← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§149.27-150.28

鱼类的体外受精机制与卵的完熟及赋魂

注解757a14,解决了关于软骨鱼类与卵生鱼类是否向体外排泄精卵的疑难,并探讨了鱼卵与鸟类风卵的受精完熟机制及灵魂的赋予。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17

" Περὶ δὲ τῆς τῶν ἰχθύων γενέσεως ἀπορήσειεν ἄν τις." Ἡ μὲν οὖν ἀπορία τοιαύτη, διὰ τί τῶν σελαχωδῶν οὔθ’ οἱ ἄρρενες προΐενται τὸν θορὸν οὔθ’ αἱ θήλειαι τὰ ᾠά, τῶν δὲ μὴ ζῳοτοκούντων ἀμφότερα τὰ γένη προΐενταί τε καὶ ἀπορραίνουσιν· αἱ μὲν γὰρ θήλειαι τὰ ᾠά, οἱ δ’ ἄρρενες τὸν θορόν. ἡ δὲ λύσις ὧδ’ ἔχει· οἱ μὲν οὖν ἄρρενες τῶν σελαχωδῶν οὐ προίενται τὸν θορόν, ἐπειδὴ οὔκ εἰσι πολύσπερμοι, αἱ θήλειαι δὲ ἄνω πρὸς τῷ ὑποζώματι ἔχουσαι τὰς ὑστέρας ὁμοίως ἀδυνατοῦσιν ἀπορραίνειν τὰ ᾠά. ῥᾷστον μὲν γὰρ ἀπορραίνειν ταῖς ἐχούσαις τὰς ὑστέρας κάτω πρὸς τοῖς ἄρθροις, ταῖς δ’ ἄνω καὶ πρὸς τῷ ὑποζώματι οὐ ῥᾷστον. λέγει δὲ καὶ ὁμοίως διαφέρειν τὰ ἄρρενα πρὸς τὰ ἄρρενα καὶ τὰ θήλεα πρὸς τὰ θήλεα. ὥσπερ γὰρ οἱ ἄρρενες τῶν σελαχωδῶν ὀλιγοχούστεροί εἰσι τῶν ἀρρένων ἰχθύων, οὕτω καὶ αἱ θήλειαι σελαχώδεις τῶν θηλειῶν ἰχθύων. τὰ δὲ τῶν ἰχθύων ᾠὰ τρόπον τινὰ ἔοικε τοῖς σκωληκοτοκοῦσι· τὸ δὲ τρόπον τινὰ πρόσκειται διὰ τὸ ἐπαχθὲν τὸ ἔτι γὰρ ἀτελέστερον προΐεται τὸ κύημα· τὰ γὰρ κυήματα τῶν σκωληκοτοκούντων ἀτελέστερά εἰσι τῶν κυημάτων τῶν ἰχθύων, ταῦτα δ’ ἐστὶ τὰ ᾠά. ἐοίκασι δὲ πάλιν, διότι ἀμφότερα, ὥσπερ εἴρηται, ὁμοίως τῇ ζύμῃ αὔξεται. καὶ τὰ μὲν τῶν ἰχθύων ᾠὰ ἐπειδὴ οὐκ ἔχουσι κεχωρισμένον ἐκ τοῦ ὠχροῦ τὸ λευκόν, οὐδένα καιρὸν ἔχουσιν ὡρισμένον, ἀλλ’ ὅταν ἐπιρράνῃ αὐτῷ ὁ ἄρρην τὸν θορόν, τελειοῦται· τὰ δὲ τῶν ὀρνίθων ἐπεὶ κεχωρισμένον ἔχουσι τὸ λευκόν, εἰ μὲν πρὸ τοῦ ἄρξασθαι μεταβάλλειν εἰς λευκὸν τὸ ὑπηνέμιον ἐπιρράνῃ ὁ ἄρρην, τελειοῦται, εἰ δὲ μετὰ τὸ χωρισθῆναι τὸ λευκὸν ἐκ τοῦ ὠχροῦ ἐπιρράνῃ, οὐ τελειοῦται. ἔχει γὰρ ἤδη τὴν ἀπὸ τοῦ ἄρρενος ἀρχήν, τουτέστιν ὅπερ γὰρ ἤμελλε ποιῆσαι ἡ ἀπὸ τοῦ ἄρρενος ἀρχή, γέγονε καὶ χωρὶς ἐκείνης.1 ἡ γὰρ τοῦ ἄρρενος ἀρχὴ εἰσελθοῦσα ἅμα τε χωρίζει τὸ λευκὸν ἀπὸ τοῦ ὠχροῦ καὶ ἅμα δίδωσιν αὐτῷ τοὺς λόγους τῆς αἰσθητικῆς ψυχῆς, τοιωσδὶ συμπέττουσα αὐτὸ ἐν τῷ διακρίνειν ἀπ’ ἀλλήλων τό τε λευκὸν καὶ τὸ ὠχρόν· ὑφ’ αὑτῶν δὲ χωρισθέντα οὐκέτι μετὰ τοῦτο δοῦναι δύναται·2 δεῖται γὰρ τῆς τοιασδὶ συμπέψεως, ἣν ἡ τοῦ ἄρρενος ἀρχὴ ποιεῖ. τὸ δ’ ὑπηνέμιον ὡς μὲν φυτοῦ κύημα τέλειόν ἐστιν· ἔχει γὰρ τὴν θρεπτικὴν καὶ αὐξητικὴν ψυχήν, ἣν ἔχουσι καὶ τὰ τῶν φυτῶν κυήματα, ἣν θρεπτικὴν καὶ αὐξητικὴν ἀμφότερα διδόασι καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ· ὡς δὲ κύημα ζῴου ἀτελές· δεῖται γὰρ τῆς αἰσθητικῆς, ἣν μόνον τὸ ἄρρεν δίδωσιν.

“关于鱼类的生成,人们可能会产生疑问。” 这个疑问是这样的:为什么在软骨鱼类中,既不是雄性向体外排出精液,也不是雌性向体外排出卵,而在非胎生的鱼类中,两性都向体外排出并泼洒——因为雌性[泼洒]卵,雄性[泼洒]精液?解决办法如下:软骨鱼类的雄性由于精液并不充沛而不向体外排出精液,而雌性由于其子宫高处靠近横隔膜,同样无法向体外泼洒出卵。因为对于那些子宫低处靠近关节的动物而言,泼洒最为容易,而对于那些子宫高处且靠近横隔膜的动物而言,则不容易。并且他说,雄性与雄性、雌性与雌性之间的差异也是类似的。因为正如软骨鱼类的雄性比普通鱼类的雄性产出更少一样,软骨鱼类的雌性也比普通鱼类的雌性产出更少。鱼类的卵在某种程度上类似于产幼虫者;之所以附加上“在某种程度上”,是因为后面补述的“因为胚胎是以更不完全的状态排出的”。因为产幼虫者的胚胎比鱼类的胚胎更为不完全,而鱼类的胚胎就是卵。它们之所以又相似,是因为正如已经说过的那样,两者都像酵母一样增长。鱼类的卵由于白质尚未从黄质中分离出来,所以没有固定的时机,而是在雄性将精液泼洒在其上时得以完熟;鸟类的卵则由于白质已经分离,如果雄性在风卵开始转变为白质之前进行泼洒,它便得以完熟,但如果是在白质已从黄质中分离出来之后进行泼洒,它便无法完熟。“因为它已经具有来自雄性的原理”,这就是说,来自雄性的原理原本要作成的事,即使没有那个原理也已经发生了。因为雄性的原理进入之后,既将白质与黄质分离开来,又同时赋予它感觉灵魂的形式原理,在将白质与黄质彼此区分开的过程中将卵以这种方式充分熟化;但在它们自行分离之后,[雄性的原理]此后便再也无法赋予[这些形式原理]了。因为它需要雄性原理所作成的那种充分熟化。风卵作为植物的胚胎是完全的;因为它具有营养和生长的灵魂,植物的胚胎也具有这种灵魂,并且雄性和雌性双方都提供这种营养和生长的灵魂;但作为动物的胚胎它是不完全的;因为它需要唯有雄性才赋予的感觉灵魂。

语法注2 条
  1. 3.17ἔχει γὰρ ἤδη τὴν ἀπὸ τοῦ ἄρρενος ἀρχήν, τουτέστιν ὅπερ γὰρ ἤμελλε ποιῆσαι ἡ ἀπὸ τοῦ ἄρρενος ἀρχή, γέγονε καὶ χωρὶς ἐκείνης

    这是注释者用 τουτέστιν 对亚里士多德原文(ἔχει γὰρ ἤδη...)所作的转述解释。他并未将亚里士多德的话字面理解为“已经接受并保有来自雄性的原理”,而是解释为:雄性原理本应完成的白质与黄质的分离,在没有雄性原理介入的情况下已经自行发生了。

  2. 3.17ὑφ’ αὑτῶν δὲ χωρισθέντα οὐκέτι μετὰ τοῦτο δοῦναι δύναται

    省略主语与不定词结构。句中 δύναται 的主语承接前文,指“雄性的原理(ἡ τοῦ ἄρρενος ἀρχή)”,不定词 δοῦναι 的宾语则补充前文出现的“感觉灵魂的形式原理(τοὺς λόγους τῆς αἰσθητικῆς ψυχῆς)”。分词 χωρισθέντα 为中性复数,指自行分离开来的白质和黄质(或卵的各部分)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:149.27-150.28