- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:152.1-153.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞斯注解亚里士多德论昆虫与有壳类动物生成之处(758a27),论证未完全发育的胚胎广义上皆为幼虫,并阐明一部分分化为养分的“卵”与全体转化为动物的“幼虫”之间的本质区别。
" Περὶ δὲ τῶν ἐντόμων καὶ τῶν ὀστρακοδέρμων λεκτέον." Ἐντεῦθεν περὶ τῆς τῶν ἐντόμων καὶ τῶν ὀστρακοδέρμων γενέσεως λέγει κατὰ τὴν ὑφηγημένην μέθοδον, ὑφηγημένην λέγων τὴν ἀπόδοσιν τοῦ τρόπου τῆς γενέσεως, ὃ ταὐτόν ἐστι τῷ τὸ ποιητικὸν ἀποδιδόναι, ὅπερ ἐν τῷ Περὶ ζῴων μορίων παρείασεν. εἰπὼν δὲ πρὸς τούτοις σκωληκοτοκεῖν, ἐπήγαγε σχεδὸν γὰρ ἔοικε πάντα, καὶ τὰ ὑπόποδα καὶ τὰ ἄποδα, σκωληκοτοκεῖν πρῶτον, καὶ τὴν αἰτίαν τούτου ἐπήγαγε διὰ τοῦ τὸ γὰρ ἀτελὲς κύημα τοιοῦτόν ἐστιν· ὥστε εἰ πάντων τὰ κυήματα πρῶτον ἀτελῆ ἐστι, τὸ δ’ ἀτελὲς σκώληξ ἢ οἷον σκώληξ ἐστί, πάντα ἄρα σκωληκοτοκεῖ. τὸ δὲ τρόπον τινὰ πρόσκειται, διότι οὐ κυρίως σκώληξ ἐστίν, ἀλλ’ ὥσπερ ὅλως ὁ σκώληξ ἐξ ἀτελοῦς εἰς ἄλλο τι ὂν μεταβάλλει τέλειον, οὕτω καὶ τὸ κύημα. ἀλλὰ καὶ ἐν τοῖς ἐντὸς ᾠοτοκοῦσι τέλειον ᾠὸν τὸ κύημα τὸ πρῶτον ἀδιόριστον 〈ὂν〉 λαμβάνει τὴν αὔξησιν· οὐ γὰρ ἔχον ἐν ἑαυτῷ περιγεγραμμένα καὶ ἐσκιαγραφημένα τὰ τοῦ ζῴου μόρια αὔξει, ἀλλὰ μετὰ τὸ αὐξηθῆναι καὶ τέλειον ᾠὸν γενέσθαι σκιαγραφεῖται, ὡς πολλάκις εἴρηται. τοιαύτη δὲ καὶ ἡ τοῦ σκώληκος φύσις· καὶ γὰρ καὶ ἐν τούτῳ ὕστερον μετὰ τὸ αὐξηθῆναι σκιαγραφοῦνται καὶ τὰ μόρια τοῦ γινομένου ἐξ αὐτοῦ. μετὰ δὲ τοῦτο, φησί, τουτέστι μετὰ τὸ εἰπεῖν τὰ προσεχῶς ἡμῖν ῥηθέντα, εἴπομεν ὅτι τὰ μὲν ᾠοτοκεῖ τὸ κύημα τέλειον, τὰ δ’ ἀτελές. καθάπερ δέ, φησίν, ἄν ἀφέλῃ τις τὸ τῶν ᾠῶν ὄστρακον, τὸ καταλειφθὲν ὁ ἐφεξῆς τῶν ὀστράκων ὑμήν ἐστι μετὰ τοῦ λευκοῦ καὶ τοῦ ὠχροῦ, οὕτω τυγχάνει ὂν καὶ τὸ κύημα πρῶτον περιεχόμενον ὑμένι. τὰ δὲ γεννῶντα τῶν ἐντόμων ἐπειδὰν γεννήσῃ, τὰ γεννηθέντα σκώληκές εἰσι, καὶ τὰ γινόμενα μὴ δι’ ὀχείας ἀλλ’ αὐτομάτως, οἷον αἱ χρυσαλλίδες, ἐκ τοιαύτης σκωληκώδους γίνονται τὸ πρῶτον συστάσεως (ἐκ τῆς κάμπης γὰρ γίνονται, ἥτις σκώληξ ἐστίν), ἄλλα δὲ ἐκ τῶν ἀραχνίων· καίτοι δόξειεν ἂν τὰ ἀράχνια ᾠοῖς ἐοικέναι διὰ τὸ περιφερὲς τοῦ σχήματος· οὐκ εἰσι δὲ ᾠά. εἰ γὰρ τῷ ᾠῷ τὸ εἶναι ᾠόν ἐστιν ἐν τῷ τὸ μὲν αὐτοῦ ζῷον γίνεσθαι, τὸ δὲ τροφήν1 (οὐ γὰρ ἅπαν τοῦ ᾠοῦ δύναμιν ἔχει εἰς ζῷον μεταβάλλειν, ἀλλὰ τὸ λευκὸν μόνον) τῶν δ’ ἀραχνίων καὶ τῶν ἄλλων ἁπάντων αἱ ὁλότητες ὅλαι δύνανται μεταβάλλειν εἰς ζῷα, οὐκ ἂν εἶεν ᾠά. οὐ δεῖ οὖν, φησί, λέγειν ὡς ἐπειδὴ σχῆμα ἔχει τοιονδὶ καὶ ὑγρότητα ἢ σκληρότητα τοιανδί, ᾠόν ἐστιν ἢ σκώληξ, ἀλλὰ τῷ ὅλον μεταβάλλειν2 καὶ μὴ ἐκ μορίου τινὸς γίνεσθαι τὸ ζῷον προελθόν, τουτέστιν, ἀλλ’ εἰ μὲν ὅλη ἡ ὁλότης αὐτοῦ δύναται μεταβαλεῖν εἰς ζῷον, τοῦτο σκώληκα ῥητέον, εἰ δὲ μόριον μέν τι αὐτοῦ δύναται μεταβάλλειν εἰς ζῷον, μόριον δέ τι μὴ δύναται, τοῦτο ᾠὸν λεκτέον. τὸ δὲ τὰ δὲ πάντα σκωληκώδη ταὐτὸν ἐστι τῷ προσεχῶς ῥηθέντι τῷ ἀλλὰ τῷ ὅλον μεταβάλλειν· ἐστὶ γὰρ τὸ λεγόμενον ‘τὰ δὲ δύναμιν ἔχοντα ὅλα μεταβάλλειν, ταῦτα πάντα σκωληκώδη ῥητέον’.
“关于昆虫和有壳类动物则应当论述。” 从此开始,他按照所指示的方法论述昆虫和有壳类动物的生成;他所说的“所指示的”,是指指出生成的样态,这等同于指出动力因,而动力因是他在《动物各部》中所忽略的。在这些之外,他说了它们产幼虫之后,又补充道:“因为几乎所有具备脚的和没有脚的动物,似乎都首先产幼虫”,并通过“因为未完全发育的胚胎乃是如此的”一句附加了其原因;因此,如果一切动物的胚胎最初都是未完全发育的,而未完全发育之物是幼虫或宛如幼虫,那么一切动物就都是产幼虫的。而之所以附加上“在某种方式上”,是因为它严格而言并非幼虫,而是正如一般而言幼虫由未完全发育的存在转变为另一种完全的存在一样,胚胎也是如此。不仅如此,即便在那些于体内产下完全卵的动物中,胚胎最初也是作为未确定的状态获得生长的;因为并非在其自身内部预先规定并勾勒出动物的各部分来进行生长,而是在生长并成为完全的卵之后,才如屡次指出的那样被勾勒出来。幼虫的本性也是如此;因为在幼虫中也是在生长之后的较晚阶段,由它产生的动物的各部分才被勾勒出来。而他所谓的“在此之后”,即在我们刚才所述的事项被陈述之后,“我们曾说过,有些动物是将胚胎作为完全的卵产出,有些则是作为不完全的产出”。他说,正如若有人剥去卵的硬壳,留下的乃是紧挨硬壳的膜连同白质和黄质一样,胚胎最初也是处于被膜包裹的状态。在昆虫中进行生殖的那些,每当生殖时,所生下的都是幼虫;而那些不是通过交配而是自发产生的,例如蛹,最初也是从这种幼虫般的构成物中产生的(因为它们是由身为幼虫的毛虫产生的),而其他一些则是从蛛卵块中产生的;然而蛛卵块因形状的圆形可能看似像卵,但它们并不是卵。因为,如果对卵而言,身为卵在于其一部分变为动物,另一部分变为养分(因为并非卵的全部都有能力转变为动物,而唯独白质具有此能力),而蛛卵块以及所有其他者的全体本身都能够完整地转变为动物,它们就不会是卵。因此他说,不应说因为具有如此这般的形状和如此这般的湿度或硬度,它就是卵或幼虫,而是应当根据其全体转变、且产生出来的动物并非从某个部分形成来判定——也就是说,如果它的整个全体能够转变为动物,这就应当被称为幼虫;如果它的某个部分能够转变为动物,而某个部分不能,这就应当被称为卵。而“但全都是幼虫般的”这一句,等同于刚才所说的“而是根据全体转变”;因为其意是指:“凡具有完整转变之能力的,这些全都应当被称为幼虫般的”。
- 3.20τῷ ᾠῷ τὸ εἶναι ᾠόν ἐστιν ἐν τῷ τὸ μὲν αὐτοῦ ζῷον γίνεσθαι, τὸ δὲ τροφήν
与格 τῷ ᾠῷ 依存于表达本质的定式 τὸ εἶναι ᾠόν(所有与格/关涉与格:“对于卵而言,身为卵”)。随后的冠词性不定式短语 ἐν τῷ τὸ μὲν αὐτοῦ ζῷον γίνεσθαι, τὸ δὲ τροφήν 作表语,界定该本质的具体内容。
- 3.20ἀλλὰ τῷ ὅλον μεταβάλλειν
与格 τῷ ... μεταβάλλειν 表示判定或区分所依据的准则(手段/标准与格),与前文的否定从句 οὐ δεῖ ... λέγειν ὡς ἐπειδή... 相对应。此处为省略/破格构文,需从上下文补充如 διορίζειν 或 κρίνειν(判定、区分)之类的支配动词。
