← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§150.29-151.32

卵的分化阶段与遗传以及软体类和甲壳类的生殖

解释亚里士多德关于交配顺序与性状遗传之论述的融通性,指出其取决于卵的分化阶段,并阐明软体动物与甲壳类的交配、产卵方式以及体型与胚胎附着位置的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18

" Τὰ δ’ ἐξ ὀχείας μὲν γενόμενα ᾠά, διακεκριμένα δ’ εἰς τὸ λευκὸν γίνεται κατὰ τὸ πρῶτον ὀχεῦσαν." Ἀπορήσειεν ἄν τις πρὸς τὰ λεγόμενα, πῶς πρότερον λέγων ὅτι οἱ νεοττοὶ κατὰ τὸν ὕστερον ὀχεύσαντα γίνονται, νῦν φησιν ὅτι κατὰ τὸν πρότερον. ἢ αὐτὸς ἔλυσε τὴν ἀπορίαν πάνυ ἀκριβῶς θεὶς τὸ διακεκριμένον εἰς τὸ λευκόν, δυνάμει λέγων ὡς εἰ μὲν ἡ ὀχεία τοῦ ὕστερον ὀχεύσαντος γένηται πρὸ τοῦ μεταβαλεῖν εἰς τὸ λευκόν, γίνεται κατὰ τὸν ὕστερον ὀχεύσαντα, εἰ δὲ μετὰ τὸ μεταβαλεῖν εἰς τὸ λευκὸν ὀχεύσει, τότ’ ἀκριβῶς ἤδη γίνεται κατὰ τὸν πρότερον. ἔχει γὰρ ἤδη εἰς τὸ λευκὸν μεταβεβληκὸς1 ἀμφοτέρων τὰς ἀρχάς, τήν τε τοῦ θήλεος καὶ τὴν τοῦ ἄρρενος, ὥστε οὐκέτι δεῖται ἄλλου τινός. τὸ δὲ λεγόμενον ὑπὸ τῆς λέξεως τῆς τὸ γὰρ ταῦτα μὲν ἐξ ὀχείας οἴεσθαι, ἐκεῖνα δὲ μή, ἄλογον τοιοῦτον ἄν εἴη·2 τὸ γὰρ οἴεσθαι τὰ μὲν μαλάκια ἐξ ὀχείας τίκτειν (φαίνονται γὰρ πολλάκις συνδυαζόμενα) τοὺς δ’ ἄλλους ἰχθῦς μὴ ἐξ ὀχείας ἄλογον. εἰ δὲ διέλαθεν αὐτοὺς καὶ ὁ τῶν μαλακίων συνδυασμός, σημεῖον πολλῆς ἀπειρίας καὶ ἀγνοίας περὶ τὰ πράγματα. γίνεται δὲ τούτοις τοῖς μαλακίοις ὁ συνδυασμὸς χρόνιος διὰ τὴν ἐκ φύσεως ψυχρότητα· ψυχρὰ γὰρ ὄντα τὴν φύσιν δέονται πολλῆς κινήσεως πρὸς τὸ θερμανθῆναι.

“由交配产生、且已被区分出白质的卵,随从最先交配者的性质。” 人们可能会对所说的内容提出疑问:为什么他在前文说幼雏随从后交配者的性质,而现在却说随从先交配者的性质?或者毋宁说,他自己通过极其精确地设定“已被区分出白质”这一表述解决了这个疑问,实际上他是说:如果后交配者的交配发生在转变成白质之前,〔卵〕就随从后交配者;但如果他在转变成白质之后才交配,那时它就确确实实已经随从先交配者了。因为已经转变成白质的卵已经具备了双方的原理,即雌性的原理和雄性的原理,因而它不再需要任何其他东西。而由“因为若认为这些是出于交配,而那些不是,这是不合理的”这句话所表达的意思大概是这样的:若认为软体动物出于交配而生产(因为人们经常见到它们交尾),而其他鱼类不出于交配,这是不合理的。但若连软体动物的交尾也没有被他们察觉,这就是对事物极度缺乏经验和无知的征兆。这些软体动物的交尾之所以持续时间很长,是因为它们生性寒冷;因为生性寒冷,它们需要大量运动以便受热。

§3.19

"Αἴτιον δ’ ὅτι ἡ μορφὴ στρογγύλη τὴν ἰδέαν οὖσα καὶ σφαιροειδής." Αἴτιον, φησί, τοῦ τὸ τῶν πολυπόδων ᾠὸν ἓν εἶναι3 τὸ τὴν ἰδέαν αὐτῶν σφαιροειδῆ καὶ στρογγύλην εἶναι· συσχηματίζεται γὰρ αὐτῇ τὸ ᾠὸν καὶ οὐκ ἐᾶται διάδηλον φαίνεσθαι τὴν ἐν αὐτῷ σχίσιν. λέγει δὲ καὶ τὰ καραβώδη τὰ θήλεα πρὸς ἑαυτὰ ποιεῖσθαι τὸν τόκον· οὐ γὰρ ἀπορραίνουσιν ἐν τῇ γῇ τὰ ᾠὰ ὥσπερ οἱ ἰχθύες, ἀλλὰ πλάκας ἔχοντα ἐν τοῖς ὑπτίοις πρὸς τῷ οὐραίῳ ἐκεῖσε ἐναποτίθενται καὶ ζωογονοῦσι, καὶ οὕτως ἐκτίκτει αὐτὰ ζῷα δηλονότι καὶ οὐκ ᾠά. καὶ τοῖς μὲν θήλεσι τῶν μαλακίων ἐπιρραίνει ὁ ἄρρην, καὶ γίνεται τὰ ᾠὰ ἕν τι καὶ συνεχές, ὥσπερ ζύμη ἢ ἄλλο τι κολλῶδες, οἷον ἰξὸς ἢ ἄλλο τι. τοῖς δὲ καραβώδεσιν ἐν μὲν τῷ συνδυασμῷ ἐπιρραίνει, μετὰ δὲ τὸ ἐξελθεῖν τὰ ᾠὰ εἰς τὰς πλάκας ὑπὸ τὰ ὕπτια ὄντα οὐκ ἐπιρραίνει (ἀδύνατον γάρ), οὔτε μὴν κἂν ἐπέρραινεν, ἕν τι ἐξ αὐτῶν καὶ κολλῶδες ἐγίνετο· σκληρὰ γάρ εἰσι. λαμβάνουσι δὲ τὰ ᾠὰ τῶν καραβωδῶν τὴν αὔξησιν ἐν ταῖς πλαξίν, ὥσπερ τὰ τῶν ἄλλων ἐν τῇ ἰλύϊ. ὁ δὲ νεοττὸς τῆς σηπίας (τοῦτο γὰρ εἶπεν ἡ γενομένη σηπία τοῖς ᾠοῖς) ὁ δὴ νεοττὸς ὁ γεγονὼς ἐκ τοῦ ᾠοῦ προσπέφυκε κατὰ τὸ πρόσθεν. τῶν μὲν γὰρ ἄλλων κάτω πρὸς τοῖς ἄρθροις εἰσὶ σχεδὸν οἱ νεοττοὶ προσπεφυκότες, ὁ δὲ τῆς σηπίας ἔμπροσθεν πρὸς τῇ μύτιδι, διὰ τὸ τὴν φύσιν εἰς ἓν συναγαγεῖν τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν καὶ ποιῆσαι οἷον κύκλον τὸ σῶμα αὐτῶν ἢ σφαῖραν.

“原因在于形态在外形上是圆的且呈球状。” 他说,章鱼类的卵之所以是一个整体,原因在于它们的外形是球状且圆的;因为卵配合它的形态成形,不容许其中的裂缝显露出来。并且他说,雌性甲壳类也是朝向自身进行生产;因为它们不像普通鱼类那样把卵泼洒在地面上,而是在靠近尾部的腹部生有骨板,将卵产在那里并孵化成幼体,以这种方式显然将它们作为活物而非作为卵生产出来。并且雄性泼洒在雌性软体动物身上,卵便成为某种单一且连续的东西,就像酵母或某种其他粘稠之物,如鸟胶或其他东西一样。但在甲壳类中,雄性是在交尾时进行泼洒,而在卵排出到腹部下方的骨板中之后则不再泼洒(因为这是不可能的),而且即使他进行了泼洒,它们也不会形成某种单一且粘稠之物;因为它们是坚硬的。甲壳类的卵在骨板中获得生长,正如其他动物的卵在淤泥中生长一样。乌贼的幼雏(因为他所谓的“卵中形成的乌贼”指的就是这个)——从卵中产生的幼雏乃是附着在前方。因为其他动物的幼雏几乎都是附着在下方的关节附近,而乌贼的幼雏则附着在前方靠近喙嘴处,这是因为自然将前方和后方汇聚为一,使它们的身体形成宛如一个圆圈或球体。

语法注3 条
  1. 3.18ἔχει γὰρ ἤδη εἰς τὸ λευκὸν μεταβεβληκὸς

    分词 μεταβεβληκός 为中性单数主格(完成时主动),与本句省略的主语 τὸ ᾠόν(卵,承前文而来)保持性数格一致。

  2. 3.18τὸ δὲ λεγόμενον ὑπὸ τῆς λέξεως τῆς τὸ γὰρ ταῦτα μὲν ἐξ ὀχείας οἴεσθαι, ἐκεῖνα δὲ μή, ἄλογον τοιοῦτον ἄν εἴη

    句子的主语是带冠词分词短语 τὸ δὲ λεγόμενον(所说的意思),介词短语 ὑπὸ τῆς λέξεως τῆς 引入引文字句(τὸ γὰρ ... ἄλογον)作为 λέξεως 的同位成分,谓语为句末的 τοιοῦτον ἄν εἴη。

  3. 3.19Αἴτιον, φησί, τοῦ τὸ τῶν πολυπόδων ᾠὸν ἓν εἶναι τὸ τὴν ἰδέαν αὐτῶν σφαιροειδῆ καὶ στρογγύλην εἶναι

    由属格冠词 τοῦ 引出的不定式短语(τοῦ ... ἓν εἶναι)作为说明性属格依附于名词 αἴτιον(……的原因),而末尾的冠词不定式短语(τὸ ... εἶναι)则充当指明原因具体内容的主语/表语成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:150.29-151.32