← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§159.6-160.21

壳皮类的生成、与植物的对比及四元素

对亚里士多德《动物生成论》761a13以下关于壳皮类生成的注解。菲洛波庞解释了壳皮类与植物的类比与对立关系、湿气与土性要素的结合,并进一步讨论了对应于第四元素(火/以太)的生物的存在以及亚里士多德对该学说的态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.29

" Περὶ δὲ τῶν ὀστρακοδέρμων λεκτέον." Ἐντεῦθεν περὶ τοῦ ἐσχάτου γένους ὁ λόγος αὐτῷ. λέγει δὲ αὐτὸ τρόπον μέν τινα ἀπὸ σπέρματος γίνεσθαι, ὥσπερ τὰ ζῷα, τρόπον δέ τινα οὐκ ἀπὸ σπέρματος, ὥσπερ τὰ μὴ ζῷα. τὸ δὲ διὰ τὸ τοῖς φυτοῖς ἀντίστροφον ἔχειν τὴν φύσιν ἴσον ἐστὶ τῷ διὰ τὸ μετὰ ἀντιθέσεως ἔχειν ἀναλογίαν. ἀντίκεινται μὲν γάρ, ὅτι ἐν ᾧ γίνονται ὀστρακόδερμα, φυτὰ οὐ γίνονται, ὅπου δὲ πάλιν φυτὰ βλαστάνει, ὀστρακόδερμα οὐ συνίσταται· ἀναλογοῦσι δέ, ὅτι ὡς φυτὸν πρὸς γῆν, οὕτως ἔχει τὸ ὀστρακόδερμον πρὸς θάλατταν. ἐν δὲ τῇ λέξει τῇ τό τε γὰρ ὑγρὸν εὐπλαστότεραν ἔχει τὴν φύσιν καὶ σωματικὴν τὸ εὐπλαστότεραν ταὐτόν ἐστι τῷ μᾶλλον τῆς γῆς δυναμένην1 εἰς ζῴου φύσιν πλάττεσθαί τε καὶ ἄγεσθαι, τὸ δὲ σωματικὴν ἀντὶ τοῦ γεώδη εἴληπται· τὸ γὰρ ὑγρὸν αὐτὸ καθ’ αὑτὸ χωρίς τινος γεώδους φύσεως οὐδέποτε εἰς ζῴου φύσιν μεταβάλλει. εἰσὶ δὲ ταῦτα, φησί, τό τε εὔπλαστον καὶ σωματῶδες οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐν τῇ θαλάττῃ. ἐκβολὰς δὲ ποταμῶν λέγει τὰς εἰσβολάς. γίνονται οὖν ἐν ταῖς εἰσβολαῖς ταῦτα δυεῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν τοῦ εἰσάγειν αὐτόθεν τὴν τροφὴν τοὺς ποταμούς, ἄλλης δὲ τοῦ εἶναι θερμὸν τὸν τόπον τοῦτον διὰ τὴν τῆς θαλάσσης γειτνίασιν. κεκοινώνηκε δὲ ἡ θάλαττα τοῦ πνεύματος διὰ τὴν ἑαυτῆς θερμότητα· ἐν ᾧ γὰρ ὑγρῷ πρόσεστι θερμόν, ἀνάγκη ἐκεῖσε καὶ πνεῦμα εἶναι. καὶ ἐπειδὴ τῶν ζῴων τὰ μέν ἐστιν ἀέρια, τὰ δὲ γήινα, τὰ δὲ ἔνυδρα, κεκοινώνηκε δὲ ἡ θάλαττα καὶ γῆς καὶ πνεύματος καὶ ὑγρότητος, ὡς μὲν ὑγρὰ μετέχει ἰχθύων (ἔνυδροι γὰρ οἱ ἰχθύες), ὡς δὲ ἀερώδης λάρων, αἰθυιῶν καὶ τῶν λεγομένων ἀμφιβίων, ὡς δὲ γῆ τῶν ὀστρακοδέρμων· τὸ γὰρ ὄστρακον γῆς. μᾶλλον δὲ καὶ ἧττον λέγει, ἐπειδὴ καὶ ἐγὼ καὶ ἡ κορώνη πεζά ἐσμεν, ἀλλὰ μᾶλλον ἐγώ. ἐπεὶ δὲ οὐ μόνον ἐστὶ τρία τὰ στοιχεῖα, ἀλλ’ ἔστι καὶ τέταρτον τὸ πῦρ, ὅπερ αἰθέρα καλοῦμεν, ἤμελλε δέ τις λέγειν ὅτι διὰ τί οὐκ ἐνδιατρίβει καὶ ἐν τῷ αἰθέρι ζῷά τινα, ἵνα μετέχῃ καὶ τούτων ἡ θάλαττα; ἐπήγαγε2 τὸ δὲ τέταρτον γένος οὐκ ἐπὶ τούτων τῶν τόπων δεῖ ζητεῖν, τουτέστι τὰ δὲ ἐκ τοῦ τετάρτου γένους τοῦ αἰθερίου γινόμενα ζῷα οὐ δεῖ ἐνταῦθα ζητεῖν, ἐπειδὴ οὐδὲ τὸ πῦρ ἑνί τινι τούτων ἀφώρισται. ἐπὶ μὲν γὰρ τῶν ἄλλων στοιχείων δυνάμεθα λέγειν ὅτι ὅταν γένηται τοιονδί, ἐστὶν ἀήρ, ὅταν δὲ τοιονδί, ὕδωρ, ὅταν δὲ τοιονδί, γῆ· ἐπὶ δὲ τοῦ πυρός, ἐπειδὴ τὸ εἶδος αὐτοῦ ὁρᾶται καὶ ἐν ἄνθρακι καὶ ἐν φλογὶ καὶ ἐν σιδήρῳ καὶ ἐν καπνῷ καὶ ἐν ὕδατι (ἔστι γὰρ ὕδωρ θερμόν), καὶ ἐν ἀέρι (ὁ γὰρ ἀὴρ εἰ καὶ θερμός, ἀλλὰ μᾶλλον εἰδοποιεῖται τῷ ὑγρῷ), ἐπειδὴ οὖν τὸ εἶδος αὐτοῦ ὁρᾶται ἐν τούτοις καὶ ἐν ἄλλοις πλείοσιν, οὐ δύναταί τις λέγειν ὅτι ὅταν γένηται ἄνθραξ, ἐστὶ πῦρ· ἔστι γὰρ οὐδὲν ἧττον πῦρ καὶ ἡ φλὸξ καὶ ὁ πεπυρακτωμένος σίδηρος καὶ τὰ ἄλλα, ὥστε οὐκ ἔχει τὸ πῦρ ἰδίαν καὶ ὡρισμένην φύσιν. ἐπεὶ δὲ οὐκ ἔχει ὡρισμένην φύσιν ἐνταῦθα, ἀλλὰ μόνον ἐν τῷ ἄνω τόπῳ τῷ πλησίον τῆς σεληνιακῆς σφαίρας (αὐτό φημι τὸ τοῦ αἰθέρος εὐαγὲς τὸ ἁπτόμενον ταύτης τῆς σφαίρας καὶ τὸ συνεχὲς αὐτῇ ἄχρι τινός), τὰ γεγονότα καὶ γινόμενα ἐξ αὐτοῦ ζῷα ἐν τῇ σεληνιακῇ τυγχάνουσιν ὄντα σφαίρᾳ. εἰσὶ γὰρ καὶ γίνονται μερικὰ λογικὰ αἰθέρια ζῷα μήτε ἐσθίοντα μήτε πίνοντα, ἀσχολούμενα δὲ περὶ μόνην τὴν ὁρατικωτέραν καὶ θεωρητικωτέραν διατριβὴν καὶ ἔχοντα τὴν οἴκησιν ἐν αἰθέρι καὶ ἀέρι, καὶ ζῇ ἕκαστον αὐτῶν καὶ ὑπὲρ τὰ τρισχίλια ἔτη, θνήσκει δὲ ὅμως. ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἂν εἴη λόγος· φαίνεται γὰρ οὗτος μὴ συντιθέμενος τῷ τοιούτῳ δόγματι τῷ τοῦ Πλάτωνος ὄντι.

“关于壳皮类,则必须进行论述。” 从此处开始是他关于最后一个种类的论述。他说它在某种方式上出自种子生成,如同动物一样,而在某种方式上不出自种子,如同非动物一样。而“因具有与植物反向对应的本性”等同于“因具有伴随着对立的类比”。因为它们是对立的,由于在生成壳皮类的地方,植物并不生成,反之,在植物萌发生长的地方,壳皮类并不形成;但它们又是类比的,因为正如植物相对于大地,壳皮类也如此相对于大海。而在“因为湿物具有更易被塑造且具物体性的本性”这一词句中,“更易被塑造”与“比土更能被塑造且被引导至动物的本性”是同一回事,而“具物体性的”则是替代“土性的”而被使用的;因为湿物自身若无某种土性的本性,绝不会转变为动物的本性。他说,这些东西,即易于塑造之物和物体性之物,绝不少于、甚至更多地存在于大海之中。而且他所说的河流的“流出口”是指[向海的]“汇入口”。因此,这些东西在汇入口生成是由于两个原因:其一是河流从那里运入食物,其二则是由于靠近大海而使得该处温暖。大海因自身的热性而分有气息;因为凡有热性伴随的湿物,其中必然也有气息。而且由于动物中有些属于气生,有些属于陆生,有些属于水生,而大海兼具土、气息与湿气,因而作为湿性之物,它分有鱼类(因为鱼类是水生的);作为气性之物,它分有海鸥、鸬鹚以及所谓的两栖类;作为土,它分有壳皮类;因为壳属于土。他之所以说“更多与更少”,是因为我和乌鸦虽然都是步行的,但我更加是步行的。但是,由于元素不仅有三种,而且还有第四种即火(我们称之为以太),并且有人可能会说:“为何没有某些动物也在以太中栖息,以便大海也能分有它们呢?”所以他接着说:“但第四种类不应当在这些地方寻找”,也就是说,出自第四类即以太类的那些生成的动物不应当在此处寻找,因为火也没有被限定于这些[地方]中的任何一个。因为对于其他元素,我们能够说每当成为如此这般时是气,每当成为如此这般时是水,每当成为如此这般时是土;但对于火,由于它的形式既见于炭火中,又见于火焰中,见于铁中,见于烟中,见于水中(因为有热水存在),也见于气中(因为气即使是热的,但更多是由湿性赋予形式的),——因此,既然它的形式见于这些以及更多的其他事物中,便没有人能够说每当成为炭火时就是火;因为火焰、炽热的铁以及其余之物也绝不少是火,所以火并没有自身特有的、被限定的本性。但既然它在此处并不具有被限定的本性,而仅在靠近月球天球的上方场所中才具有(我指的是触及该天球并在一定程度上与之连续的以太纯净部分自身),那么由它生成过以及正在生成的动物便存在于月球天球之中。因为确实存在并且生成着既不吃也不喝的个别的理性的以太动物,它们仅从事更加关乎视觉与观照的活动,并在以太与气中拥有住所,它们每一个甚至能活三千年以上,但终究会死。但关于这些事情会有另外的论述;因为他[亚里士多德]似乎并不同意这种属于柏拉图的主张。

语法注2 条
  1. 3.29δυναμένην

    阴性宾格单数分词 δυναμένην 与所引用的词句 τό τε γὰρ ὑγρὸν εὐπλαστότεραν ἔχει τὴν φύσιν 中的被修饰名词 τὴν φύσιν(阴性宾格)在性与格上保持一致。在句法上此处本可作主格(δυναμένη)或与格(τῷ... δυναμένῳ),但为了呼应所解释的原句宾格名词而保留了宾格。

  2. 3.29ἐπεὶ δὲ οὐ μόνον ἐστὶ τρία... ἤμελλε δέ τις λέγειν... ἐπήγαγε

    长句的句法骨架。由从属连词 ἐπεί(“由于……”)引导的原因从句,通过并列连词 δέ 补充了另一层从属内容(ἤμελλε δέ τις λέγειν...“并且有人可能会说……”),共同构成引导主句主动词 ἐπήγαγε(“他接着说……”)的复合前置理由结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:159.6-160.21