← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§146.28-147.29

反驳鱼类全为雌性说与交配误解的根源

对亚里士多德《动物之生成》755b16–755b22进行注解,反驳了所有鱼类皆为雌性的观点,指出若果真如此,不产卵的鱼也应像骡一样具有子宫;接着重构了导致对手断言鱼类不交配且无雄性的错误三段论,并指出其无知根源于未看清不同动物交配方式的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14

" Ἔδει δ’ οὐ μόνον τοὺς ᾠοτοκοῦντας ἀλλὰ καὶ τοὺς ἄλλους ἔχειν μέν." Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ ἦσαν ἅπαντες οἱ ἰχθύες θήλεις, οὐ μόνον τοὺς ᾠοτοκοῦντας ὑστέρας ἔδει ἔχειν, ἀλλὰ καὶ τοὺς μὴ ᾠοτοκοῦντας, ὁμοίως ταῖς τῶν θηλειῶν ἡμιόνων ὑστέραις. ὡς γὰρ αἱ ἡμίονοι καίπερ ἄτοκοι οὖσαι ὅμως θήλειαι οὖσαι ὑστέρας ἔχουσιν, οὕτως ἀναγκαῖον ἦν καὶ τοὺς μὴ ᾠοτοκοῦντας ἰχθῦς, εἴπερ ἦσαν θήλεις, ὑστέρας ἔχειν καὶ τὸν αὐτὸν τρόπον σώζειν πρὸς τὰς τῶν ᾠοτοκούντων ὑστέρας,1 ὃν αἱ τῶν ἡμιόνων ὑστέραι πρὸς τὰς τῶν θηλειῶν ἵππων ὑστέρας. ἐπεὶ δὲ οἱ μὲν αὐτῶν πόρους ἔχουσιν, οἱ δὲ ὑστέρας, οἱ μὲν πόρους ἔχοντες ἄρρενες ἔσονται, θήλεις δὲ οἱ ὑστέρας.

“不仅产卵的鱼,而且其他鱼也应当具有[子宫]。” 所说的意思是这样的:如果所有鱼类都是雌性,那么不仅产卵的鱼应当具有子宫,不产卵的鱼也应当具有子宫,就像雌骡的子宫一样。因为正如母骡虽然不育,却由于是雌性而具有子宫,同样,不产卵的鱼如果确是雌性,也必然具有子宫,并且对产卵鱼类的子宫保持着同样的关系,正如母骡的子宫对母马的子宫所保持的关系一样。但既然它们当中有些具有通道,有些具有子宫,那么具有通道的就将是雄性,而具有子宫的将是雌性。

§3.15

"Ἡ δ’ ἀπορία δι’ ἣν οὕτως λέγουσιν, εὔλυτος τὸ συμβαῖνον ἀκούσασιν." Ὁ μὲν οὖν συλλογισμός, ὃς ἠπάτα αὐτοὺς πάντας τοὺς ἰχθῦς λέγειν θήλεις, οὗτος· πᾶς ἰχθὺς πολυτοκεῖ, οὐδὲν πολυτοκοῦν ὀχεύει ἢ ὀχεύεται, οὐδεὶς ἄρα ἰχθὺς ὀχεύει ἢ ὀχεύεται. ὥστε οὐκ ἔστιν ἐν αὐτοῖς τὸ ἄρρεν· εἰ γὰρ ἦν, ἐπειδὴ οὐκ ὀχεύουσι, μάτην ἂν ἦν· τὸ γὰρ ἄρρεν2 διὰ τὸ ὀχεύειν. ἢ οὕτως· οὐδὲν τῶν ὀχευομένων πολλὰ τίκτει, πᾶς δὲ ἰχθὺς πολλὰ τίκτει, οὐδεὶς ἄρα ἰχθὺς ὀχεύεται. ὁ δὲ τὴν μίαν πρότασιν θεὶς τὴν λοιπὴν καὶ τὸ συμπέρασμα παρείασε. λέγει οὖν ὁ Ἀριστοτέλης δυνάμει ὅτι τί κωλύει, φησίν, ἔξω πολλὰ τίκτειν τὰ ὀχευόμενα, κἂν ἐν ἑαυτοῖς οὕτω πολλὰ τίκτειν ἀδύνατον; εἰ 〈δὴ〉 οὐδὲν τῶν ὀχευομένων οὕτω πολλὰ τίκτει ὅσα ὁ ἰχθὺς ἐν ἑαυτῷ, θύραζε τί τὸ κωλῦον; ἄτοπον δέ, φησί, καὶ τὸ μὴ ἐν παντὶ τῶν ᾠοτόκων τὸ μὲν ἄρρεν εἶναι τὸ δὲ θῆλυ· διὰ τίνα γὰρ αἰτίαν ἐν τούτοις μὲν ἔσται, ἐν τούτοις δὲ οὐκ ἔσται; λέγει δὲ καὶ αἴτιον αὐτοῖς γενέσθαι τῆς ἀγνοίας τὸ μὴ δήλας εἶναι τὰς διαφορὰς τῆς ὀχείας. ὁρῶντες γὰρ ἐπὶ τῶν ἀνδρῶν καὶ γυναικῶν τοιωσδὶ γινομένην τὴν ὁμιλίαν καὶ χρόνιον, ἐπὶ δὲ τῶν χοίρων τοιανδί (ἐπιβαίνει γὰρ ἐπί τε τούτων καὶ τῶν προβάτων καὶ τῶν βοῶν καὶ τῶν ἄλλων ὡς ἔπος εἰπεῖν τὸ ἄρρεν τὸ θῆλυ), τοῦτο δὲ μὴ βλέποντες γινόμενον ἐπὶ τῶν ἰχθύων (οὐ γὰρ ἐπιβαίνει ὁ ἄρρην ἰχθὺς τὴν θήλειαν) ἐνόμισαν ὅτι οὐκ ἔστιν ὅλως ἐν αὐτοῖς ὀχεία, εἰ δὲ 〈μὴ〉 αὕτη, μηδὲ ἄρρεν. τοῦτο δ’ οὐκ ἀληθές· ἐστὶ γὰρ καὶ ἐν αὐτοῖς ὀχεία, ταχεῖα μέντοι καὶ τρόπον ἄλλον.

“他们据以作此主张的疑难,对于听闻了实际情况的人来说是容易解决的。” 诱使他们断言所有鱼类都是雌性的三段论是这样的:“凡鱼皆多产;凡多产者皆不交配或不被交配;因此没有鱼交配或被交配。”从而雄性不存在于它们之中;因为如果存在,既然它们不交配,雄性就会是徒然存在的;因为雄性是为了交配而存在的。或者像这样:“凡被交配者皆不多产;但凡鱼皆多产;因此没有鱼被交配。”然而他[亚里士多德]提出了其中一个前提,却省略了其余的前提和结论。因此亚里士多德实际上是说:“有什么妨碍被交配者在体外多产呢(他说),即使在体内产出如此之多是不可能的?”即便在被交配者中没有任何东西在自己体内产出像鱼那么多,但在体外又有什么妨碍呢?他又说,并非在所有卵生动物中都是一部分是雄性而另一部分是雌性,这也是荒谬的;因为凭什么原因在这些动物中存在,而在那些动物中却不存在呢?他又说,交配方式的差异不明显,也是造成他们无知的原因。因为他们看到在男女之间交合是以这种方式进行且持续较久,而在猪身上则是以那种方式进行(因为不仅在这些动物身上,在羊、牛以及几乎所有其余动物身上,都是雄性骑在雌性上面),却没有看到这发生在鱼类身上(因为雄鱼并不骑在雌鱼上面),于是他们认为鱼类之间完全没有交配,而如果没有交配,也就没有雄性。但这不是事实;因为在它们之中也存在交配,只是迅速且以另一种方式进行而已。

语法注2 条
  1. 3.14τὸν αὐτὸν τρόπον σώζειν πρὸς τὰς τῶν ᾠοτοκούντων ὑστέρας, ὃν αἱ τῶν ἡμιόνων ὑστέραι πρὸς τὰς τῶν θηλειῶν ἵππων ὑστέρας

    动词 σῴζειν 在此处意为“保持(比例或类比关系)”,与宾格 τὸν αὐτὸν τρόπον 搭配作其宾语或状语。关系代词 ὃν 指涉先行词 τρόπον,关系从句中承前省略了动词(σῴζουσι)。

  2. 3.15εἰ δὲ 〈μὴ〉 αὕτη, μηδὲ ἄρρεν

    承接前文 ἐνόμισαν ὅτι οὐκ ἔστιν... 的间接引语省略结构。条件从句省略了动词 ἔστι(即 εἰ δὲ μὴ ἔστιν αὕτη),而在结论部分则省略了间接引语的不定式 εἶναι,即 μηδὲ [εἶναι] ἄρρεν(“也不存在雄性”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:146.28-147.29