- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:153.10-154.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐洛庞奴斯解释了昆虫何以产生不完全的胚胎即幼虫、幼虫生长为蛹(卵)并最终化为成虫的原因。接着他详细记述了产生蚕丝的蚕的发生过程与生命周期,并提出并解答了关于幼虫与卵在养分及机体形成方面的疑难。
" Τούτου δ’ αἴτιον ὅτι ἡ φύσις ὡσανεὶ πρὸ ὥρας ᾠοτοκεῖ διὰ τὴν ἀτέλειαν τὴν αὐτῆς." Τὴν αἰτίαν διὰ τούτων λέγει, τίνος ἕνεκα πρῶτον μὲν σκώληξ γεννᾶται κινούμενος καὶ ὅλως ζῷον ὑπάρχων, εἶτα αὐξηθεὶς ᾠὸν γίνεται ἀναίσθητον καὶ ἀκίνητον, εἶθ’ οὕτω πάλιν ζῷον ἕτερον παρὰ τὸν σκώληκα. λέγει οὖν ὅτι ἡ τῶν ἐντόμων φύσις ἀδυνατοῦσα θρέψαι ἐν αὑτῇ καὶ τελειῶσαι τὸ κύημα διὰ τὴν οἰκείαν ἀσθένειαν, ἀτελὲς αὐτὸ γεννᾷ· ὥστ’ εἴπερ πρὸς τῷ ἀτελὲς αὐτὸ γεννᾶν καὶ ἄψυχον ἐγέννα καὶ ἀναίσθητον, ἐφθείρετο ἄν· εἰ δὲ τοῦτο, τάχιον ἂν ἐκ τοῦ παντὸς ἐξέλιπε τὸ τῶν ἐντόμων γένος. διά τοι τοῦτο γεννᾷ ζῷον ἐξ ἑαυτοῦ δυνάμενον τρέφεσθαι, καὶ τρέφεται ἕως ἂν τελειωθῇ, τελειωθὲν δὲ θνήσκει· τὸ γὰρ ζῆν καὶ ἐσθίειν δέδοται αὐτῷ διὰ τὸ τέλειον γεγονέναι,1 ἐπειδὴ δὲ τετελείωται, οὐκέτι χρεία αὐτῷ τοῦ ἐσθίειν, ὥστε οὐδὲ τοῦ ζῆν. καὶ ἐπὶ τούτῳ θνήσκει, καὶ ἔστι τότε οἷον ᾠὸν κύκλῳ περιεχόμενον ὑπὸ τοῦ κελύφους· εἶθ’ οὕτως τὸ ἐντὸς ὑπάρχον τούτου τοῦ κελύφους ὑπὸ τῆς ὥρας ὥσπερ ὑπὸ ὄρνιθος συμπεφθὲν καὶ εἰς ζῷον μεταβαλὸν ἔξεισιν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. ἐν δὲ τῇ λέξει τῇ ὡς ὄντος τοῦ σκώληκος ἔτι ἐν αὐξήσει ᾠοῦ μαλακοῦ τὸ ἐν αὐξήσει ἴσον ἐστὶ τῷ ὅτε αὔξεται ὁ σκώληξ, ᾠόν ἐστι μαλακόν, τελειωθεὶς δὲ ξηραίνεται κύκλῳ ὁμοίως τῷ τῶν ὀρνίθων ᾠῷ.
“而其原因在于,自然因其自身的不完全,可以说是未到成熟期就产卵。” 他通过这些话指明了原因:究竟是为了什么,首先生成的是能够运动的、完全作为动物而存在的幼虫,随后生长成为无知觉且不动的卵,而后再以此方式变成与幼虫不同的另一种动物。因此他说,昆虫类的自然因其固有的脆弱性,无法在自身内部滋养并将胚胎孕育完全,便将其不完全地产生出来;所以,如果在将其不完全地产生出来的同时,还将其作为无生命的、无知觉的东西产生出来,它就会灭亡;而若是这样,昆虫这一族类很快就会从宇宙中绝灭。正是为了这个缘故,[自然]产生出能够依靠自身进食的动物,它一直进食直至发育完全,而一旦发育完全便死去;因为活着和进食被赋予给它,乃是为了达到完全的状态,而既然已经完全,它便不再需要进食,因之也就不再需要活着。于是正为此故它便死去,彼时它就像一个四周被外壳包裹的卵;随后,这外壳内部之物借由季节时令如同借由母鸟那样被完全消化熟成,并转变成动物走出来。所说之话的意旨便是如此。而在“正如幼虫在生长期间仍是软卵”这一表述中,“在生长期间”等同于“当幼虫生长时,它是一个软卵,而在发育完全之后,它的外围变干,类似于鸟类的卵”。
"Τὸν αὐτὸν δὲ τρόπον συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων τῶν μὴ ἐξ ὀχείας γινομένων ἐν ἐρίοις." Ἔρια λέγει νῦν καὶ τὴν καλουμένην ὑπὸ τῶν πολλῶν μέταξαν· σκώληκες γάρ τινες ταύτην τὴν μέταξαν γεννῶσιν. ἴσως δὲ οὐδὲν κωλύει τὴν τούτων γένεσιν ἱστορῆσαι. ζῷά τινα πτηνὰ ὀχεύουσιν ἄλληλα, τὰ ἄρρενα δηλαδὴ τὰ θήλεα, ἐκ δὲ τῆς τούτων ὀχείας γεννᾶται σκωληκώδη τινά, ἀναίσθητα μέντοι, ἃ δὴ συλλέξασαι αἱ περὶ τὴν μέταξαν πονοῦσαι γυναῖκες καὶ ὑπὸ τὸν κόλπον ἐμβιβάσασαι θερμαίνουσιν, ἕως ἂν αἴσθησιν λάβῃ καὶ ζῷα γένηται. ζῴων δὲ γεγονότων, τίθενται αὐτὰ εἰς κόσκινα καὶ διδόασιν ἐσθίειν φύλλα συκαμίνων, ἐξ ὧν φύλλων τρεφόμενα αὔξονται καὶ οὕτως ἐργάζονται τὸ κέλυφος κύκλῳ ἕκαστον αὐτῶν, καὶ ἔστι τὸ κέλυφος ὃ ἀναλύουσιν εἰς μέταξαν· εἶτα ἀποθνήσκει. καὶ μετὰ χρόνον τινὰ τοῦ κελύφους ῥαγέντος ἐξέρχεται ζῷον πτηνὸν ὅμοιον τῷ γεννήσαντι τὸν σκώληκα, καὶ τοῦτο ἀεὶ οὕτω γίνεται. πάλιν γὰρ ἐκ τοῦ πτηνοῦ τούτου γεννᾶται σκώληξ, ἐκ δὲ τούτου ἔριον κέλυφος καὶ πτηνόν, καὶ πάλιν ἐκ τοῦ πτηνοῦ τούτου σκώληξ, καὶ οὕτως ἀεί. καλεῖ δὲ τὰ πτηνὰ πεζά, οἶμαι, διὰ τὸ καὶ αὐτὰ τὸν πλείονα χρόνον πεζεύειν. εἰπὼν δὲ ὅτι καὶ τῶν μελιττῶν αἱ νύμφαι, ἐπήγαγε καὶ τοιοῦτον οὐδὲν ἔχουσιν, ὃ ταὐτόν ἐστι τῷ καὶ τροφὴν οὐδὲν λαμβάνουσι μετὰ τὸ γενέσθαι νύμφας. ἐν τῇ λέξει τῇ ὅθεν τρεφομένοις ἐπιγίνεται τοιοῦτον περίττωμα τὸ τοιοῦτον περίττωμα ἀντὶ τοῦ ἡ τροφὴ εἴρηται. ἔστι δὲ τὸ λεγόμενον ‘ὅθεν ἐπιγίνεται αὐτοῖς ἡ τροφὴ τρεφομένοις’. ζητήσειε δ’ ἄν τις, οἶμαι, καὶ ἐκ τῶν νῦν καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθησομένων, πῶς εἰπὼν ὅτι ὅλος ὁ σκώληξ μεταβάλλει εἰς ζῷον καὶ τούτῳ διαφέρει ᾠοῦ, τῷ τὸ ᾠὸν μὴ ὅλον δύνασθαι εἰς ζῷον μεταβάλλειν, νῦν μὲν σκιωδῶς λέγει τὸ μέν τι αὐτοῦ ζῷον γίνεσθαι, τὸ δὲ τροφήν (τοῦτο γὰρ δύναται τὸ οἱ μὲν ἔχουσιν ἐν ἑαυτοῖς τοιοῦτον, ἤτοι τροφήν), ἐφεξῆς δὲ καὶ λίαν σαφῶς ἐρεῖ τοῦτο. ἢ οὐ τοῦτο λέγει ὅτι2 ὅλος ὁ σκώληξ μεταβάλλει, ἀλλ’ ὅτι καὶ τὸ γεγονὸς τροφὴ ἠδύνατο ζῷον γεγονέναι, τοῦ δὲ ᾠοῦ τὸ γεγονὸς τροφὴ ζῷον γενέσθαι οὐ δύναται.
“同样的情形也发生在并非由交配而在羊毛中生成的其他动物身上。” 他在此处所谓“羊毛”,也指一般人所称的“蚕丝”;因为某些幼虫会产生这种蚕丝。或许记录一下它们的生成也并无妨碍。某些有翼动物彼此交配(即雄性与雌性),从它们的交配中生成某种幼虫状之物,然而并无知觉;从事蚕丝劳作的妇女们便将它们收集起来,放入怀中温热,直至它们获得知觉并成为动物。在它们成为动物之后,人们便将它们放置在筛子中,喂食桑树的叶子;它们依靠这些叶子滋养而长大,并以此方式各自在自身四周织造外壳,而这外壳便是人们缫成蚕丝之物;随后它便死去。经过一定时间,外壳破裂后,便走出一种类似于产生幼虫之物的有翼动物,而这始终是如此进行的。因为从这种有翼动物中再次生成幼虫,又从这[幼虫]中生成羊毛状的外壳和有翼动物,再次从这种有翼动物中生成幼虫,如此循环往复。而他把这些有翼动物称为“步行的”,我想是因为它们自身也将其大部分时间用于步行。在说过“蜜蜂的蛹也”之后,他补充说“并且它们不具有任何此类东西”,这等同于“并且在成为蛹之后它们不再摄取任何营养”。在“由此对于被滋养者产生出此类排泄物”这一表述中,“此类排泄物”是用来代替“营养”的。其所表达的意思是:“由此对于被滋养的它们产生出营养”。不过我想,无论根据现在所言还是根据在此之后将被言及的内容,人们都可能会探讨:他既然说过幼虫整体转变成动物,并以此与卵相区别(因为卵无法整体转变成动物),何以如今却隐晦地说它的一部分成为动物而另一部分成为营养(因为“有些在自身内部具有此类东西,即营养”能够意味着这一点),且在下文中还将极为明确地表达这一点?抑或是,他表达的意思并不是幼虫整体发生转变,而是变成了营养的部分原本也能够变成动物,而在卵中,变成了营养的部分是无法变成动物的?
- 3.21διὰ τὸ τέλειον γεγονέναι
介词 διά 支配带有中性单数宾格定冠词的完成时不定词 τό ... γεγονέναι。完成体表示达到完全状态的结果,整体表达“为了达到完成的状态”这一终极目的,并与后文的 ἐπειδὴ δὲ τετελείωται(“既然已经完全”)相呼应。
- 3.22ἢ οὐ τοῦτο λέγει ὅτι ὅλος ὁ σκώληξ μεταβάλλει, ἀλλ’ ὅτι
连词 ἤ 以设问形式(“抑或是……”)引出注释者针对前文提出的疑难(ζητήσειε δ’ ἄν τις... πῶς...)所给出的解答(λύσις)。否定词 οὐ 否定 τοῦτο λέγει,并与转折连词 ἀλλά 构成“并非是X,而是Y”的修正性论证骨架。
