。当这些部分脱离出来并在子宫中汇聚时,如果子宫碰巧是温暖的,来自雄性的半颗心脏便战胜来自雌性的那半颗,并将其转变成自身的本性。头部、阴部以及其他器官亦同样如此行事,于是生成雄性。但反之,如果子宫碰巧是寒冷的,雌性的部分便占优势并将雄性的部分转变成自身,于是生成雌性。他说,正因如此,雄性与雌性才渴望彼此交合,因为在雄性中亦有雌性的部分,在雌性中亦有雄性的部分;因为正如恩培多克勒所说,恩培多克勒心脏的一半属于雌性,其头部的一半以及其他每一部分的一半亦同样如此;同样,他说雌性所有的一半也都是雄性的一半。因此,恩培多克勒说,进入温暖子宫的雄性与雌性部分,雄性的部分占优势并生成雄性,而进入寒冷子宫的则生成雌性。至于子宫是温暖还是寒冷,他将原因归于经血的流动;因为他说,如果经血是温暖的,子宫也就是温暖的;但如果是寒冷的,子宫同样也是寒冷的。还有“更久的或更新鲜的”,也就是说,如果经血的流出是新鲜且刚发生的,子宫必然更温热;但如果不是刚发生,而是假定在五天前,子宫就必然更冷。 然而德谟克利特主张,生成雄性与雌性不是由于温热和寒冷,而纯粹是依照各部分的优胜。此人主张,所有部分皆来自雄性与雌性的所有部分,但并非如恩培多克勒所说的那样是半数,而是完整的全体:来自雄性的是一个完整的头,来自雌性的也是一个完整的头;同样,来自雄性的是一颗完整的心脏,来自雌性的也是一颗心脏,在其他部分上亦同样如此。而最初的争战发生在区分雄性与雌性的部分之中,这些部分就是子宫与会阴;而这会阴是一条静脉状的通道,雄性的精液在其中构成并通过它输送到阴部。因此他说,争战最初发生在这些部分之中,若子宫战胜了会阴,便将其转变成自身的本性,由此子宫本身也得以增大。而由于雌性的阴部与子宫极其邻近,凭借子宫的胜利,雌性的阴部亦战胜雄性的阴部并将其转变成自身。而由于大腿与阴毛处邻近阴部,大腿亦战胜大腿,阴毛处战胜阴毛处,腹部战胜腹部,其余各部亦同样如此,于是生成雌性。但若是会阴战胜,并藉由它而阴部战胜,藉由阴部而大腿与阴毛处战胜,藉由阴毛处而腹部、胸部以及其余各部亦同样战胜,便生成雄性。
- 4.0διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός, ἡ δ’ ἐν γυναικός
引自诗行。单数形式的 ἡ μέν 与 ἡ δέ 在语法上与单数主语 φύσις 一致,但在语义上分配了复数属格 μελέων(“肢体的本性已被撕裂,[其中]一部分在男子的,一部分在女子的”)。此外,介词短语 ἐν ἀνδρός 与 ἐν γυναικός 属于诗歌中的省略用法,相当于省略了名词如 ἐν ἀνδρὸς [δόμοις / χώρᾳ]。
- 4.0καὶ παλαιοτέραν ἢ προσφατωτέραν
承接前文的 ᾐτιᾶτο τὴν τῶν καταμηνίων ῥύσιν(“将原因归于经血的流动”),是对前文或亚里士多德原文词句带有省略的引述。阴性宾格比较级 παλαιοτέραν 与 προσφατωτέραν 与前面的阴性宾格名词 ῥύσιν 一致,构成“[他还将原因归于经血的流动]是更久的还是更新鲜的”之句法骨架。注释者紧接着在 τουτέστι 引导的从句中将此省略结构平易地展开。
- 4.0γίνεσθαι δὲ πρώτως τὴν μάχην
由前文的主动词 ἔλεγε(“[德谟克利特]主张”)所支配的“宾格加不定式”间接引语结构的延续。不定式 γίνεσθαι 的逻辑主语为宾格短语 τὴν μάχην,意思是“[他主张]最初的争战发生在……之中”。
