- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:14.6-15.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明鱼类排出不完全之卵以避免因多产而破裂的原由及子宫的位置,进而通过三段论论证软骨鱼类因缺乏热量无法干燥卵壳而在体内卵生、体外胎生的道理,并辨析其胚胎发育及子宫相较于鸟类与胎生动物的独特构造。
Καὶ τὴν αἰτίαν, δι’ ἣν ἀτελῆ προΐενται, ἐπάγει λέγων πολύγονοι γὰρ ὄντες οἱ ἰχθύες, εἴπερ ἐν ἑαυτοῖς ἐτελεσιούργουν τὰ ᾠά, διεῤῥήγνυντο ἂν μὴ δυνάμενοι χωρεῖν αὐτὰ διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος’. τοσοῦτον δέ ἐστι τὸ πλῆθος τῶν ᾠῶν καὶ συμπεπιλημένα ἓν εἰς τὸ ἄλλο, ὥστε δοκεῖν τὴν ὑστέραν ᾠὸν εἶναι· τὸ γὰρ πλῆθος τῶν ᾠῶν οὐ δίδωσι συναίσθησιν αὐτῆς. εἰσὶ δὲ τὰ πολύγονα καὶ ζῷα καὶ φυτὰ μικρὰ τὴν φύσιν εὐλόγως· ἡ γὰρ μέλλουσα εἰς τὴν αὔξησιν αὐτῶν καταναλίσκεσθαι ὕλη τρέπεται εἰς τὴν τῶν ᾠῶν φύσιν. ἔχουσι δὲ τὴν ὑστέραν κάτω τὰ τίκτοντα ἀτελῆ τὰ ᾠά· οὕτω γὰρ ἔσται πρὸ ὁδοῦ,1 τουτέστι πρόχειρον καὶ ῥᾷον προϊέναι συντόμως τὰ ᾠὰ κάτω κειμένης αὐτῆς. ἄλλως τε καὶ πέφυκε μᾶλλον κάτω κεῖσθαι ἡ ὑστέρα· ὅταν δέ τι φύσεως ἔργον ἐμποδίζῃ, πίπτει ἄνω. ὥστε ἐφ’ ὅσων ἄνω κεῖται ἡ ὑστέρα, οὐχ ὅτι πέφυκεν αὐτόθι κεῖσθαι τὴν θέσιν ἄνω ἔχει (μᾶλλον γὰρ κάτω πέφυκε κεῖσθαι), ἀλλὰ διὰ τὸ ἐμποδίζειν τὴν ἐν τῷ κάτω θέσιν αὐτῆς ἔργον τι φύσεως. Εἰπὼν δὲ ὅτι τὰ σελάχη θύραζε μὲν ζῳοτοκοῦσιν, ἐν ἑαυτοῖς δὲ ᾠοτοκοῦσι, προσέθηκε πάνυ ἀκριβῶς τὸ πρῶτον. οὐ γὰρ ὥσπερ αἱ ἀλεκτορίδες ἐν ἑαυταῖς μὲν ᾠοτοκοῦσι, θύραζε δὲ ζῳοτοκοῦσιν, οὕτω καὶ τὰ σελάχη, ἀλλ’ ἐν ἑαυτοῖς πρῶτον μὲν ᾠοτοκοῦσιν, εἶτα τὸ τοιοῦτον ᾠὸν ἔτι ἐν ἑαυτοῖς ἔχοντες ζῷον γεγονὸς οὕτω προΐενται ζῷον, οὐκ ᾠόν. διὰ τοῦτο οὖν πρόσκειται τὸ πρῶτον, δυνάμει λέγων ὅτι μὴ γάρ, ὥσπερ οἱ ἄνθρωποι εὐθὺς ζῳοτοκοῦσιν ἐν ἑαυτοῖς, οὕτω καὶ τὰ σελάχη, ἀλλὰ πρῶτον ᾠοτοκεῖ ἐν ἑαυτοῖς, εἶτα ζῳοτοκεῖ ἐν ἑαυτοῖς, εἶτα ζῳοτοκεῖ θύραζε. καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ ᾠοτοκεῖ τὰ σελάχη θύραζε, ἐπήγαγεν εἰπὼν ἐπεὶ δεῖ τὸ ἔξω τῶν ᾠῶν σκληρὸν εἶναι ὥσπερ τὸ τῶν ἀλεκτορίδων, ὃ κέλυφος καλεῖται, ἵνα φυλάττῃ αὐτά, τὰ δὲ σελάχη ὀλιγόθερμα καὶ ψυχρὰ ὄντα οὐ δύνανται ξηρᾶναι αὐτὸ καὶ ποιῆσαι οἷον κέλυφος, διὰ τοῦτο οὐκ ᾠοτοκοῦσι θύραζε. εἶτα ἐπάγει καὶ τὴν αἰτίαν, δι’ ἣν εἰσι ψυχρὰ τὰ σελάχη, καί φησι διὰ τὸ εἶναι μαλακόδερμα· τάχιστα γὰρ διαπνεῖται καὶ ἐξέρχεται ἀπὸ τῶν μαλακοδέρμων τὸ ἔμφυτον αὐτῶν θερμὸν διὰ τὴν τοῦ δέρματος μανότητα, ἀπὸ δὲ τῶν σκληροδέρμων βραδέως διὰ τὴν πύκνωσιν· πάντα γὰρ τὰ σκληρὰ πυκνά ἐστιν. ὥστε συλλογιστέον τῇδέ πῃ· τὰ σελάχη μαλακόδερμα, τὰ μαλακόδερμα ὀλιγόθερμα, τὰ ὀλιγόθερμα ἀδυνατεῖ ξηραίνειν τὸ τῶν ᾠῶν ἔσχατον, ἵνα φυλάττῃ αὐτά· τὰ σελάχη ἄρα ἀδυνατεῖ ξηραίνειν τὸ τῶν ᾠῶν ἔσχατον, ἵνα φυλαχθῇ τὰ ᾠά. τούτου δὲ μὴ δυναμένου ξηραίνεσθαι μένουσιν ἐν τοῖς σελάχεσι τὰ ᾠά, ἵνα ὑπ’ αὐτῶν φυλάττηται τὴν φυλακήν, ἣν ἔμελλεν φυλάττεσθαι2 ὑπὸ τοῦ ἐσχάτου ξηρανθέντος. ἀλλὰ πῶς, εἴπερ ἐκτὸς πίπτοντα τὰ ᾠὰ φυλακῆς δεῖται, ἵνα μὴ φθείρηται, καὶ διὰ τοῦτο τὰ περιέχοντα τὰ τῶν ἀλεκτορίδων ᾠὰ σκληρά ἐστιν, οἱ εἰρημένοι μικροὶ ἰχθύες ἀτελῆ αὐτὰ προΐενται; ἢ ἀτελῆ μὲν αὐτὰ προΐενται, σκληρὰ δὲ καὶ θερμὰ διὰ τὴν τῶν γεννησάντων αὐτὰ ἰχθύων θερμότητα. ὅτι δὲ σκληρά ἐστι, δῆλον καὶ ἐκ τῆς αἰσθήσεως· οἷον γὰρ ἄλεαντόν εἰσι σίνηπι.3 ταῦτα μὲν οὕτως. Τὸ δὲ ζῷον ἐν τοῖς σελάχεσι γίνεσθαί φησι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τοῖς ὄρνισιν. ὥσπερ γὰρ ἐν τοῖς τῶν ὀρνίθων ᾠοῖς τὸ μὲν λευκὸν πᾶν γίνεται τὸ ζῷον, τὸ δὲ ὠχρὸν καταλιμπάνεται εἰς τροφὴν τοῦ ζῴου, οὕτω καὶ ἐν τοῖς τῶν σελαχῶν ᾠοῖς· μέρος μὲν γάρ τι τοῦ ᾠοῦ γίνεται σελάχιον, μέρος δέ τι ἐᾶται πρὸς τροφὴν αὐτοῦ. οὐ γίνεται δὲ τὰ τῶν σελαχῶν ᾠὰ ζῷα ἄνω, ἀλλ’ ἄνω μὲν τελειοῦνται, κάτω δὲ ζῳογονοῦνται, ὥσπερ καὶ ἐπὶ τῶν ἐξ ἀρχῆς ζῳοτοκούντων. διὸ καὶ τὴν ὑστέραν ἀνομοίαν ἔχει τὰ σελάχη καὶ τοῖς ζῳοτοκοῦσι καὶ τοῖς ᾠοτοκοῦσι· τὰ μὲν γὰρ ᾠοτοκοῦντα ἄνω πρὸς τῷ ὑποζώματι ἔχει αὐτήν, τὰ δὲ ζῳοτοκοῦντα κάτω πρὸς τοῖς ἄρθροις· τὸ δὲ σέλαχος καὶ πρὸς τῷ ὑποζώματι ἔχει αὐτὴν ὡς ᾠοτόκον καὶ κάτω παρήκουσαν ὡς ζῳοτόκον. διττογονοῦντα δὲ λέγει τὰ ᾠοτοκοῦντα καὶ ζῳογονοῦντα· ἀμφοτέρων γὰρ μετειλήφασιν, καὶ τοῦ ᾠοτοκεῖν καὶ τοῦ ζῳοτοκεῖν.
至于它们排出不完全之卵的原因,他接着说明道:“因为鱼类由于多产,假若在自身之内使卵完成,由于卵的数目和体积,便无法容纳它们而会破裂。” 卵的数量如此之多,并且相互压紧,以至于子宫看起来本身就像是一个卵;因为卵的众多使得无法觉察到子宫本身。而多产的动物和植物在自然本性上都是微小的,这是合乎情理的;因为原本要用于它们自身生长的质料被转向了卵的自然本性。生产不完全之卵者,将子宫生在下方;因为子宫位于下方,这样便会有利——即便于且更容易迅速排出卵。此外,子宫在自然本性上亦更倾向于位于下方;但每当自然的某种功用阻碍时,它便落入上方。因此,凡子宫位于上方的动物,并非因为子宫在自然本性上倾向于位于彼处而拥有上方的配置(因为它在自然本性上更倾向于位于下方),而是因为自然的某种功用阻碍了它在下方的配置。在说明软骨鱼类对外是胎生而在自身之内是卵生之后,他极其精确地补上了“首先”。因为并非像母鸡在自身之内是卵生而对外是胎生那样,软骨鱼类亦是如此,而是在自身之内首先是卵生,随后在自身之内仍保有这样的卵且卵已成为动物时,才以这种方式排出动物而非卵。因此之故,“首先”被附加其上,其潜在之意乃是说:并不是像人类在自身之内立即是胎生那样,软骨鱼类亦是如此,而是在自身之内首先是卵生,随后在自身之内是胎生,随后才对外是胎生。而软骨鱼类对外并非卵生的原因,他接着说明道:既然卵的外部必须像母鸡的卵那样坚硬(这被称为卵壳),以便保护它们,而软骨鱼类由于热量少且寒冷,无法将其干燥并使其如同卵壳,因此之故它们对外并非卵生。随后他亦接着说明软骨鱼类寒冷的原因,并说这是由于它们属于软皮类;因为从软皮动物中,其先天之热由于皮肤的稀疏而最迅速地散发并排出,而从硬皮动物中则由于致密而缓慢排出;因为一切坚硬之物都是致密的。因而当以大致如下的方式进行推论:软骨鱼类是软皮的;软皮者热量少;热量少者无法使卵的最外层干燥以保护它们;因此,软骨鱼类无法使卵的最外层干燥以使卵受到保护。而当此外层无法被干燥时,卵便留在软骨鱼类体内,以便由它们来施加那原本要由干燥的外层所施加的保护。但是,假若落在外面的卵为了不被损坏而需要保护,且母鸡之卵的包裹物因此是坚硬的,那么上述的小鱼又如何排出不完全的卵呢?抑或,它们排出的卵虽是不完全的,但由于产生它们的鱼类的热量,却是坚硬且温热的?而它们是坚硬的,这从感觉上亦显而易见;因为它们犹如未磨碎的芥菜籽。这些情况便是如此。他说,在软骨鱼类中动物的生成方式,与在鸟类中的方式相同。因为正如在鸟类的卵中,全部蛋白变成动物,而蛋黄则留作动物的营养,在软骨鱼类的卵中亦是如此;因为卵的某一部分变成小软骨鱼,而某一部分则留作其营养。软骨鱼类的卵并非在上方变成动物,而是在上方完成,在下方被赋予生命,正如从一开始便是胎生的动物那样。因此,软骨鱼类的子宫既不同于胎生动物,亦不同于卵生动物;因为卵生动物的子宫在上方靠近横膈膜,而胎生动物的子宫在下方靠近关节;而软骨鱼类兼具两者,既作为卵生动物而靠近横膈膜,又作为胎生动物而延伸至下方。他称那些既是卵生又生育动物者为“具双重生育者”;因为它们分有了这两者,既分有了卵生,又分有了胎生。
- 1.2πρὸ ὁδοῦ
成语短语 πρὸ ὁδοῦ(“便利”、“有益”、“迅速”)在此被后文的 τουτέστι πρόχειρον καὶ ῥᾷον 作了谓词性的释义。ἔσται πρὸ ὁδοῦ 构成谓语表达,意为“将是有利的/方便的”。
- 1.2τὴν φυλακήν, ἣν ἔμελλεν φυλάττεσθαι
名词 τὴν φυλακήν 作为动词 φυλάττηται 的同源宾格(内含宾格),在关系从句中作为被动不定词 φυλάττεσθαι 的内在支配对象被承接。
- 1.2οἷον γὰρ ἄλεαντόν εἰσι σίνηπι
虽然动词 εἰσι 为复数第三人称,呼应复数主语(鱼卵),但表语使用了中性单数名词 σίνηπι(“芥菜籽”)及其修饰词 ἄλεαντον(“未磨碎的”),构成“[它们]犹如未磨碎的芥菜籽”的比喻性表语结构。
