← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§158.1-159.5

气候影响与蜜蜂生态差异及非交配发生

阐释在丰调之年蜂蜜与雄蜂增多的原因、蜂王与工蜂的生态分工,以及蜜蜂作为“中间物”的含义,赞叹亚里士多德重视经验观察的谦抑品格;随后由幼雏之微小论证蜜蜂并非源于交配。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.27

" Εὔλογον δὲ καὶ τοῦτο συμβαίνειν ἐν ταῖς εὐετηρίαις, μέλι καὶ κηφῆνας γίνεσθαι πολλούς." Εὐετηρίας λέγει τὰς τῶν ὡρῶν εὐκρασίας, αὐτοὺς δὴ τοὺς εὐδιεινοὺς καιρούς· οἱ γὰρ λίαν ἔπομβροι οὐκ εὔκρατοι. εὔλογον οὖν, φησί, τὸ γίνεσθαι ἐν ταῖς εὐετηρίαις μέλι καὶ κηφῆνας. αἱ γὰρ μέλιτται ἐλάττους οὖσαι τῷ μεγέθει τῶν βασιλέων δέονται εὐετηρίας. συνίστησι γὰρ καὶ οἱονεὶ διεγείρει καὶ ἀναζωπυρεῖ τὸ τῶν μελιττῶν σῶμα βραχὺ ὂν ἡ εὐετηρία, καὶ ἐπὶ τούτῳ τότε εὐφοροῦσι· τὸ δὲ τῶν βασιλέων μέγεθος μέγα ὂν τοὐναντίον ὠφελοῦσιν αἱ ὑγρότητες. ἀλλὰ καὶ τὸ τοὺς βασιλεῖς ἔσω μένειν καὶ μὴ ἐξέρχεσθαι ὅλως πρὸς κομιδὴν τροφῆς, τὰς δὲ μελίττας διακομίζειν τὴν τροφὴν τεκμήριον ἐπάγει τοῦ ἐκ τῶν βασιλέων αὐτὰς γεννᾶσθαι·1 δεῖ γὰρ τὰ τέκνα τρέφειν τοὺς γονεῖς, αὐτοὺς δ’ ἔσω μένειν πρὸς ἐπιτέκνωσιν, τουτέστι πρὸς τὸ ἐπὶ τοῖς προγεγονόσι τέκνοις ἕτερα τέκνα ποιεῖν. λέγει δὲ τὰς μελίττας μέσας εἶναι ἀμφοῖν τῷ μεγέθει, οὐχ ὅτι τῶν βασιλέων μὲν ἐλάττους εἰσί, τῶν δὲ κηφήνων μείζους (ἐλάττους γάρ εἰσιν ἀμφοτέρων), ἀλλὰ μέσας εἴρηκεν, ὅτι τῶν μὲν βασιλέων ἐλαττοῦνται τῷ μεγέθει, ὑπερέχουσι δὲ τῶν κηφήνων τῷ ταύτας μὲν ἔχειν κέντρον, ἐκείνους δ’ ἀκέντρους εἶναι. ὁμοίως δὲ καὶ τὸ ἅμα τῷ ἐξελθεῖν τοὺς βασιλεῖς ἐπακολουθεῖν αὐτὰς αὐτοῖς, ᾗ ἂν ἀπέλθωσιν, ἐναργὲς δεῖγμα τοῦ ἐξ αὐτῶν αὐτὰς γεγονέναι. καὶ αἱ μὲν μέλιτται, φησίν, ἐλάττους οὖσαι τῷ μεγέθει ὑπερέχουσι τῷ πλήθει· αὐτῶν δ’ ἐπεὶ τοῦ πλήθους ἀφείλετο, τουτέστιν αὐτῶν δὲ τῶν βασιλέων ἐπειδὴ τὸ πλῆθος ὀλίγον ἐποίησεν ἡ φύσις, μέγεθος αὐτοῖς ἀπέδωκε. ταῦτα εἰπὼν περὶ τῶν μελιττῶν πάμπαν φιλοσόφως ὁ δαιμόνιος οὗτος ἀνὴρ μετριάζει λέγων ‘ἡμῖν μὲν ταῦτα περὶ τούτων ἐκ τοῦ λόγου εὕρηται, οὐ μὴν ἱκανῶς ἐξ αἰσθήσεως εἴληπται· εἰ δέ τινι τῶν μεθ’ ἡμᾶς τῇ αἰσθήσει ληφθῇ τὰ συμβαίνοντα αὐτοῖς ἱκανῶς, τότ’ ἐκείνῳ πιστευτέον μᾶλλον ἢ τῷ ἡμετέρῳ λόγῳ’. βαβαί σου τῆς μετριότητος,2 θειότατε καὶ φιλοσόφων κορυφαιότατε.

“而且在顺遂之年发生这种情况,即蜂蜜和雄蜂变得很多,也是合乎常理的。” 他所说的“顺遂之年”是指季节的和调,即晴和的天时本身;因为过分多雨的时期并不是和调的。他说,因此在顺遂之年中产生蜂蜜和雄蜂是合乎常理的。因为蜜蜂在大小上小于蜂王,因而需要顺遂之年。因为顺遂之年能使蜜蜂微小的身体聚固,并如同唤醒且重新点燃它一样,由此它们那时便繁盛多产;与此相反,由于蜂王体形巨大,湿气反而对它们有益。然而,他也将蜂王留于内部且完全不外出搬运食物、而蜜蜂搬运食物这一事实,引为它们出自蜂王生成的证据;因为儿女应当抚育父母,而父母自身则应当留于内部以续生后嗣,也就是在先前生成的儿女之外再生出其他儿女。他说蜜蜂在大小上居于两者中间,并不是因为它们小于蜂王而大于雄蜂(因为它们小于两者),而是因为它们在大小上虽逊于蜂王,却因自身拥有螯刺而雄蜂无刺而在这一点上超过了雄蜂,所以他才称之为“中间”。同样,蜂王一出去,蜜蜂便无论蜂王走到何处都紧随其后,这也是它们出自蜂王生成的显明表征。他说,蜜蜂在大小上虽较小,在数量上却占优势;但“由于剥夺了它们的数量”,也就是说,由于自然使蜂王自身的数量变少,便把巨大体形赋予了它们。这位神异之人以完全出于哲学的方式论述了关于蜜蜂的这些事情之后,表现出谦抑,说道:“关于这些事情,我们是由推理发现的,然而绝非充分地从感知中获得的;但若在我们之后的某人通过感知充分把握了发生在它们身上的情况,那时就应当相信那个人,而非相信我们的说法。”啊,何等伟大的谦抑,最神圣且在哲学家中最登峰造极之人!

§3.28

"Πρὸς δὲ τὸ μὴ ἐξ ὀχείας γίνεσθαι σημεῖον καὶ τὸ τὸν γόνον φαίνεσθαι μικρόν." Εἰ οἱ ἐξ ὀχείας γινόμενοι γόνοι μεγάλοι εἰσίν (αὔξει γὰρ αὐτοὺς ἡ τοῦ ἄρρενος γονὴ ὥσπερ τὰ τῶν ὀρνίθων ᾠά, ὡς πολλάκις εἴρηται), ὁ δὲ τῶν μελιττῶν γόνος, ὅτε γένηται, πάμπαν ἐστὶ σμικρός, δῆλον ὡς οὐκ ἔστιν ἐξ ὀχείας. ἐν δὲ τῇ λέξει τῇ ἀφῄρηται δὲ τὸ περιττὸν εὐλόγως περιττὸν πάλιν τὸ θαυμάσιόν φησιν·3 οὔτε γὰρ ἐξ ἀνομοίων καὶ μὴ ὀχευόντων ἀνθρῆναι γεννῶνται, ὥσπερ αἱ μέλιτται, οὔτε ἀνόμοια γεννῶσιν, ὥστε οὐδέν τι πρόσεστιν αὐταῖς θαυμαστόν.

“而对于并非出自交配而生成,幼雏显得微小也是一个征象。” 如果出自交配而生成的幼雏是巨大的(因为正如多次说过的,雄性的精子促使它们长大,如同鸟类的蛋一样),而蜜蜂的幼雏产生之时完全是微小的,显而易见它不是出自交配。而在“奇特之处已合理地被剥夺”这一词句中,他又将奇妙之物称为“奇特的”;因为大胡蜂既不是如蜜蜂那样出自不相似且不交配者而生成,也不生成不相似者,所以它们身上并不带有任何奇妙之处。

语法注3 条
  1. 3.27τεκμήριον ἐπάγει τοῦ ἐκ τῶν βασιλέων αὐτὰς γεννᾶσθαι

    τεκμήριον 为 ἐπάγει 的谓语宾格(宾语补足语),带冠词不定式结构 τοῦ ... γεννᾶσθαι 充当修饰 τεκμήριον 的说明性属格,其中 αὐτάς 为不定式的主语宾格。此前带冠词的不定式短语 τὸ ... μένειν ... τὰς δὲ ... διακομίζειν 充当 ἐπάγει 的直接宾语,构成“将……这一事实引为……之证据”的句法骨架。

  2. 3.27βαβαί σου τῆς μετριότητος

    感叹句结构,感叹词 βαβαί 后接人称代词属格 σου 与表示原因/感叹的属格 τῆς μετριότητος(“啊,你何等的谦抑!”)。这是古典希腊语中伴随情感流露表达原因的标准属格用法。

  3. 3.28ἐν δὲ τῇ λέξει τῇ ἀφῄρηται δὲ τὸ περιττὸν εὐλόγως περιττὸν πάλιν τὸ θαυμάσιόν φησιν

    骨干结构为介词短语 ἐν δὲ τῇ λέξει τῇ [ἀφῄρηται δὲ τὸ περιττὸν εὐλόγως](亚里士多德的引句直接被第二个定冠词 τῇ 所统摄),其后接主句 φησὶ περιττὸν πάλιν τὸ θαυμάσιον(双宾格结构,περιττόν 与 τὸ θαυμάσιον 分别作宾语与宾语补足语):“在词句……中,他再次将‘奇特的’称为奇妙之物。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:158.1-159.5