- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:154.27-156.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯梳理了亚里士多德就蜜蜂、蜂王与雄蜂的生成所提出的难问及其划分(幼雏系采集而来还是自行繁育、有无交配等),并注疏了证明蜜蜂与雄蜂既非雄性亦非雌性的反驳论证。
" Ἡ δὲ τῶν μελιττῶν γένεσις ἔχει πολλὴν ἀπορίαν." Ἐκ τῶν φαινομένων συμβαίνειν ταῖς μελίτταις ἐοικέναι λέγει συμβαίνειν αὐταῖς ὅπερ ἐνίοις τῶν ἰχθύων,1 οἷον χάνναις καὶ ἐρυθρίνοις, περὶ ὧν πολλάκις εἴρηται ὅτι δοκοῦσιν ἄνευ ὀχείας γεννᾶν. καὶ τοῦτο εἰπὼν ἐκ διαιρέσεως τίθησι τὸ πρόβλημα. ἡμᾶς δὲ καλῶς ἔχει εἰδέναι πρὸ τῆς τῶν λεγομένων σαφηνείας τὴν Ἀριστοτέλους δόξαν. ἔστι δὲ τὸ τοὺς μὲν καλουμένους βασιλεῖς γεννᾶν2 καὶ ἑαυτοὺς καὶ τὰς μελίττας ἄνευ ὀχείας, ταύτας δὲ ὁμοίως ἄνευ ὀχείας τοὺς κηφῆνας, τούτους δὲ μηδέν, ἀλλ’ ἀργοὺς καὶ ἀγόνους διατελεῖν. καὶ ἔοικεν εὐλόγως τοῦτο παρηκολουθηκέναι· τῶν μὲν γὰρ βασιλέων δύο ἦσαν τὰ θεῖα καὶ θαυμαστά, τὸ γεννᾶν καὶ ἑαυτοὺς καὶ τὰς μελίττας ἄνευ ὀχείας, τῶν δὲ μελιττῶν ἕν, τὸ γεννᾶν μόνους τοὺς κηφῆνας· λείπεται ἄρα τῶν κηφήνων μηδὲν εἶναι θαυμάσιόν τι. ἀλλὰ ταῦτα μὲν οὕτω προλελέχθω, ἡ δὲ διαίρεσις τοιαύτη τίς ἐστιν· ἀνάγκη, φησίν, εἰ γεννῶσιν ἑαυτὰς αἱ μέλιτται, καὶ μὴ οἱ βασιλεῖς, ἢ ἄλλοθεν φέρειν τὸν γόνον (λέγουσι γάρ τινες ὅτι εὑρίσκουσιν αὐτὸν ἔν τισι φύλλοις φυτῶν καὶ πέτραις, ἀφ’ ὧν συλλέγουσαι διακομίζουσιν ἐν τοῖς ἀγγείοις, ἐν οἷς εἰσι, καὶ ἐν αὐτοῖς συμπέττουσαι γεννῶσιν ἐξ αὐτοῦ μελίττας) ἢ οὖν ἄλλοθεν φέρουσι τὸν γόνον, καὶ τοῦτον ἢ αὐτόματον φυόμενον ἢ ἄλλου τινὸς ζῴου τίκτοντος, ἢ αὐτὰς αὐτὸν γεννᾶν, ἢ τὸν μὲν φέρειν κατὰ τὸν ῥηθέντα τρόπον, τὸν δὲ γεννᾶν· λέγουσι γάρ τινες ὅτι τὸν μὲν γόνον, ἐξ οὗ γίνονται οἱ κηφῆνες, φέρουσι, τὸν δὲ ἐξ οὗ αἱ μέλιτται, γεννῶσι. καὶ εἰ γεννῶσιν, ἀνάγκη ἢ ὀχευομένας γεννᾶν ἢ ἀνοχεύτους, καὶ ὀχευομένας γεννᾶν ἤτοι ἕκαστον γένος καθ’ ἑαυτό, οἷον αἱ μέλιτται αἱ ἄρρενες ὀχεύουσι τὰς θηλείας μελίττας, καὶ γεννῶσι μελίττας, καὶ οἱ βασιλεῖς τὰς βασιλίσσας, καὶ γεννῶσι βασιλεῖς, ὁμοίως δὲ καὶ οἱ κηφῆνες κηφῆνας, ἢ ἕν τι αὐτῶν τὰ ἄλλα, οἷον οἱ βασιλεῖς γεννῶσι καὶ ἑαυτοὺς καὶ τὰς μελίσσας καὶ τοὺς κηφῆνας ἢ αἱ μέλιτται ἑαυτὰς καὶ τοὺς βασιλεῖς καὶ τοὺς κηφῆνας, ἢ οἱ κηφῆνες καὶ ἑαυτοὺς καὶ τὰ ἄλλα. ταῦτα δέ, φησί, πάντα πλὴν ἑνός (οὐ γὰρ πάντα ψευδῆ· οἱ γὰρ βασιλεῖς καὶ ἑαυτοὺς καὶ τὰ ἄλλα γεννῶσι) πλὴν οὖν ἑνὸς τἆλλα πάντα ἀδύνατα καὶ ἐκ τῶν συμβαινόντων τοῖς ἄλλοις ζῴοις καὶ αὐτοῖς. καὶ ἐροῦμεν τὴν λέξιν μετερχόμενοι, τίνα τὰ ἐκ τῶν συμβαινόντων τοῖς ἄλλοις ζῴοις ἀδύνατα καὶ τίνα τὰ ἐκ τῶν αὐτοῖς. εὐθὺς οὖν ἀπαντᾷ πρὸς τὸ πρῶτον λέγων ‘εἰ γὰρ μὴ τίκτουσιν αἱ μέλιτται τὸν γόνον, ἀλλ’ ἄλλοθεν φέρουσι, διὰ τί ὁ γόνος καὶ χωρὶς τῶν μελιττῶν αὐτὸς καθ’ ἑαυτὸν οὐ μεταβάλλει ὑπὸ τῆς ὥρας εἰς μελίττας; πολλὰ γὰρ ὑπὸ τῆς ὥρας μεταβάλλουσιν εἰς ζῷα’.3 σαφέστατα δὲ ἀπαγγέλλει τὰ ἑξῆς. ἰστέον δὲ ὅτι τὸ πάντα γὰρ ὅσα πραγματεύεται περὶ τὰ τέκνα ἐκ τῶν τοῖς ἄλλοις συμβαινόντων τὴν πίστιν ἔχει. αἱ δὲ μέλιτται εἰ ἦσαν ἄρρενες, οἱ δὲ κηφῆνες θήλειαι, ἔδει αὐτὰς μὴ διαπονεῖσθαι περὶ τὰ τέκνα· οὐδὲν γὰρ ἄρρεν διαπονεῖται περὶ τὰ τέκνα, ἀλλὰ κἂν διαπονῆται, ἢ ἧττον ἢ ἐπίσης τῷ θήλει· νῦν δ’ οἱ κηφῆνες οὐδ’ ὅλως διαπονοῦνται, ἀλλὰ τὴν πᾶσαν ἐπιμέλειαν αἱ μέλιτται ποιοῦνται. ἄρρενες μὲν οὖν διὰ τοῦτο οὐκ ἂν εἶεν αἱ μέλιτται. ἀλλὰ μὴν οὐδὲ θήλειαι· εἰ γὰρ ἦσαν θήλειαι, ἔδει αὐτὰς μὴ ἔχειν ὅπλον, νῦν δ’ ἔχουσι τὰ καλούμενα κέντρα. ἰστέον ὅτι καὶ τοῦτο ἐκ τῶν τοῖς ἄλλοις συμβαινόντων ἤρτηται. ὅτι μὲν οὖν οὔτε θήλειαι οὔτε ἄρρενες αἱ μέλιτται, δῆλον. οἱ δὲ κηφῆνες εἰ μὲν ἦσαν ἄρρενες, εἶχον ἂν ὅπλον, οὐκ ἔχουσι δέ· ἄκεντροι γάρ εἰσιν· εἰ δὲ θήλειαι, ἔδει διαπονεῖσθαι περὶ τὰ τέκνα, οὐ διαπονοῦνται δέ.
“而蜜蜂的生成则包含着许多困难。” 他说,从在蜜蜂身上观察到的现象来看,在它们身上所发生的似乎正是在某些鱼类身上所发生的,例如宽口鱼与红鲈,关于这些鱼常常有人说它们似乎无须交配便能繁殖。在说了这话之后,他通过划分提出了这一问题。然而,在明了所论述的内容之前,我们最好先了解亚里士多德的观点。这一观点是:所谓蜂王无须交配便生成自身与蜜蜂,蜜蜂同样无须交配而生成雄蜂,而雄蜂则什么也不生成,而是始终游手好闲且不育。而这似乎是合乎逻辑地随之而来的;因为在蜂王身上有两样神圣而奇妙的特质(无须交配生成自身和蜜蜂),在蜜蜂身上有一件(仅生成雄蜂),因之在雄蜂身上就完全没有任何奇妙之处了。不过这些权且如此预先说明;而其划分则大概是这样的:他说,如果蜜蜂生成它们自身,而不是蜂王生成它们,那么必然要么它们从别处带来幼雏(因为有人说它们在植物的某些叶片上和岩石上找到它,并从那里收集起来,运送到它们所在的容器中,在其中将其完全消化熟成,并从中生成蜜蜂);因此,要么它们从别处带来幼雏——而这幼雏要么是自然自生的,要么是某种其他动物所产出的——要么是它们自身生成它,要么是按照前述的方式带来一种,而生成另一种;因为有人说,雄蜂所由产生的幼雏是它们带来的,而蜜蜂所由产生的则是它们生成的。而若是它们生成,则必然要么通过交配生成,要么不经交配而生成;若是通过交配生成,则要么每一个种类独自生成(例如雄蜜蜂与雌蜜蜂交配并生成蜜蜂,蜂王与雌蜂王交配并生成蜂王,同样地雄蜂也生成雄蜂),要么是它们之中的某一种生成其余种类(例如蜂王生成自身、蜜蜂与雄蜂,或者蜜蜂生成自身、蜂王与雄蜂,或者雄蜂生成自身与其余种类)。他说,这些情况除了一种之外全都是不可能的(因为并非全都是虚假的;蜂王确实生成自身与其他种类)——因此除了一种之外,其余全都是不可能的,无论根据发生在其他动物身上的情况,还是根据发生在它们自身身上的情况来看皆是如此。我们将在研读原文时说明,哪些是根据发生在其他动物身上的情况而不可能的,哪些是根据发生在它们自身身上的情况而不可能的。于是他立即回应了第一个假设,说:“因为如果蜜蜂不是产出幼雏,而是从别处带来,为什么幼雏即便没有蜜蜂,也不凭自身借由时令转变成蜜蜂呢?因为许多东西都借由时令转变成动物。”他极为清楚地阐述了接下来的内容。应当知晓,“凡是为后代操劳者”这一句是从发生在其他动物身上的情况中获得凭据的。如果蜜蜂是雄性而雄蜂是雌性,它们就不应当为后代操劳;因为没有任何雄性会为后代操劳,纵然操劳,也要么少于雌性,要么与雌性相当;然而如今雄蜂根本不操劳,而是蜜蜂承担了全部的照料。因此,蜜蜂决不可能是雄性。但是,它们当然也不是雌性;因为如果它们是雌性,它们就不应当拥有武器,然而如今它们拥有所谓的螯刺。应当知晓,这一点同样取决于发生在其他动物身上的情况。可见,蜜蜂既非雌性亦非雄性,这是显而易见的。至于雄蜂,如果它们是雄性,它们本应拥有武器,但它们却没有(因为它们是没有刺的);而如果它们是雌性,它们本应为后代操劳,但它们却不操劳。
- 3.23Ἐκ τῶν φαινομένων συμβαίνειν ταῖς μελίτταις ἐοικέναι λέγει συμβαίνειν αὐταῖς ὅπερ ἐνίοις τῶν ἰχθύων
在由 λέγει 支配的宾格不定式结构中,不定式 ἐοικέναι 以后置关系从句 ὅπερ ἐνίοις τῶν ἰχθύων(省去 συμβαίνει)为逻辑主语(前置介词分词短语 ἐκ τῶν φαινομένων συμβαίνειν ταῖς μελίτταις 表推断依据),进而统辖补充不定式 συμβαίνειν(“似乎发生于它们身上”),构成了嵌套的不定式句式。
- 3.23ἔστι δὲ τὸ τοὺς μὲν καλουμένους βασιλεῖς γεννᾶν
带有冠词的不定式短语 τὸ ... γεννᾶν 整体充当同格性与说明性的表语,用以阐明前一句中的 τὴν Ἀριστοτέλους δόξαν(“亚里士多德的观点”)。
- 3.23πολλὰ γὰρ ὑπὸ τῆς ὥρας μεταβάλλουσιν εἰς ζῷα
中性复数主语 πολλά 搭配了第三人称复数动词 μεταβάλλουσιν,而非古典雅典语常规的中性复数搭配单数动词(打破了雅典句式),着眼于将复数事物视为各自独立的个体。
