- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:144.18-145.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过大地、天空和高加索山的比喻解释雏幼生长伴随的脐带靠近现象,并论述贴着子宫壁移动的卵的汲养机制以及对亚里士多德原文字句的诠释。
ἔστω γὰρ λόγου χάριν ἡ ὑστέρα ὁ οὐρανός, νεοττὸς δὲ ἡ γῆ, καὶ ὁ ὀμφαλὸς αὐτοῦ ὁ Καύκασος τὸ ὄρος· καὶ τὸ μὲν ὄρος μενέτω οἷόν ἐστιν, ὥστε μὴ ἐπιδιδόναι εἰς μείζονα ὄγκον, ἡ δὲ γῆ νενοήσθω ὅτι ὀγκοῦται καὶ αὔξεται πάντοθεν ὁμοίως· ὅσον δὴ αὔξει ἡ γῆ, τοσοῦτον ἀνάγκη πλησιάζειν καὶ τὸν Καύκασον τῷ οὐρανῷ· τοῦτο δὲ χρὴ νοεῖν καὶ ἐπὶ τοῦ νεοττοῦ. εἰπὼν δὲ ὅτι τὴν τροφὴν ῥᾴδιον λαμβάνειν ἐκ τῆς ὑστέρας, ἐπήγαγε τὸ πόροις τισὶν ἀπὸ ταύτης τῆς ἀρχῆς, λέγων ἀρχὴν τὸ ἀντικείμενον μέρος τῷ ὀξεῖ. ὁ μὲν γὰρ ὀμφαλὸς ἕλκει τὴν τροφὴν ἐκ τοῦ ᾠοῦ, τὸ δὲ ᾠὸν ἐκ τῆς ὑστέρας ἀναμάττεταί τινας ὑγρότητας διά τινων πόρων. ὅτι δέ, φησίν, πόροι εἰσί τινες, δι’ ὧν ἕλκει τὴν ὑγρότητα ἐκ τῆς ὑστέρας τὸ ᾠόν, δῆλον ἐπὶ τῶν μὴ ἀπολυομένων ᾠῶν· ἐνίοις γάρ, ὡς εἴρηται, οὐκ ἀπολύεται τῆς ὑστέρας τὸ ᾠόν, ἀλλά τινα μὲν ἀπ’ αὐτῆς ἀπολυθέντα μεταχωρεῖ κάτω κἀκεῖσε ζωοῦται, τινὰ δὲ μεταχωρεῖ μὲν κάτω, οὐκ ἀπολύεται δέ, ἀλλ’ ἁπτόμενα τῆς ὑστέρας.1 ὥσπερ γὰρ ὁ ἐμὸς δάκτυλος καὶ ὁ σὸς ποτὲ μὲν μεταχωρεῖ ἐκ τοῦ θατέρου ἄκρου τοῦ παρόντος βιβλίου εἰς θάτερον ἄκρον ἁπτόμενος τοῦ βιβλίου, ὁτὲ δὲ μὴ ἁπτόμενος, οὕτως καὶ ἐπὶ τῶν εἰρημένων ᾠῶν τινὰ μὲν μεταχωρεῖ κάτωθεν μὴ ἁπτόμενα τῆς ὑστέρας, ὥσπερ τὸ ὑόμενον ὕδωρ μὴ ἁπτόμενον τοῦ οὐρανοῦ, τινὰ δὲ ἁπτόμενα αὐτῆς, ὥσπερ οἱ ἐκ τῶν κλάδων τῶν δένδρων κατερχόμενοι καὶ ἁπτόμενοι τοῦ δένδρου. ἐπὶ τούτων οὖν τῶν ᾠῶν τῶν μεταχωρούντων κάτωθεν καὶ ἁπτομένων τῆς ὑστέρας δῆλον ὡς εἰσὶ πόροι. τελειωθὲν γὰρ τὸ ζῷον ἔχει τὸν ὀμφαλὸν ἐν τῇ ὑστέρᾳ προσπεφυκότα ἀναλωθέντος τοῦ ᾠοῦ· ὥστε δῆλον ὡς ἐπειδὴ κατήρχετο τὸ ᾠὸν ἁπτόμενον τῆς ὑστέρας, πόροι ἐτείνοντο τοῦ ᾠοῦ πρὸς αὐτήν, καὶ ἕως μὲν εὕρισκον ἐν τῷδε τῷ μέρει τῆς ὑστέρας ὑγρότητά τινα, ἔμενεν ἐνταῦθα τὸ ᾠόν, ὅταν δὲ ἐξίκμασαν τὸν τόπον τοῦτον καὶ οὐκέτι τοῦ λοιποῦ εὕρισκον τροφήν, μετεχώρει εἰς τὸν ἐφεξῆς τόπον, καὶ οὕτω ἄχρι τοῦ τελειωθῆναι τὸ ζῷον. ἡ μὲν οὖν διάνοια αὕτη· τὴν δὲ λέξιν τὴν φανερὸν οὖν ὅτι καὶ πρότερον ἔτεινον οἱ πόροι τοῦ ᾠοῦ καὶ τὸ ἑξῆς αὐτῆς οὕτως ἀναγνωστέον ‘φανερὸν οὖν ὅτι καὶ πρότερον ἔτεινον οἱ πόροι τοῦ ᾠοῦ πρὸς τὴν ὑστέραν ἔτι ὄντος περὶ ἐκεῖνο’,2 λέγων περὶ ἐκεῖνο, ὅτι περὶ τὸ ζῷον τὸ ἔχον τὴν ὑστέραν. τὰ δὲ περὶ τῶν πόρων ῥηθέντα λέγει συμβαίνειν ἐν τοῖς γαλεοῖς τοῖς λείοις. ἐν δὲ τῇ λέξει τῇ τόν τε γὰρ ὀμφαλὸν ἔχουσι τὸν ἕτερον ὡσαύτως τὸν ἕτερον ἴσον ἐστὶ τῷ τὸν ἕνα·3 εἴρηται γὰρ ὅτι ἕνα ὀμφαλὸν ἔχουσι. καταναλωθέντος δὲ τοῦ ὀμφαλοῦ εἰς τὸ σῶμα τοῦ νεοττοῦ προσφύεται ἡ σὰρξ ὥσπερ τινὸς τραύματος συνουλωθέντος.
因为为了论证起见,且设子宫为天,雏幼为地,而其脐带为高加索山;并让那座山保持原样,以便不增大至更大的体积,而设想大地在各方面均等地膨胀和增大。大地增大了多少,高加索山也就必然相应地靠近天空多少;对于雏幼也必须作如此设想。在说了从子宫获取滋养很容易之后,他补充道“通过来自这一始基的某些通道”,他所说的“始基”是指与尖端相对的部分。因为脐带从卵中汲取滋养,而卵通过某些通道从子宫吸收某些水分。他指出,存在某些卵借以从子宫汲取水分的通道,这在不脱落的卵身上是显而易见的。因为如前所述,在某些动物身上,卵并不脱离子宫,而是一些〔卵〕脱离子宫后向下移动并在那里获得生命,另一些虽向下移动,却并不脱离,而是接触着子宫。因为正如我的手指和你的手指从手头这本书的一端移动到另一端,有时接触着书本,有时不接触那样,在上述卵身上也是如此:有些卵向下移动而不接触子宫,如同落下的雨水不接触天空;有些则接触子宫,如同那些从树枝上下降并接触树木的人一样。因此在这些向下移动并接触子宫的卵身上,显而易见存在着通道。因为在卵被消耗尽之后,成熟的动物其脐带附着在子宫内;因此显而易见,既然卵是接触着子宫下降的,卵的通道便伸向子宫,只要它们在子宫的这一部分发现某种水分,卵便留在此处,而当它们吸干了这一处的水分、此后不再能发现滋养时,它便移动到相邻的位置,如此持续直至动物发育成熟。以上便是其涵义。而对于“显而易见卵的通道先前也是延伸的”这一句及其后续部分,应当这样读:“显而易见,当〔卵〕还在那物周围时,卵的通道先前也是伸向子宫的”;他所说的“在那物周围”,是指在具有子宫的动物周围。他说关于通道所述的这些现象发生在光鲨身上。而在“因为它们同样具有另一条脐带”这一句中,“另一条”等同于“一条”;因为前面已经说过它们具有一条脐带。当脐带完全被消耗并融入雏幼的身体后,肌肉便愈合在一起,如同某种伤口结疤愈合了一样。
- 3.11τινὰ δὲ μεταχωρεῖ μὲν κάτω, οὐκ ἀπολύεται δέ, ἀλλ’ ἁπτόμενα τῆς ὑστέρας
在与前项 τινὰ μὲν ... μεταχωρεῖ(限定动词)相对比的分句中,连词 ἀλλά 之后或是需要补充限定动词,或是视作带有分词 ἁπτόμενα(中性复数,与主语 τινά 一致)的句法破格。此处理解为省略了动词(如 μένει 或 μεταχωρεῖ)而以分词作表语性修饰:“虽向下移动,却并不脱离,而是接触着子宫”。
- 3.11ἔτι ὄντος περὶ ἐκεῖνο
属格独立结构,其在语境中被省略的逻辑主语是卵(τοῦ ᾠοῦ)。菲洛波庞紧接着指出代词 ἐκεῖνο 的指代对象为“具有子宫的动物(母体)”,因此解作“当卵还处于母体周围时”。
- 3.11τὸν ἕτερον ἴσον ἐστὶ τῷ τὸν ἕνα
对亚里士多德原文词句 τὸν ἕτερον(“另一条”)的训诂解释。通常指两者之一的 ἕτερος 在此被解释为仅表示“一条(εἷς)”;冠词与格短语 τῷ τὸν ἕνα 作 ἴσον ἐστί(“等同于”)的补足语。
