← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§160.22-162.11

壳皮类的生成模式、植物繁殖与自然发生机制

斐洛波诺斯针对亚里士多德《动物生成论》761b23展开注解,通过与植物繁殖方式及有血动物滋养物与残余物(血液与经血)的类比,阐明了壳皮类的生成模式(自然发生、旁生、粘液性残余物的排放),并解释了太阳热与灵魂热促成自然发生的过程机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.30

" Ἡ δὲ τῶν ὀστρακοδέρμων συνίσταται φύσις ἡ μὲν αὐτομάτη." Τὰ ὀστρακόδερμα, φησί, τὰ μὲν αὐτόματα συνίσταται, τὰ δὲ ἐν τῷ προΐεσθαι δύναμίν τινα ἀπ’ αὐτῶν, πολλάκις δὲ γινομένων καὶ τούτων ἀπὸ συστάσεως αὐτομάτου,1 τουτέστι πολλάκις δὲ καὶ ταῦτα, ἅπερ ἀπό τινος προέσεως συνίσταται, συμβαίνει αὐτομάτως συνίστασθαι, ὡς τὴν αὐτὴν καὶ μίαν φύσιν καὶ ἓν εἶδος ὁτὲ μὲν προέσει τινός, ὁτὲ δὲ αὐτομάτως συνίστασθαι. ἐπεὶ δὲ τὴν σύστασιν ὁμοίαν ἔχουσι τοῖς φυτοῖς, δεῖ, φησίν, λαβεῖν τὰς γενέσεις τῶν φυτῶν· ἐκ τούτων γὰρ ἔσται δῆλα καὶ τὰ τῶν ὀστρακοδέρμων. τῶν οὖν φυτῶν τὰ μὲν γίνεται ἀπὸ σπέρματος, τὰ δὲ ἀπὸ σπαραγμάτων, τουτέστιν ἀπὸ κλάδων· ὁ γὰρ ἀποτμηθεὶς ἐκ τοῦδε τοῦ δένδρου κλάδος καὶ φυτευθεὶς γίνεται δένδρον. ἄλλα δὲ γίνεται τῷ παραβλαστάνειν· ἐν γὰρ ταῖς τῶν κρομύων ῥίζαις καὶ τῶν σκορόδων παραβλαστάνουσι μικρὰ κρόμυα καὶ σκόροδα. τοῦτον οὖν τὸν τῶν κρομύων τρόπον λέγει γίνεσθαι τοὺς μύας· παραβλαστάνουσι γὰρ τοῖς μεγάλοις πολλοὶ μικροὶ μύες. δῆλον δὲ τοῦτο ἡμῖν γίνεται καθ’ ἑκάστην. τὰ δὲ λεγόμενα κηριάζειν ἐοίκασι τοῖς ἀπὸ σπέρματος γινομένοις φυτοῖς. οἱ γὰρ κτένες ἐν ταῖς πέτραις ἀφιᾶσι μυξώδεις ὑγρότητας τῷ χρώματι ὁμοίας κηρῷ, ὅπερ ἐκάλεσε κηριάζειν διὰ τὴν πρὸς τὸν κηρὸν ὁμοιότητα. οὐκ ἔστι δὲ τοῦτο, ἤτοι ἡ μυξώδης ὑγρότης, γόνος οὐδὲ γίνονται ἐξ αὐτοῦ οἱ κτένες, ἀλλ’ ἡ ἐν αὐτῷ τοιαδὶ ὀσμὴ ποιεῖ ἐπιτήδειον τὸ θαλάττιον ὕδωρ πρὸς τὸ ταχέως μεταβάλλειν εἰς κτένας. τὸ δὲ διὸ καὶ γίνεται τι πλῆθος τῶν τοιούτων, ὅταν ἅπαξ γένηται ἴσον ἐστὶ τῷ2 καὶ διὰ τὸ δύνασθαι τὴν τοιαύτην μυξώδη ὑγρότητα, μᾶλλον δὲ τὴν ἐν αὐτῇ ὀσμὴν ἐπιτήδειον ποιεῖν τὸ θαλάττιον ὕδωρ εἰς κτενῶν γένεσιν, ὅταν ἅπαξ ἔν τινι τόπῳ γένωνται κτένες ἢ αὐτομάτως ἢ καί τις ἐναποκομισθῇ, γίνεται ἐν αὐτῷ κτενῶν πλῆθος διὰ τὸ τοὺς ἅπαξ ἐν τῷ τόπῳ γεγονότας προΐεσθαι τὴν εἰρημένην ὑγρότητα. εὔλογον γὰρ περιγίνεσθαι καὶ προΐεσθαι ἐξ αὐτῶν τὴν τοιαύτην περίττωσιν. τὸ δὲ ἐπεὶ δὲ παραπλησίαν ἔχει τὴν δύναμιν ἡ τροφὴ καὶ τὸ ταύτης περίττωμα δῆλον ἔσται ἐπὶ τῶν ἐναίμων τὸν λόγον ποιήσασι. τὸ μὲν αἷμά ἐστι τροφή, τὸ δὲ καταμήνιον τὸ ταύτης περίττωμα, καὶ ἔστι τὸ καταμήνιον ὅμοιον τῷ αἵματι, ἤτοι τῇ τροφῇ, ὅμοιον δὲ τῇ δυνάμει. ὡς γὰρ τὸ αἷμα ἡ τροφὴ σάρκες καὶ ὀστᾶ καὶ νεῦρα καὶ τὰ λοιπὰ πάντα μέρη τοῦ ζῴου γίνεται ὑπὸ τῆς δημιουργούσης φύσεως, οὕτω καὶ τὸ περίττωμα τὸ καταμήνιον· μεταβάλλει γάρ, ὡς πολλάκις εἴρηται, τὸ καταμήνιον ὑπὸ τῆς ἐν τῷ σπέρματι δυνάμεως εἰς ζῷον. ἐπεὶ δὲ καὶ τὰ κηριάζοντα (λέγων κηριάζοντα τὰς μυξώδεις ὑγρότητας) περίττωμά εἰσι τῆς τῶν κτενῶν τροφῆς, εἰκός, μᾶλλον δ’ ἀναγκαῖον ὅμοια εἶναι τῇ ἐξ ἀρχῆς συστάσει. ὡς γὰρ ἡ Ξανθίππη (φέρε γὰρ οὕτως εἰπεῖν πρὸς σαφήνειαν) ἐκ καταμηνίου γεγονυῖα καὶ αὐτὴ καταμήνιον προΐεται ὅμοιον τῷ καταμηνίῳ τῆς μητρὸς αὐτῆς, οὕτω καὶ ταδὶ τὰ κηριάζοντα, τουτέστι καὶ τασδὶ τὰς τήμερον γεγονυίας μυξώδεις ὑγρότητας, ἀναγκαῖον ὁμοίας εἶναι τῇ ἐξ ἀρχῆς συστάσει, ἤτοι ταῖς ἐξ ἀρχῆς συσταθείσαις ὑγρότησιν. ἀλλὰ μὴν ἐκεῖναι γενέσεως κτενῶν αἴτιαι γεγόνασι· καὶ αὗται ἄρα αἱ τήμερον γεγονυῖαι τὸ αὐτὸ ποιήσουσι. πάντα δὲ τὰ συνιστάμενα τὸν τρόπον τοῦτον, τουτέστιν ἐξ αὐτομάτου, καὶ ἐν γῇ διαφαίνεται γινόμενα· ἐμμιγνυμένου γὰρ τῇ γῇ τοῦ ὀμβρίου ὕδατος, εἶτα ἐξατμιζομένου καὶ τοῦ ἁλμυροῦ καὶ γεώδους καταλιμπανομένου συσσηπομένου τε καὶ συμπεττομένου ὑπὸ τῆς ἡλίου θερμότητος, εἰκός ἐστι μεταβάλλειν εἰς ὀστρακόδερμα. οὕτω γὰρ καὶ ἐν τῇ θαλάττῃ συμβαίνει γίνεσθαι τὰ τοιαῦτα, τοῦ ἁλμυροῦ καὶ γεώδους ὑγροῦ συσσηπομένου καὶ συμπεττομένου. ἀποκρινομένου οὖν, φησί, τοῦ γλυκέος εἰς τὴν συνισταμένην ἀρχήν,3 τουτέστιν εἰς τὸν ἀέρα τὸν συσταθέντα καὶ ὕδωρ γεγονότα, τὸ περιττεῦσαν τὴν τοιαύτην λαμβάνει μορφήν. ὅτι δὲ οὐδὲν ἐκ παντὸς γίνεται, δῆλον καὶ ἐπὶ τῶν τεχναστῶν· οὐ γὰρ ἐκ παντὸς τοῦ λίθου γίνεται ὁ Ἑρμῆς, ἀλλά τινων ἀφαιρεθέντων. καὶ ἐπεὶ πᾶν πνεῦμα πλῆρές ἐστι ψυχικῆς θερμότητος, ὅταν τι τούτου ἐμπεριληφθῇ, γίνεται ζῷον. λέγει δὲ τὴν ψυχικὴν θερμότητα ἐμπεριλαμβάνεσθαι ἐν ἀφρώδει πομφόλυγι· γίνεται δὲ αὕτη ἡ πομφόλυξ θερμαινομένων τῶν ὑγρῶν ὑπὸ τοῦ ἡλίου.

“而壳皮类的本性,一部分是自然发生的,”他说,壳皮类一部分是自然发生地构成的,另一部分则是通过从自身排放出某种潜能而构成的,尽管这些也常常出自自然发生的构成;也就是说,即使那些出自某种排放而构成的事物,也往往碰巧自然发生地构成,以至于同一且单一的本性及单一的形式,有时通过某种排放构成,有时则自然发生地构成。他说,既然它们具有与植物相似的构成,就必须考察植物的生成;因为根据这些,壳皮类的生成也将变得明了。于是,在植物中,有些出自种子生成,有些则出自插条,即出自枝条;因为从这棵树上切下并被栽种的枝条会成为树木。另一些则通过旁生幼芽生成;因为在洋葱和大蒜的根部会旁生出小洋葱和小蒜头。于是他说贻贝是以洋葱的这种方式生成的;因为在大的贻贝旁会长出许多小贻贝。这对于我们而言每天都是显而易见的。另一方面,那些被称为“泌蜡状物”的,则类似于出自种子生成的植物。因为扇贝在岩石中排放出颜色类似于蜡的粘液性湿气,由于与蜡相似,他将这称为“泌蜡”。但这东西,即粘液性湿气,并非精气,扇贝也并非由它生成;而是其中所具有的这类气味,使海水变得适宜于迅速转变为扇贝。而“因此,一旦生成,这类事物便生成某种多数”等同于:“也因为这种粘液性湿气,或者说其中的气味,能够使海水变得适宜于扇贝的生成,所以一旦在某个地方无论是自然发生地还是有人带入而生成了扇贝,在其中便会生成多数扇贝,这是由于一旦在该地方生成的事物排放出前述的湿气。”因为从它们之中留存并排放出这类残余物是合乎情理的。而“既然滋养物及其残余物具有相近的潜能”,这对于在有血动物上进行论述的人而言将是清楚的。血液是滋养物,而经血是它的残余物,并且经血与血液即滋养物相似,在潜能上相似。因为正如作为滋养物的血液被塑造万物的本性塑造成肉、骨、筋以及动物的所有其余部分,作为残余物的经血也是如此;因为正如常被提及的那样,经血在精液中潜能的作用下转变为动物。而既然泌蜡状物(他称粘液性湿气为“泌蜡状物”)也是扇贝滋养物的残余物,那么它们类似于最初的构成便是很可能的,甚至毋宁说是必然的。因为正如赞西佩(为了清楚起见姑且如此说)出自经血生成,她自身也排放出类似于她母亲经血的经血,同样,这些泌蜡状物,即今天生成的这些粘液性湿气,也必然类似于最初的构成,即最初构成的那些湿气。然而那些最初的湿气确实成了扇贝生成的原因;因此今天生成的这些也将做同样的事。而以这种方式构成的所有事物,即出自自然发生的事物,也可以看出在土地中生成;因为当雨水与土地混合,随后蒸发,留下含盐且具土性的部分,并在太阳的热力下共同腐烂和共同熟化时,转变为壳皮类是很可能的。因为在大海中这类事物碰巧也是这样生成的,即当含盐且具土性的湿气共同腐烂和共同熟化时生成。他说,因此当甜的部分被分泌到正在构成的本原中,即被分泌到已构成并变成水的气中时,多余的部分便获得了这样的形态。而并非任何事物都能出自任何事物生成,这一点在人工制品中也是清楚的;因为赫耳墨斯神像并非出自整块石头生成,而是在某些部分被削去之后才生成的。而且由于一切气息都充满了灵魂热,每当其中的某种热被包容在内时,动物便生成了。他说,灵魂热是被包容在泡沫状的气泡之中的;而当湿物被太阳加热时,这种气泡便生成了。

语法注3 条
  1. 3.30πολλάκις δὲ γινομένων καὶ τούτων ἀπὸ συστάσεως αὐτομάτου

    此处为一个属格独立结构。注疏者紧接着用“τουτέστι πολλάκις δὲ καὶ ταῦτα... συμβαίνει αὐτομάτως συνίστασθαι”(以 συμβαίνει 搭配宾格加不定式的主句结构)对其进行了转述,表明其核心在于指出同一种类内部的双重生成方式(即出自排放物生成的个体亦可自然发生)。

  2. 3.30τὸ δὲ διὸ καὶ γίνεται τι πλῆθος τῶν τοιούτων, ὅταν ἅπαξ γένηται ἴσον ἐστὶ τῷ

    由中性定冠词“τὸ”引出的亚里士多德原文摘句作为主语,谓语则是“ἴσον ἐστὶ τῷ”加上由与格冠词不定式引导的冗长短语(διὰ τὸ δύνασθαι...)。注疏者通过展开其因果链条(排出的粘液气味使海水适宜于变化),对原文高度紧凑的表达作了详尽阐释。

  3. 3.30ἀποκρινομένου οὖν, φησί, τοῦ γλυκέος εἰς τὴν συνισταμένην ἀρχήν

    独立属格结构(ἀποκρινομένου... τοῦ γλυκέος)。介词短语“εἰς τὴν συνισταμένην ἀρχήν”指明了被分泌出的淡水成分(τὸ γλυκύ)的去向,注疏者将其解释为“凝结并化作水的气”。主句的主语是“τὸ περιττεῦσαν”(剩余的含盐、土性成分)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:160.22-162.11