- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:148.1-149.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞对亚里士多德在Bekker 756a5处驳斥鱼类通过吞食精液受孕的观点进行注疏,阐明体内受精与体外受精的不同作用,与鸟类进行对比,并解释了希罗多鲁斯的观点以及鬣狗雌雄同体这一虚假传闻的成因。
" Διὸ καὶ οἱ λέγοντες τὰς κυήσεις εἶναι ἐκ τοῦ ἀνακάμπτειν τὸ σπέρμα εἰς τοὺς θήλεις τῶν ἰχθύων." Ἐκεῖνοι μὲν γὰρ ἄρρεν ἐν τοῖς ἰχθύσιν εἶναι οὐκ ἐβούλοντο, ἕτεροι δὲ εἶναι μὲν ἔλεγον, πέμπειν δὲ τὸ σπέρμα εἰς τὸ θῆλυ οὐ διὰ συνδυασμοῦ καὶ ὁμιλίας, ἀλλ’ ἐναφιέναι αὐτὸ εἰς τὸ ὕδωρ, ἔπειτα καταπίνειν αὐτὸ τοὺς θήλεις· τούτου γὰρ δηλωτικὸν τὸ ἀνακάμπτειν τὸ σπέρμα εἰς τοὺς θήλεις. ἀνακαμπτομένου οὖν, φησί, καὶ καταπινομένου τοῦ σπέρματος ὑπὸ τῶν θηλειῶν κυΐσκουσιν. ἀνακάμπτειν δὲ τὸ καταπίνειν εἴρηκε, διότι ὄπισθεν ἐν τῇ οὐραίῳ τῆς θηλείας ἔλεγον ἀπορραίνειν τὸν ἄρρενα τὸν θορόν, τοῦτον δὲ τὸν θορὸν ἐκ τοὔπισθεν ἀνακάμπτειν καὶ ἀπέρχεσθαι ἔμπροσθεν πρὸς τὸ στόμα αὐτῆς καὶ οὕτω καταπίνεσθαι. ταῦτα δέ, φησί, λέγουσι μὴ κατανενοηκότες πῶς λέγουσι. τοῦτο εἰπὼν ἐλέγχει τὴν δόξαν ταύτην λέγων ὑπὸ τὸν αὐτὸν γὰρ χρόνον οἵ τε ἄρρενες τὸν θορὸν καὶ αἱ θήλειαι τὰ ᾠὰ ἔχουσι. σαφὲς δ’ ἂν εἴη τὸ λεγόμενον τοιαῦτά τινα προειποῦσιν·1 οἱ ἄρρενες, εἰ μὴ πάντη πλήρεις γένωνται τοῦ σπέρματος, οὐκ ἀπορραίνουσιν αὐτό, ἀλλὰ πρῶτον μέν, ἡνίκα ὀλίγον καὶ σύμμετρον ἔχουσι τὸ σπέρμα, συνδυάζονται καὶ πληροῦσι τὰς θηλείας, μετὰ δὲ τὸ πληρῶσαι αὐτάς, ὅσον αὔξει ἐν ταῖς θηλείαις τὰ ᾠά, τοσοῦτον καὶ ἐν τούτοις τὸ σπέρμα αὔξεται· τέλος δὲ ὁπηνίκα ἄρξονται αὗται ῥίπτειν τὰ ᾠὰ θύραζε, καὶ οὗτοι τὸ σπέρμα. ποιεῖ δὲ τοῦτο ἡ φύσις, λέγω δὴ τὸ σύνδρομον καὶ ἰσοχρόνιον γίνεσθαι τήν τε τῶν ᾠῶν καὶ τὴν τῆς τῶν ἀρρένων γονῆς ἀπόκρισιν, ἵνα ἔχωσιν ἐπιρραίνειν τὰ ᾠὰ ἐξερχόμενα. τὸ μὲν γὰρ εἰσελθὸν ἐν τῇ ὁμιλίᾳ σπέρμα συνέστησε τὴν τῶν ᾠῶν φύσιν, τὸ δ’ ὕστερον μετὰ τὴν ἔξοδον ἐπιρραινόμενον αὔξει τε καὶ ζῷα ποιεῖ. ἐπεὶ οὖν, ὡς εἴρηται, κατὰ τὸν αὐτὸν χρόνον, καθ’ ὃν αἱ θήλειαι τὰ ᾠὰ ἔχουσι, καὶ τοῖς ἄρρεσιν ὑπάρχει ὁ θορός, δῆλον ὡς προωχεύθησαν. ἐν δὲ τῇ λέξει ὥσπερ γὰρ καὶ τῶν ὀρνέων γένος ἐν ἐνίοις τὸ ἐν ἐνίοις πρόσκειται, ἐπειδὴ οὐ πάντα φέρουσιν ὑπηνέμια· εἴρηται γὰρ τὰ γαμψώνυχα μὴ φέρειν ὑπηνέμια. καὶ τοῖς μὲν ὄρνισι διὰ τὸ τέλεια ἐξιέναι τὰ ᾠὰ ἀνάγκη τὸ ἄρρεν ἐντὸς τῶν ᾠῶν ἐνόντων ἐπιρραίνειν αὐτά (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἔτι ἐντὸς ὄντων ἀνάγκη τοῦτο συμβαίνειν· εἴρηται γὰρ ὅτι εἰ μὴ ὀχεύεται καθ’ ἑκάστην, ὡς ἐπὶ τὸ πλεῖστον οὐ τελειοῦται τὰ ᾠά), τοῖς δ’ ἰχθύσι γίνεται τὸ ἐπιρραίνεσθαι ἐκτός. τὸ δὲ διὸ καὶ συγκαταβαίνει ἅμα ἐλαττούμενος, τὸ δὴ συγκαταβαίνει ἴσον ἐστὶ τῷ συνελαττοῦται· ὅσον γὰρ ἐξερχόμενα τὰ ᾠὰ ἐλαττοῦται, τοσοῦτον καὶ ὁ θορὸς διὰ τὸ συνεξέρχεσθαι αὐτοῖς. ἀλλὰ καὶ τὴν λέξιν τὴν τὰς δὲ ἀνακάμψεις τοῦ θοροῦ καὶ τῶν ᾠῶν καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον οὕτως ἀναγνωστέον2 ‘πρὸς τοῖς ἁλιεῦσι καὶ Ἡρόδωρος τὸν εὐήθη λέγει λόγον περὶ τῆς ἀνακάμψεως τοῦ θοροῦ καὶ τῶν ᾠῶν’· καὶ τίς ὁ εὐήθης λόγος, σαφῶς ἐπάγει. ὁ δὲ κολοιός ἐστιν ὄρνεον ὅμοιον κοττύφῳ. ποιοῦνται δὲ καὶ τὰ περιστερώδη τὴν ἐν τοῖς ῥύγχεσι πρὸς ἄλληλα κοινωνίαν, ἀλλὰ διὰ τὸ ὁρᾶν αὐτοὺς αὐτὰ πολλάκις τῆς ἡμέρας ὀχευόμενα οὐκ ἠθέλησαν εἰπεῖν ὅτι κατὰ τὸ στόμα μίγνυνται· τούτου γάρ ἐστι δηλωτικὸν τὸ διὰ τοῦτο ταύτης οὐ τετυχήκασι τῆς φήμης. διὰ τοῦτο οὖν, φησί, ταύτης οὐ τετυχήκασι τὰ περιστερώδη τῆς φήμης ὑπὸ τῶν φυσικῶν. ἡ δὲ ὕαινα ὄνομά ἐστι θηλυκὸν κατηγορούμενον κατὰ τῶν ἀρρένων καὶ θηλειῶν ὑαινῶν· ὕαινα γὰρ λέγεται καὶ ὁ ἄρρην ὥσπερ καὶ ἡ θήλεια. ἔστι δὲ ἡ ὕαινα ζῷον ὅμοιον λύκῳ, ὅπερ ἐν Ἐφέσῳ νῦν ὁ πολὺς ἄνθρωπος γάννον ὀνομάζει. λέγουσι δὲ ὡς ὦπται ὕαινα ἄρρην ἔχουσα αἰδοῖον ὑαίνης θηλείας. φησὶν οὖν οὗτος ἔχειν μὲν τὰς ἄρρενας ὑαίνας ὑπὸ τὴν κέρκον γραμμὴν ὁμοίαν αἰδοίῳ θηλείας, οὐκ εἶναι δὲ αἰδοῖον, ἀλλὰ διὰ τὸ πολλάκις καὶ μᾶλλον ἁλίσκεσθαι τοὺς ἄρρενας ὁρῶντες τὴν γραμμὴν νομίζουσιν αὐτὴν αἰδοῖον εἶναι· εἰ δὲ ἥλω θήλεια, εἶδον ἂν αὐτὴν ἀριδήλως μόνον ἔχουσαν τὸ τῶν θηλειῶν αἰδοῖον,3 καὶ οὐδέν τι πλεῖον. ἀλλὰ περὶ μὲν τούτων, φησίν, ἅλις.
“因此,还有那些主张受孕是由于精液折回进入雌鱼体内的人。” 因为前一种人根本不想承认鱼类中有雄性,而另一些人虽然承认有雄性,却主张雄性不是通过交配和交合将精液送入雌性体内,而是将精液排入水中,然后雌鱼将其吞下;因为“精液折回进入雌鱼体内”指的就是这一点。因此他说,当精液被折回并被雌鱼吞下时,它们便受孕了。他之所以将“吞下”称为“折回”,是因为他们说雄鱼在雌鱼尾部的后方排出精液,而这精液从后方折回并向前移动到雌鱼口部,从而被吞下。但他指出,他们是在没有想清楚自己所说的话的情况下主张这些的。说完这些之后,他便反驳了这一观点,说道:“因为在同一时期雄性具有精液,雌性具有卵。”如果我们预先说明如下的事情,所说的话就会变得清楚:雄鱼除非完全充满精液,否则不会将其排出,而是首先在精液数量尚少且适度时进行交配并使雌鱼充实;在使雌鱼充实之后,卵在雌鱼体内增多多少,精液在雄鱼体内也同样增多;最后,当雌鱼开始将卵排到体外时,雄鱼也开始排出精液。自然之所以这样做——我指的是使卵的排出与雄性精液的排出相合拍且同时发生——是为了使雄鱼能够对出来的卵进行泼洒。因为在交合中进入体内的精液构成了卵的本性,而后来在排出体外之后被泼洒在上面的精液则使卵长大并使其成为动物。因此,正如所说的那样,既然在雌鱼具有卵的同时,雄鱼也存在精液,那么显而易见它们事先已经交配过了。在“因为正如在鸟类中某些亦然”这句话中,之所以附加上“在某些中”,是因为并非所有鸟类都产风卵;因为已经说过,具有弯爪的猛禽并不产风卵。而且对于鸟类而言,由于卵是以完全的状态排出,所以雄性必须在卵仍留在体内时就向它们泼洒精液(因为“当卵仍留在体内时这必然发生”指的就是这一点;因为已经说过,若非每天都进行交配,卵大多无法完熟),而在鱼类身上,泼洒精液是在体外进行的。至于“因此它也一同下降,同时减少”,这里的“一同下降”等同于“一同减少”;因为排出的卵减少了多少,精液也因随它们一同排出而减少了多少。此外,“而关于精液和卵的折回,渔民们也对鱼类的受孕讲出那荒唐的说法”这句话应当这样阅读:“除了渔民之外,希罗多鲁斯对于精液和卵的折回也讲出了那荒唐的说法”;并且他清楚地接着说明了这荒唐的说法是什么。穴乌是一种类似于乌鸫的鸟。鸽类的鸟也在喙部彼此进行接触,但由于人们看到它们一天交配多次,所以人们并不愿意说它们是通过嘴来交媾的;因为“由于这个原因它们没有得到这种传闻”指的就是这一点。因此他说,由于这个原因,鸽类的鸟没有在自然哲学家那里得到这种传闻。鬣狗(hyaina)是一个阴性名词,用来述说雄性鬣狗和雌性鬣狗;因为雄性与雌性一样都被称为鬣狗。鬣狗是一种类似于狼的动物,在今天的以弗所,大众称其为甘诺斯(gannos)。人们传说曾看见雄鬣狗具有雌鬣狗的生殖器。因此他[亚里士多德]说,雄鬣狗在尾巴下方有一条类似于雌性生殖器的线纹,但那并不是生殖器;而由于雄鬣狗经常且更多被捕获,人们看到这条线纹便以为它是生殖器;但若是捕到了雌鬣狗,他们就会清楚地看到它仅具有雌性的生殖器,而绝无多余之物。他说,关于这些,已经足够了。
- 3.16σαφὲς δ’ ἂν εἴη τὸ λεγόμενον τοιαῦτά τινα προειποῦσιν
与格分词 προειποῦσιν 用作泛指人称(“如果我们/有人预先说明”),与带有潜势小词 ἄν 的希求法 εἴη 呼应,起到条件从句的作用。
- 3.16ἀλλὰ καὶ τὴν λέξιν τὴν τὰς δὲ ἀνακάμψεις τοῦ θοροῦ καὶ τῶν ᾠῶν καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον οὕτως ἀναγνωστέον
宾格短语 τὴν λέξιν ... 作动词性形容词 ἀναγνωστέον(作非人称使用)的宾语。菲洛波诺斯在此指导读者理清亚里士多德原文中的倒装(hyperbaton)和省略,将其重构为“πρὸς τοῖς ἁλιεῦσι καὶ Ἡρόδωρος...”来理解。
- 3.16εἰ δὲ ἥλω θήλεια, εἶδον ἂν αὐτὴν ἀριδήλως μόνον ἔχουσαν τὸ τῶν θηλειῶν αἰδοῖον
过去非真实条件句。条件从句由直陈式不定过去时 ἥλω(ἁλίσκομαι 的强不定过去时第三人称单数)构成,结论从句由 ἄν 加上直陈式不定过去时 εἶδον(第三人称复数)构成;分词 ἔχουσαν 以宾格作为 εἶδον 感知动词的补充成分。
