← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§163.21-164.26

介壳类的生长方式与自然发生的证据

注解者阐释了亚里士多德关于介壳类动物生长的论述(763a9),说明其如幼虫般先从上方生长之由、以螺纹增生为例,并借开奥斯人放养牡蛎的事例论证其自然发生及卵非生殖所用,最后结束了对第三卷的讲义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.33

" Ποιοῦνται δὲ τὴν αὔξησιν ὁμοίως τοῖς σκώληξιν." Ὥσπερ γάρ, φησί, τῶν σκωλήκων πρῶτον μὲν τὸ ἄνω τὸ πρὸς τῇ καλουμένῃ κεφαλῇ αὔξεται ἐν τῇ ἐξ ἀρχῆς συστάσει, ὕστερον δὲ τὸ κάτω (καὶ εἶδον ἔγωγε πολλὰ ἐν τοῖς τυροῖς σκωλήκια τὸ ἄνω μὲν ἔχοντα διηρθρωμένον καὶ κινούμενον, τὸ κάτω δὲ ἀδιάρθρωτον παντελῶς καὶ ἀκίνητον, συνεχὲς μέντοι τῷ τυρῷ) οὕτω καὶ τῶν ὀστρέων πρῶτον τὸ ἄνω αὔξεται· ἐπὶ πάντων γὰρ τὸ ἄνω ἐκ τῶν κάτω λαμβάνει τὴν τροφήν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐν τῷ κάτω γὰρ ἡ τροφὴ τῶν ἄνω.1 εὐθὺς γὰρ καὶ ἐφ’ ἡμῶν καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐχόντων κοιλίαν τὰ ἄνω οἷον κεφαλὴ καὶ τὰ λοιπὰ ἐκ τῆς κοιλίας λαμβάνει τὴν τροφήν, κάτω δὲ ἡ κοιλία· ὑπὸ γὰρ τὸ ὑπόζωμα κεῖται. αἴτιον δέ, φησί, τοῦ ἐκ τῶν κάτω λαμβάνειν τὰ ἄνω τὴν τροφὴν καὶ μὴ ἔμπαλιν τὰ κάτω ἐκ τῶν ἄνω τὸ καὶ ὕστερον τελειωθέντα κάτωθεν αὐτὴν λαμβάνειν. μόριον δὲ ὑπὸ τὸ ὑπόζωμα λέγει τὴν κοιλίαν. ἔχουσιν οὖν κατ’ ἀρχὰς τὸ κάτω μέγα, ἵν’ ἔχῃ ἐκεῖθεν λαμβάνειν τὰ ἄνω τὴν τροφήν, ὕστερον δὲ γίνεται σμικρὰ διὰ τὸ κατηναλῶσθαι εἰς τροφὴν τῶν ἄνω. ὅτι δὲ ἐπὶ τὸ ἄνω γίνεται ἡ αὔξησις, φανερὸν καὶ ἐπὶ τῶν ἑλικῶν· τῶν γὰρ ἐν τῷ ὀστράκῳ ἑλικῶν πρῶτον μὲν μία γίνεται, εἶτα δύο, εἶτα τρεῖς καὶ ἐφεξῆς. ὅσον γὰρ τὸ ὄστρακον αὔξεται, τοσοῦτον καὶ αἱ ἕλικες πλείους γίνονται· ἔχουσι δὲ τὸ ἄνω καὶ τὴν καλουμένην κεφαλὴν πρὸς ταῖς ἕλιξιν. ὅτι δὲ οὐδὲν ἀφίησι τὰ τοιαῦτα ἀφ’ αὑτῶν γεννητικόν, τεκμήριον ἐπάγει τὸ παρὰ τῶν Χίων· οὗτοι γὰρ διακομίσαντες ὄστρεια ζῶντα καὶ εἰς τόπους τῆς θαλάττης εὐρωτιώδεις ἀφέντες (λέγων εὐρωτιώδεις τοὺς ἔχοντας σῆψίν τινα, οἵα ἐστὶν ἡ γινομένη ἔν τε τοίχοις καὶ τοῖς ἄρτοις σαπεῖσιν ἐν τῷ θέρει, ἣν σῆψιν εὐρῶτα καλοῦσιν), εἰς τόπους δὴ εὐρωτιώδεις ἀφέντες, μείζω μὲν ἐγένοντο τὸν ὄγκον,2 πλείω δὲ τὸν ἀριθμὸν οὐδαμῶς. ὥστε εἴπερ τὸ ὑπ’ αὐτῶν ἀφιέμενον γόνος ἦν, ἐγένετο ἂν πολλὰ ὄστρεια· ἀλλὰ γόνος μὲν οὐκ ἔστι, δύναμις δέ τις διατιθεῖσα3 καὶ ποιοῦσα τὴν θάλατταν ἐπιτηδειοτέραν εἰς τὴν τούτων γένεσιν. ἐκεῖσε δὲ παντελῶς ἀνεπιτηδείας οὔσης τῆς θαλάττης διὰ τὴν ἐκ τοῦ ἐν αὐτῇ εὐρῶτος γεγονυῖαν δυσκρασίαν, οὐκ ἴσχυσεν αὐτὴν εὖ διαθέσθαι ἡ ἀπ’ αὐτῶν δύναμις. ὅτι δὲ τὰ καλούμενα ᾠὰ οὐδὲν συμβάλλονται πρὸς γένεσιν, σημεῖόν φησι τὸ ἀεὶ ἔχειν αὐτά. εἰ δὲ ἦσαν ᾠὰ καὶ δηλονότι πρὸς γένεσιν συμβαλλόμενα, οὐκ ἂν εἶχον αὐτὰ ἀεί· οὐ γὰρ ἀεὶ τὰ ᾠὰ ἔνεισιν ἐν οἷς ἐγγίνονται, ἀλλά ποτε. ἐνταῦθα μὲν οὖν πεπλήρωται καὶ τὸ τρίτον βιβλίον καὶ αἱ εἰς αὐτὸ σχολαί.

“它们的生长方式与幼虫相似。” 因为他说,正如幼虫在最初形成时,靠近所谓头部的上方部分先成长,而后下方部分才成长(我本人也在干酪中见过许多小幼虫,其上方部分已具关节且在活动,而下方部分完全未具关节且不动,不过仍与干酪连在一起),同样,介壳类动物也是上方部分先成长;因为在一切动物中,上方部分都是从下方部分获取滋养;因为“因为上方部分的滋养在下方”这句话正是表明了这一点。确实,不仅在我们身上,在其他有胃的动物身上,像头部及其他部位这样的上方部分都从胃获取滋养,而胃在下方;因为它位于横膈膜之下。他说,上方部分从下方获取滋养、而不是反过来下方从上方获取的原因,乃是即使在后来完全发育之后它们也是从下方获取它。他把横膈膜之下的部分称为胃。因此,起初它们拥有巨大的下方部分,以便上方部分能从那里获取滋养,但后来它变小了,因为已被消耗用于上方部分的滋养。而生长是朝向上方进行的,这在螺旋构造上也显而易见;因为壳中的螺纹,首先形成一个,然后两个,然后三个,以此类推。因为壳生长多少,螺纹也就相应增多多少;而且它们把上方部分和所谓头部朝向螺纹。至于此类动物不会从自身排放出任何具生殖能力的东西,他引用了开奥斯人那里的事例作为证据;因为他们运来活牡蛎,将它们放入海中发霉的地方(所谓发霉是指具有某种腐败现象的地方,就像夏天的墙壁和腐烂的面包上所产生的那种腐败,人们称这种腐败为霉菌),在放入发霉的地方后,牡蛎在体积上变得更大了,但在数量上绝没有增多。因此,如果由它们排放出的是种子,就会产生许多牡蛎;但那不是种子,而是一种使海水变得适宜并更适于它们生成的某种能力。然而在彼处,由于其中的霉菌所导致的失调,海水完全不适宜,所以来自它们的能力未能将海水调适良好。而所谓卵对生成毫无作用,他说其标志就是它们一直拥有它们。而如果它们是卵并且显然对生成有作用,它们就不会一直拥有它们;因为卵并不总是存在于产生它们的事物之中,而只是在某个时候存在。至此,第三卷以及对它的讲义就全部结束了。

语法注3 条
  1. 3.33τὸ ἐν τῷ κάτω γὰρ ἡ τροφὴ τῶν ἄνω

    中性单数定冠词 τό 将引自亚里士多德的原句 ἐν τῷ κάτω γὰρ ἡ τροφὴ τῶν ἄνω 整体名词化,作为主语;而 τούτου 则是回指前句中“上方从下方获取滋养”这一命题。

  2. 3.33οὗτοι γὰρ διακομίσαντες ὄστρεια ζῶντα καὶ εἰς τόπους τῆς θαλάττης εὐρωτιώδεις ἀφέντες ... μείζω μὲν ἐγένοντο τὸν ὄγκον

    此处出现主语转换的破格句(anacoluthon)。句首以 οὗτοι ... διακομίσαντες ... ἀφέντες 引出开奥斯人作为主语,在插入语后以 εἰς τόπους δὴ εὐρωτιώδεις ἀφέντες 复述分词,但随后的限定动词 ἐγένοντο 却将主语转换为牡蛎(ὄστρεια),μείζω 为中性复数主格表语,τὸν ὄγκον 为限制对格。

  3. 3.33δύναμις δέ τις διατιθεῖσα

    承接前句 ἀλλὰ γόνος μὲν οὐκ ἔστι 的省略结构。省略了主语和系动词(如 τὸ ἀφιέμενόν ἐστιν),需理解为“[所排放出的]反倒是一种能力……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:163.21-164.26