- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:162.12-163.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德《动物生成论》762a35–762b18,阐明了壳皮类生成的质料因(土与海水)与动因(热)的作用,并分析了自然发生植物的构成结构,以及假若人类自然发生则必然出自幼虫这一推论的逻辑结构。
" Ζητήσειε δ’ ἄν τις βουλόμενος ὀρθῶς ζητεῖν." Περὶ τούτου εἴρηκε πρὸ ὀλίγου, λέγω δὴ περὶ τοῦ τί ποτέ ἐστι τὸ ὑλικὸν αἴτιον τῆς τῶν ὀστρακοδέρμων γενέσεως. ὅμως πάλιν λέγει περὶ αὐτοῦ σαφέστερον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ ἡ ἔμφυτος θερμότης τῶν ζῴων τὴν εἰσιοῦσαν πρώτην τροφὴν συμπέττουσα ποιεῖ τὸ καταμήνιον, οὕτω καὶ ἡ τῆς ὥρας ἐν τῷ περιέχοντι θερμότης ἐκ γῆς καὶ θαλάττης ποιεῖ τὰ ὄστρεια. ἔστιν οὖν ὕλη μὲν αὐτῶν γῆ καὶ ὕδωρ, αὐτό φημι τὸ θαλάττιον ὕδωρ, ποιητικὸν δὲ ἡ τῆς ὥρας θερμότης. εἰπὼν δὲ τὸ δὲ ἐναπολαμβανόμενον ἐπήγαγεν ἢ ἀποκρινόμενον πάνυ ἀσφαλῶς·1 ἐναπολαμβάνεται μὲν γὰρ ἡ ψυχικὴ θερμότης ἐν τῇ πομφόλυγι, ἀποκρίνεται δὲ ἀπὸ τῆς ὅλης ψυχικῆς θερμότητος αὕτη, ὥσπερ λέγομεν καὶ τὸ ἐν τῷ κάδῳ ὕδωρ ἀποκεκρίσθαι τοῦ φρεατίου ὕδατος.
“希望正确探求的人当会探求。” 关于这一点,我是说关于壳皮类生成的质料因究竟是什么,他不久前已经谈过。然而他又再次更明晰地论及它。而他所说的乃是这样:正如动物与生俱来的热消化熟化进入的最初滋养物而产生经血,同样,周围环境中的时令之热也出自泥土与海水产生牡蛎。因此,它们的质料是土和水,我是指海水自身,而动因则是时令之热。他在说了“被包容在内的部分”之后,又十分稳妥地补充了“或是被分泌出来的部分”;因为灵魂热被包容在气泡之内,而它又是从整体的灵魂热中分泌出来的,正如我们也说桶里的水是从井水中分泌出来的一样。
"Ἡ μὲν οὖν τῶν φυτῶν τῶν ἀπὸ ταὐτομάτου γινομένων σύστασις ὁμοειδής ἐστιν." Τὸ ὁμοειδὴς ἀντὶ τοῦ ὁμοία τῇ τῶν ἄλλων γενέσει· ὥσπερ γὰρ καὶ τὰ ἐκ σπέρματος γινόμενα τὸ μέν τι τοῦ σπέρματος γέγονε βλάστη, τὸ δὲ λοιπὸν τροφή, οὕτω καὶ ἐπὶ τῶν ἐξ αὐτομάτου γινομένων συνίσταταί τι γεῶδες καὶ ἐπιτήδειον πρὸς τὸ μεταβάλλειν εἰς φυτόν· τούτου οὖν τοῦ συσταθέντος τὸ μὲν βλάστη γίνεται, τὸ δὲ τροφή. τὰ δὲ καλούμενα γῆς ἔντερα λέγει μεταβάλλειν εἰς ἐγχέλυς. τὸ γὰρ ἐν οἷς ἐγγίνεται ἴσον ἐστὶ τῷ ἀφ’ ὧν ἐντέρων συνίστανται αἱ ἐγχέλεις. εἰ δέ, φησί, καὶ ἐγένετο ποτε ἄνθρωπος ἢ τετράπουν ζῷον ἐκ ταὐτομάτου, ὥσπερ λέγουσίν τινες, ἀνάγκη ἐκεῖνον τὸν αὐτομάτως γεγονότα ἄνθρωπον ἢ ἐκ σκώληκος ἢ ἐξ ᾠοῦ γεγονέναι. ἀνάγκη γὰρ τὸν τοιοῦτον ἄνθρωπον ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφήν (τοῦτο δὲ σκώληξ ἐστίν· εἴπομεν γὰρ πολλάκις ὅτι τὸ μὲν γίνεται σκώληξ, τὸ δὲ τροφή, δυνάμενον καὶ τὸ εἰς τροφὴν2 ἀναλωθὲν εἰς σκώληκα μεταβαλεῖν)3 ἀνάγκη οὖν ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφὴν ἢ λαμβάνειν ἄλλοθεν, καὶ ἢ ἐκ τῆς γεννώσης, καθάπερ τὰ θηλάζοντα, ἢ ἐκ μορίου τοῦ κυήματος, καθάπερ τὰ ἐξ ᾠῶν γινόμενα, ἢ ἀπό τινος ἄλλης συστάσεως, ὥσπερ οἱ σκώληκες. ἐπεὶ οὖν ὁ ἄνθρωπος αὐτομάτως ἐγεγόνει, ὡς ἡ ὑπόθεσις, ἐκ μὲν τῆς γῆς οὐχ οἷόν τε ἦν αὐτὸν θηλάζειν· οὔτε γὰρ γάλα οὔτε μαστὸν ἔχει ἡ γῆ· λείπεται ἄρα ἐκ τοῦ μορίου λέγειν τοῦ κυήματος. ἀλλὰ μὴν πᾶν τὸ ἐξ αὐτομάτου γεγονὸς καὶ τὴν τροφὴν λαμβάνον ἐκ τοῦ κυήματος σκώληξ ἐστίν· οὐδενὸς γὰρ ζῴου γένεσιν ὁρῶμεν ἐξ ᾠοῦ, αὐτομάτως γεγονότος τοῦ ᾠοῦ, ἀλλὰ τὴν ἑτέραν, ἤγουν τὴν τῶν σκωλήκων. ἀνάγκη ἄρα καὶ τὸν αὐτόματον ἄνθρωπον ἐκ σκώληκος γεγονέναι. τὸ γὰρ τὴν δὲ τοιαύτην ζῴου λέγομεν εἶναι γένεσιν ἴσον ἐστὶ τῷ σκώληκος γένεσιν. καὶ εἴη ἂν τὸ ὅλον τοιοῦτον ‘τὴν γὰρ τοιαύτην σκώληκος εἶναι λέγομεν γένεσιν’. τὸ οὐδὲ γὰρ ἐκ μορίου γίνονταί τινος ὥσπερ τὰ ᾠοτοκούμενα ταὐτόν ἐστι τῷ οὐδὲ γὰρ ὅλως γίνονται τὰ ὀστρακόδερμα ἐκ μορίου τινὸς κυήματος, ἀλλ’ αὐτομάτως.
“那么,自然发生而生成的植物,其构成是同类的。” “同类的”代替“与其余事物的生成相似”;因为正如在出自种子生成的事物中,种子的某个部分变成了幼芽,其余部分变成了滋养物,同样,在自然发生生成的事物中,某种土性的、适宜于转变为植物的东西被构成;于是从这构成之物中,一部分变成了幼芽,另一部分变成了滋养物。他说所谓的“地之肠”转变成鳗鱼。因为“在其中生成之物”等同于“鳗鱼由之构成的那些肠”。他说,如果曾几何时真有人或四足动物像某些人所说的那样自然发生地生成,那么那个自然发生的人必是出自幼虫或出自卵生成的。因为这样的人必须要么在自身中具有滋养物(而这就是幼虫;因为我们常说一部分变成幼虫,一部分变成滋养物,并且被当作滋养物消耗的部分也能转变为幼虫)——因此他必须要么在自身中具有滋养物,要么从别处获得,或者像哺乳动物那样出自产生它的母亲,或者像出自卵生成的那样出自胚孕物的一部分,或者像幼虫那样出自某种别的构成。那么,既然如假说所言人是自然发生生成的,他就不可能从土地吸吮乳汁;因为土地既无乳汁亦无乳房;于是剩下的便只能说[他从]胚孕物的一部分[获得滋养]。然而,一切自然发生生成且从胚孕物获得滋养的都是幼虫;因为我们没有看到任何动物是在卵自然发生生成的情况下出自卵生成的,而是看到另一种,即幼虫的生成。因此,自然发生的人也必然是出自幼虫生成的。因为“而我们说这样的是动物的生成”等同于“是幼虫的生成”。而全句的意思当是这样:“因为我们说这样的乃是幼虫的生成”。而“因为它们并非像产卵之物那样出自某个部分生成”与“因为壳皮类根本不是出自胚孕物的某个部分生成,而是自然发生地生成”是同一回事。
- 3.31εἰπὼν δὲ τὸ δὲ ἐναπολαμβανόμενον ἐπήγαγεν ἢ ἀποκρινόμενον πάνυ ἀσφαλῶς
注家抓住亚里士多德原文中的两个分词(ἐναπολαμβανόμενον 与 ἀποκρινόμενον),将前者解释为热被包容在气泡内部这一方面,将后者解释为特定热从宇宙整体灵魂热中被分泌分离出来这一方面。πάνυ ἀσφαλῶς 是修饰主动词 ἐπήγαγεν 的副词短语,意在赞许亚里士多德并列使用两者的严谨稳妥。
- 3.32ἀνάγκη γὰρ τὸν τοιοῦτον ἄνθρωπον ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφήν ... ἀνάγκη οὖν ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφὴν
由于插入了括号内的解释说明((τοῦτο δὲ σκώληξ ἐστίν...)),句子结构受到中断,因此通过 ἀνάγκη οὖν ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφὴν 进行了复述承接(复取性 οὖν)。其整体句式骨架是在“自身带有滋养”与“从外部获得滋养”(ἢ λαμβάνειν ἄλλοθεν)之间选择,而后者进一步引出三种次级分类(由 καθάπερ、καθάπερ、ὥσπερ 引领)。
- 3.32δυνάμενον καὶ τὸ εἰς τροφὴν ἀναλωθὲν εἰς σκώληκα μεταβαλεῖν
中性宾格分词 δυνάμενον 在性数格上与紧随其后的不定式主语 τὸ εἰς τροφὴν ἀναλωθέν 一致(或作准副词性/宾格绝对结构理解)。它引入了对幼虫自足性的补充说明,即被作为滋养物消耗掉的部分本身也具有转变为幼虫自身的能力。
