← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§156.9-157.33

蜜蜂生成雄蜂的方式与巢室建造顺序

斐洛波诺斯注解了亚里士多德《动物生成论》卷三(759b7–760a4),指出在完全无雄蜂的蜂箱中亦能发现雄蜂幼雏,由此驳斥了交配说与外来搬运说,并整理了从未目击交配这一共同论据。随后他阐释了蜜蜂生成与自身相异的雄蜂这一特异生成方式的必然性及巢室建造的顺序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24

" Ὅλως δὲ ἐπειδὴ φαίνεται ὁ μὲν τῶν κηφήνων γόνος ἐγγινόμενος καὶ μηδενὸς ὄντος κηφῆνος." Τὸ ἐγγινόμενος ἀντὶ τοῦ εὑρισκόμενος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐν τῷ ἀγγείῳ, ἐν ᾧ εἰσιν αἱ μέλιτται, μηδενὸς μηδ’ ὅλως ὄντος κηφῆνος, ὕστερον ὁρᾶται ἐν αὐταῖς γόνος κηφήνων, τουτέστι γόνος, ἐξ οὗ γίνονται κηφῆνες· ὁ γὰρ γόνος τῶν κηφήνων ταὐτόν ἐστι τῷ ὁ γόνος ὁ μεταβάλλων εἰς κηφῆνας, ὥσπερ καὶ γόνος μελιττῶν ὁ μεταβάλλων εἰς μελίττας. εἰ δὴ μὴ ὄντος ὅλως κηφῆνος μετὰ τῶν μελιττῶν ὁρᾶται ἐν αὐταῖς γόνος κηφήνων, δῆλον ὡς οὔτε ἐξ ὀχείας ἀλλήλων τῶν μελιττῶν γίνονται οἱ κηφῆνες (δέδεικται γὰρ ὅτι οὔτε ἄρρεν οὔτε θῆλυ τὸ μελιττῶν γένος ἐστίν) οὔτε μὴν ἐξ ὀχείας κηφήνων καὶ μελιττῶν ὁμοίως γεγόνασιν οἱ κηφῆνες· καὶ κηφήνων γὰρ ὅλως μὴ ὄντων εὑρίσκονται κηφῆνες. ὑπομνηστέον οὖν ὅτι τοῦτο ἐκ τῶν συμβαινόντων αὐτοῖς τὴν πίστιν ἔχει. μήποτε ἄρα λεκτέον ὅτι φέρουσι τὸν τῶν κηφήνων γόνον· τοῦτο γὰρ λείπεται. ἢ δέδεικται καὶ τοῦτο ἀδύνατον.1 ἄλλως τε ἐπεὶ καὶ οἱ βασιλεῖς καὶ αἱ ἀνθρῆναι καὶ αἱ σφῆκες τοῦ αὐτοῦ γένους εἰσὶ τοῦ τῶν μελιττῶν (ὁμογενῆ γὰρ ταῦτα ταῖς μελίτταις), ἔδει κἀκεῖνα ἐκτὸς κομίζειν γόνον· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ οὐκ εὔλογον μὴ περὶ πᾶν τὸ γένος αὐτῶν ὅμοιόν τι συμβαίνειν πάθος.

“然而总体上,既然雄蜂的幼雏即使在没有任何雄蜂存在时也被看到产生出来。” “产生出来(egginomenos)”相当于“被发现”。他的意思大概是这样:在蜜蜂所在的容器中,纵使完全没有任何雄蜂,后来在它们中间仍能看到雄蜂的幼雏,也就是雄蜂由之产生的幼雏;因为“雄蜂的幼雏”等同于“转变成雄蜂的幼雏”,正如同“蜜蜂的幼雏”是“转变成蜜蜂的幼雏”一样。既然在完全没有雄蜂与蜜蜂同处的情况下,在它们中间也能看到雄蜂的幼雏,那么显而易见,雄蜂既不是出自蜜蜂之间的相互交配(因为已经表明蜜蜂这一类既非雄性亦非雌性),同样雄蜂也决不是出自雄蜂与蜜蜂的交配;因为即使完全没有雄蜂存在,也能发现雄蜂。因此应当记住,这一点是从发生在它们身上的情况中获得凭据的。那么难道我们应当说它们从别处带来雄蜂的幼雏吗?因为只剩下这种可能了。或者说,这也已经表明是不可能的了。此外,既然蜂王、大胡蜂和黄蜂与蜜蜂同属一个类(因为这些与蜜蜂是同类的),那么那些昆虫也本应从外带来幼雏;因为他通过“在它们的整个类上不发生类似的遭遇是不合常理的”这一句指明了这一点。

§3.25

"Κοινὸν δὲ καὶ πρὸς τὴν ἐξ ἀλλήλων γένεσιν καὶ πρὸς τὴν ἐκ τῶν κηφήνων." Τὸ πρὸς τὴν ἐξ ἀλλήλων ἴσον ἐστὶ τῷ οὔτε ἐξ ἀλλήλων. ἔστι δὲ τὸ λεγόμενον ‘κοινὴ δὲ αἰτία τοῦ μήτε ἐκ τῆς ἀλλήλων τῶν μελιττῶν ὀχείας γίνεσθαι τὰς μελίττας μήτε ἐξ ὀχείας μελιττῶν καὶ κηφήνων τοὺς κηφῆνας τὸ μηδέποτε ὦφθαι μήτε μέλιτταν ὀχευομένην ὑπὸ μελίττης μήτε κηφῆνα ὑπὸ κηφῆνος μήτε μέλιτταν ὑπὸ κηφῆνος μήτε κηφῆνα ὑπὸ μελίττης’.2 τὸ δὲ λείπεται δ’ εἴπερ ἐξ ὀχείας γίνεται, τοὺς βασιλεῖς γεννᾶν συνδυαζομένους οὐκ ἀρεσκόμενος τούτῳ λέγει (ἐρεῖ γὰρ ὅτι οὐδὲ οὗτοι συνδυάζονται), ἀλλ’ ὡς ἀκόλουθον τῇ διαιρέσει ἐπῆκται.

“而这一论据对于出自相互之间的生成以及出自雄蜂的生成都是共通的。” “对于出自相互之间的生成”等同于“也不是出自相互之间”。所说的话是:“蜜蜂既不是出自蜜蜂相互之间的交配,雄蜂也不是出自蜜蜂与雄蜂的交配,对此共同的原因乃是:从来未曾见过蜜蜂被蜜蜂交配,也未见过雄蜂被雄蜂交配,未见过蜜蜂被雄蜂交配,亦未见过雄蜂被蜜蜂交配。”至于“剩下的只有:如果确实出自交配,蜂王便通过配对而生成”这一句,并非因为他赞同这一点而说(因为他将说明这些也根本不配对),而是作为划分的逻辑推论而被补充进来的。

§3.26

"Ὄντος δὲ περιττοῦ τοῦ γένους καὶ ἰδίου τῶν μελιττῶν, καὶ ἡ γένεσις αὐτῶν ἴδιος εἶναι φαίνεται." Τὸ περιττὸν ἴσον ἐστὶ τῷ θαυμαστὸν καὶ διαφέρον πρὸς τὰ ἄλλα. θαυμαστὸν οὖν, φησί, καὶ θεῖον τὸ τῶν μελιττῶν γένος· θαυμάσιον γάρ, εἴπερ καὶ τὸ μέλι θαυμαστὸν καὶ ἡ γένεσις αὐτῶν ἴδιος καὶ θαυμαστὴ φαίνεται. τὸ μὲν γὰρ ὅλως γεννᾶν αὐτὰς οὐδὲν θαυμαστόν, τὸ δὲ γεννώσας ἄλλο τι γένος γεννᾶν οἷον κηφῆνας, τοῦτο θαυμαστόν. τὸ δὲ οἱ γὰρ ἐρυθρῖνοι γεννῶσιν ἐρυθρίνους καὶ αἱ χάνναι χάννας ὡς αἰτία ἐπῆκται τῆς θαυμαστῆς αὐτῶν γενέσεως, οὕτω δ’ ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘εἰ γὰρ καὶ ἐξ ἑαυτῶν χωρὶς τῆς τῶν ἀρρένων ὁμιλίας γεννῶσιν οἵ τε ἐρυθρῖνοι καὶ αἱ χάνναι, ὅμως ὅμοια ἑαυτοῖς γεννῶσιν, αἱ μέλιτται δὲ ἀνόμοια’. αἴτιον δὲ τοῦ μὴ γεννᾶν ὅμοια ὅτι καὶ αὐταὶ ἐξ ἀνομοίων γεγόνασιν· ἐκ τῶν βασιλέων γάρ. τὸ δὲ ἀνάγκη γάρ τι παραλλάττειν, εἰ μὴ δεῖ ἀεὶ τὸ αὐτὸ γένος ἴσον ἐστὶ τῷ ἀνάγκη γὰρ τὸ ἐκ τῶν βασιλέων γινόμενον παραλλάττειν· εἰ γὰρ μὴ παρήλλαττεν, ἦσαν ἂν κἀκεῖνα βασιλεῖς, καὶ τὰ τούτων ἔγγονα πάλιν βασιλεῖς, καὶ ἀεὶ τὰ ἀπὸ βασιλέων γινόμενα πάλιν βασιλεῖς. οὐ δεῖ δὲ τὸ αὐτὸ ἀεὶ ἐξ αὐτοῦ γίνεσθαι· φιλοτιμεῖται γὰρ ἡ φύσις ἀεί τι θαυμαστὸν ποιεῖν. ἐπειδὴ δέ τις ἤμελλε λέγειν ‘καὶ πῶς ἀνομοίων ὄντων τῶν κηφήνων τοῖς βασιλεῦσιν ὁμοίους αὐτοῖς αὐτοὺς λέγεις;’ ἐπήγαγε νῦν δὲ τοῦτο λείπεται τῆς ἀπορίας,3 τουτέστι νῦν δὲ τοῦτο ἐκτός ἐστιν ἀπορίας, ὡς εἰ ἔλεγεν ‘οὐδεμίαν γὰρ ἔχει ἀπορίαν· εἰ μὲν γὰρ πρὸς τῷ ὁμοιοῦσθαι τοῖς βασιλεῦσι κατὰ τὸ μέγεθος εἶχον καὶ κέντρον, τότε εἴπερ ἐλέγομεν αὐτοὺς ὁμοίους τοῖς βασιλεῦσιν, εἶχεν ἂν χώραν ἡ ἀπορία· ἐπεὶ δὲ κέντρον οὐκ ἔχουσιν, ἐκτός ἐστι τὸ λεγόμενον ἀπορίας’. κυττάρια δὲ λέγει τὰ σίμβλα, ἐν οἷς ἀποτίθενται τὸν γόνον. οὗτος δ’ ὁ γόνος διττός, εἷς μὲν ἐξ οὗ γίνονται αἱ μέλιτται, ἄλλος δὲ ἐξ οὗ οἱ βασιλεῖς. λέγει δὲ ὅτι πρῶτον μὲν ποιοῦσι τοὺς κυττάρους, ἐν οἷς μέλλουσιν ἀποθεῖναι τὸν τῶν μελιττῶν γόνον, ὕστερον δὲ καὶ ἐπὶ τέλει τοὺς οἰκείους, καὶ τούτους ὀλίγους.

“由于蜜蜂的类是奇特而特异的,它们的生成似乎也是特异的。” “奇特的(peritton)”等同于“奇妙的并且有别于其余者的”。他说,因此蜜蜂的类是奇妙而神圣的;因为它是奇妙的,若蜂蜜确实奇妙,且它们的生成也显得特异而奇妙。因为它们普遍能够生成,这本身并不奇妙,但在生成中生成另一种类(例如雄蜂),这才是奇妙的。而“因为红鲈生成红鲈,宽口鱼生成宽口鱼”这一句是作为它们奇妙生成的原因而被补充进来的,补充的方式就如同他在说:“因为纵使红鲈与宽口鱼无需与雄性交配便出自自身生成,它们生成的依然是与自身相似的,而蜜蜂生成的却是不相似的。”生成不相似之物的原因在于,它们自身也是出自不相似之物产生的;因为它们是出自蜂王产生的。至于“因为如果并非必须始终是相同的类,那么某种变化就是必然的”这一句,等同于:“因为出自蜂王产生的东西必然有所变化;因为如果不发生变化,那些也就会是蜂王,它们的后代又会是蜂王,出自蜂王产生的东西就会始终又是蜂王。但同一事物不应当始终出自同一事物产生;因为自然热切地追求始终制造出某种奇妙之物。”由于有人可能会说:“雄蜂既与蜂王不相似,你怎么能说它们与蜂王相似呢?”因此他补充说:“但如今这免于难问”,也就是说,如今这在难问之外,如同他在说:“因为这不包含任何难问;如果它们在大小上与蜂王相似之外还拥有螫刺,那么倘若我们说它们与蜂王相似,难问就会有其立足之地;但既然它们没有螫刺,所说的话便在难问之外。”他将它们存放幼雏的蜂箱(巢房)称为“巢室(kyttaria)”。而这幼雏是双重的,一种是蜜蜂由之产生的,另一种是蜂王由之产生的。他说,它们首先建造它们打算将蜜蜂幼雏存放于其中的巢室,其后并在最后建造属于自身的巢室,而且这些为数很少。

语法注3 条
  1. 3.24μήποτε ἄρα λεκτέον ὅτι φέρουσι τὸν τῶν κηφήνων γόνον· τοῦτο γὰρ λείπεται. ἢ δέδεικται καὶ τοῦτο ἀδύνατον.

    μήποτε ἄρα λεκτέον 引入了一个探询性的假设自问(“那么难道应当说……吗?”),随后紧接着由 ἢ δέδεικται...(“或者这不也已经证明……”)加以反驳和否定。连接词 ἤ 在此起到了修正并推翻前一假设的作用。

  2. 3.25ἔστι δὲ τὸ λεγόμενον ‘κοινὴ δὲ αἰτία τοῦ μήτε ἐκ τῆς ἀλλήλων τῶν μελιττῶν ὀχείας γίνεσθαι τὰς μελίττας μήτε ἐξ ὀχείας μελιττῶν καὶ κηφήνων τοὺς κηφῆνας τὸ μηδέποτε ὦφθαι μήτε μέλιτταν ὀχευομένην ὑπὸ μελίττης μήτε κηφῆνα ὑπὸ κηφῆνος μήτε μέλιτταν ὑπὸ κηφῆνος μήτε κηφῆνα ὑπὸ μελίττης’.

    在该引述句的骨架中,带有冠词的不定式短语 τὸ μηδέποτε ὦφθαι... 构成实质主语,而 κοινὴ δὲ αἰτία τοῦ μήτε... μήτε... 则为表语(“……的共同原因乃是……从未被目击这一事实”)。在依附于 αἰτία 的属格短语内部,宾格的 τὰς μελίττας 与 τοὺς κηφῆνας 并列作为不定式 γίνεσθαι 的逻辑主语。

  3. 3.26νῦν δὲ τοῦτο λείπεται τῆς ἀπορίας, τουτέστι νῦν δὲ τοῦτο ἐκτός ἐστιν ἀπορίας

    在亚里士多德的原文语句 νῦν δὲ τοῦτο λείπεται τῆς ἀπορίας 中,动词 λείπεται 被注疏者理解为“免于”或“处于……之外”,并用 τουτέστι νῦν δὲ τοῦτο ἐκτός ἐστιν ἀπορίας(即“在难问之外”)来进行同义阐释。此处的属格 τῆς ἀπορίας 起到了表示分离的夺格性属格功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:156.9-157.33