← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§145.22-146.27

体外卵的快速生长机制与鱼类雌雄的存在

菲洛波诺斯解释了产于体外的卵如何像蛆虫一样自主生长,并通过类似于酵母膨胀的热作用而迅速发育(755a14);接着反驳了除软骨鱼类外所有鱼皆为雌性的学说,指出雄鱼同样具有输精通道并在同一季节排精(755b7)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12

" Ἡ δὲ τοῦ ᾠοῦ αὔξησις ὁμοία τοῖς σκώληξιν." Εἰπὼν ταχυτέραν εἶναι τὴν αὔξησιν τῶν ἐκτικτομένων ἔξωθεν ᾠῶν τῆς τῶν ἐντὸς τελειουμένων λέγει τὴν αὔξησιν τούτων τῶν ἔξωθεν αὐξομένων ταχέως ᾠῶν ὁμοίαν εἶναι τῇ τῶν σκωλήκων. ὥσπερ γὰρ ὁ σκώληξ οὐδενὶ προσπέφυκεν, ὥστε τρέφεσθαι καὶ αὔξεσθαι ἀπὸ τοῦ ἐν ᾧ προσπέφυκεν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ,1 ὥσπερ ἡμεῖς τε καὶ ἵπποι καὶ πάντα τὰ τέλεια τῶν ζῴων, οὕτω καὶ τὰ ᾠά. καὶ σαφηνίζει τοῦτο πάνυ θαυμαστῶς τὴν ζύμην ἄγων εἰς ὑπόδειγμα. ὥσπερ γάρ, φησίν, ἐπὶ τῆς ζύμης συμβαίνει τὴν αὔξησιν γίνεσθαι τοῦ μὲν στερεωτέρου καὶ σωματωδεστέρου ὑγραινομένου, τοῦ δὲ ὑγροῦ πνευματουμένου ὑπὸ τῆς θερμότητος τοῦ συγκραθέντος χυμοῦ (λέγει δὲ χυμὸν τοὺς ἅλας), ὥσπερ οὖν ἡ τοῦ ἁλὸς θερμότης τὸ μὲν ὑγραίνουσα, τὸ δὲ πνευματοῦσα αὔξει τὴν ζύμην, οὕτω καὶ ἐπὶ τῶν σκωλήκων καὶ ᾠῶν ἡ ἐν αὐτοῖς οὖσα ψυχικὴ θερμότης τὸ μὲν γεωδέστερον καὶ σωματωδέστερον αὐτῶν ὑγραίνουσα, τὸ δ’ ὑγρὸν πνεῦμα ποιοῦσα αὔξει ταῦτα. ἐξ ἀνάγκης μὲν οὖν διὰ ταῦτα αὔξεται τὰ ᾠά, ἐκτὸς δὲ χάριν τοῦ βελτίονος· διὰ γὰρ τὸ πολυτοκεῖν· πολλὰ γὰρ ὄντα οὐ δύναται χωρεῖν αὐτὰ ἡ ὑστέρα. στενοχωρῆ δὲ εἶπε τὴν ὑστέραν2 διὰ τὸ εἶναι τὴν εὐθεῖαν ἡ στενοχωρής [καὶ ἡ γενικὴ τῆς στενοχωροῦς]. αὔξεται δὲ ταχέως, ὅπως μὴ χρονιζόντων3 κατεσθίηται ὑπό τινων. οὐδὲν δέ, φησίν, ᾠὸν ἐν οἷς γένεσιν ἤτοι εἴδεσι τὸ ἄρρεν ἐστὶ καὶ τὸ θῆλυ, τέλος λαμβάνει καὶ ζῷον ἐξ αὐτοῦ γίνεται δίχα τοῦ ἄρρενος· εἰ γὰρ μὴ ἐπιρράνῃ τούτοις τὸν θορὸν ὁ ἄρρην, οὐ ζωογονεῖται.

“卵的生长类似于蛆虫。” 在说了产于体外的卵的生长比在体内完成的卵更快之后,他说,这些在体外迅速生长的卵,其生长类似于蛆虫。因为正如蛆虫没有附着在任何东西上,以至于从它所附着之物那里获取滋养和生长,而是如同我们、马以及所有完全的动物一样,靠着自身并通过自身[滋养和生长],卵也是如此。他通过引入酵母作为范例,极其精彩地阐明了这一点。因为正如他所说,在酵母的情形中,当较为坚硬和有形的部分被润湿,而湿润的部分被掺入的汁液的热量气化时,生长便发生(他所说的“汁液”是指盐)——正如盐的热量一方面通过润湿,另一方面通过气化而使酵母胀大那样——在蛆虫和卵的情形中也是如此,存在于它们内部的生命之热,通过润湿它们当中较为泥土性和有形的部分,并使湿润的部分化为精气,从而使它们生长。因此出于必然,卵因这些原因而生长,但处于体外则是为了更好的目的;这是由于产卵繁多;因为由于卵的数量众多,子宫无法容纳它们。他称子宫为“窄小的”,是因为主格形式是“窄小的(阴性单数主格)”[且属格形式是“窄小的(阴性单数属格)”]。卵迅速生长,是为了不至于因耽搁过久而被某些东西吞食。他又说,在凡是存在雄性和雌性的属或种当中,没有一个卵能够在没有雄性的情况下达到成熟并从中产生动物;因为如果雄性不将精液喷洒在这些卵上,它就不会获得生命。

§3.13

"Εἰσὶ δέ τινες οἵ φασι πάντας εἶναι τοὺς ἰχθύας θήλεις πλὴν τῶν σελαχῶν." Τῶν γὰρ σελαχῶν τοὺς μὲν εἶναι θήλεις, τοὺς δὲ ἄρρενας ὡμολόγουν. οἱ δὴ λέγοντες πάντας θήλεις, ἐπειδὴ ἑώρων τοὺς μὲν φέροντας ᾠά, τοὺς δὲ οὐδαμῶς οὐδέποτε ἑώρων,4 ἔλεγον ὅτι καὶ οἱ μὴ φέροντες ᾠὰ θήλεις εἰσί, νομίζονται δὲ ἄρρενες μὴ ὄντες. ὥσπερ γὰρ κατὰ μεταφορὰν τὰ μὲν καρποφόρα τῶν δένδρων, οἷον ἐλαίαν συκῆν τὰ ὅμοια, λέγομεν θήλεα, ἄρρενα δὲ τὰ μὴ καρποφόρα, οἷον κότινον ἐρινεόν, καίπερ μηδὲν αὐτῶν ἄρρεν ὂν ἢ θῆλυ, οὕτω καὶ ἐπὶ τῶν ἰχθύων οἱ νομιζόμενοι ἄρρενες θήλεις εἰσί, λέγονται δὲ ἄρρενες διὰ τὸ μὴ γεννᾶν, ὥσπερ καὶ ὁ ἐρινεός. ἀπαντᾷ οὖν πρὸς τὴν οὕτως ἄτοπον καὶ ψευδῆ δόξαν λέγων· ὥσπερ οὖν τῶν σελαχῶν τοὺς ἔχοντας πόρους θορικοὺς ἄρρενάς φαμεν, θήλεις δὲ τοὺς ἔχοντας ὑστέρας, οὕτως ἔδει καὶ ἐν τῷ γένει τῶν ᾠοτόκων ἰχθύων, εἴπερ ἦσαν ἅπαντες θήλεις, ἔχειν ἅπαντας ὑστέρας καὶ μηδένα πόρον θορικόν· νῦν δ’ οἱ μὲν αὐτῶν ἔχουσι πόρους, οἱ δὲ ὑστέρας. διὰ τίνα οὖν αἰτίαν οἱ μὲν ἔχοντες πόρους τῶν σελαχῶν ἄρρενες ἔσονται, τῶν δὲ ᾠοτοκούντων ἰχθύων οὐκ ἔσονται’; ἄλλως τε ἐπεὶ καθ’ ἣν ὥραν οἱ ἄρρενες τῶν σελαχῶν προΐενται τὸ σπέρμα, κατὰ τὴν αὐτὴν καὶ οἱ ἄλλοι ἰχθύες, ἄρρενες ἄρα καὶ οὗτοι ἔσονται.

“但有些人主张,除软骨鱼类外,所有鱼类都是雌性。” 因为在软骨鱼类中,他们承认有些是雌性,有些是雄性。因此,那些主张所有鱼类都是雌性的人,由于看到有些鱼带有卵,而从未看到另一些鱼带卵,便说那些不带卵的鱼也是雌性,只是并非雄性却被认为是雄性而已。因为正如我们在比喻意义上,把结果实的树木(如橄榄树、无花果树等类)称为雌性,而把不结果实的树木(如野橄榄、野无花果)称为雄性,尽管它们本身既非雄性亦非雌性,在鱼类的情形中也是如此,被认为是雄性的那些实际上是雌性,但由于不生育而被称作雄性,正如野无花果一样。于是他反驳这一如此荒谬且虚假的观点说:“正如我们在软骨鱼类中,将具有输精通道的称为雄性,将具有子宫的称为雌性,同样在卵生鱼类这一类群中,倘若它们全都是雌性,也本应当全都具有子宫,而没有一条具有输精通道;然而事实上,它们当中有些具有通道,有些具有子宫。那么凭什么原因,在软骨鱼中具有通道的会是雄性,而在卵生鱼中却不是呢?”更何况,既然在软骨鱼类的雄性排出精子的同一时期,其他鱼类也排出精子,那么这些鱼自然也是雄性了。

语法注4 条
  1. 3.12ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ

    承接前文 οὐδενὶ προσπέφυκεν, ὥστε τρέφεσθαι καὶ αὔξεσθαι... 的对比句,根据上下文省略并补出动词 τρέφεται καὶ αὔξεται,强调蛆虫不依赖于附着母体而靠自身吸收营养和生长的自主性。

  2. 3.12στενοχωρῆ δὲ εἶπε τὴν ὑστέραν

    双重宾格结构(εἶπε τὴν ὑστέραν στενοχωρῆ)。注疏者在此引用主格形式 ἡ στενοχωρής,对亚里士多德原文中第三变格形容词单数阴性宾格形式 στενοχωρῆ 进行了语法形态学说明。

  3. 3.12χρονιζόντων

    属格独立分词结构,其逻辑主语(卵或胚体)未显现,而以属格复数一般化呈现,在此起条件状语作用,表示“如果它们耽搁时日”。

  4. 3.13τοὺς δὲ οὐδαμῶς οὐδέποτε ἑώρων

    与前面的 τοὺς μὲν φέροντας ᾠά 相对的对偶结构。后半句省略了分词短语 φέροντας ᾠά,意为“而绝未看到另一些鱼[带有卵]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:145.22-146.27