- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:143.22-144.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者释明了亚里士多德在Bekker 754b21中的论述:从蛋白与蛋黄的分离或混合状态,以及胚胎从子宫获取滋养的便利性两方面,重新详细阐述禽鸟与软骨鱼类卵中发生始基不同的原因。
" Αἴτιον δ’ ὅτι τὰ μὲν τῶν ὀρνίθων κεχωρισμένον ἔχει τὸ ὠχρὸν καὶ τὸ λευκόν." Εἰπὼν ὅτι οἱ μὲν τῶν ὀρνίθων νεοττοὶ γίνονται ἐκ τοῦ ὀξέος τοῦ ᾠοῦ, οἱ δὲ τῶν σελαχῶν ἐκ τοῦ ἑτέρου ἄκρου τοῦ μὴ ὀξέος, καὶ εἰπὼν αἴτιον δ’ ὅτι τὸ μὲν τῶν ὀρνίθων χωρίζεται τῆς ὑστέρας, οὐδὲν δὲ διὰ τούτων εἰρηκὼς σαφὲς καὶ τοῦτο συνιδών, νῦν ἐπαναλαμβάνει τὸν λόγον καὶ τίθησι τὴν τοῦ πράγματος αἰτίαν. αἴτιον οὖν, φησί, τοῦ τὰς μὲν ὄρνιθας γίνεσθαι ἐκ τοῦ ὀξέος, τὰ δὲ σελάχη ἐκ τοῦ ἑτέρου μέρους ὅτι τὰ μὲν τῶν ὀρνίθων κεχωρισμένον ἔχει τὸ λευκὸν ἐκ τοῦ ὠχροῦ (ἐπιπολάζει γὰρ κύκλῳ τὸ λευκόν), τὰ δὲ τῶν ἰχθύων ἀναμεμιγμένον, διὸ καὶ μονόχροιά ἐστιν· ὥστε ἐπεὶ ἀναμεμιγμένον ἐστὶ τὸ λευκὸν ἤτοι ἡ ἀρχὴ ἀφ’ ἧς ὁ νεοττὸς γίνεται, οὐδὲν κωλύει γίνεσθαι τοὺς τῶν σελαχῶν νεοττοὺς καὶ ἐκ τοῦ ἀντικειμένου μέρους τῷ ὀξεῖ. οὐ γὰρ μόνον ἐστὶ κατὰ τὴν πρόσφυσιν καὶ τὸ ὀξὺ ἐπὶ τῶν σελαχῶν ἡ ἀρχή, ἀλλὰ καὶ καταντικρύ. μία μὲν οὖν αἰτία αὕτη τοῦ γίνεσθαι τοὺς τῶν σελαχῶν νεοττοὺς ἐκ τοῦ καταντικρὺ μέρους, ἄλλη δὲ ὅτι1 καὶ ῥᾷον ἐκεῖθεν γινόμενος λαμβάνοι ἂν διὰ τοῦ ὀμφαλοῦ τὴν τροφὴν ἐκ τῆς ὑστέρας. προσπεφυκὸς γὰρ ὂν τὸ ᾠὸν ἐν τῇ ὑστέρᾳ κατὰ τὸ ὀξύ, εἰ γένηται ὁ νεοττὸς ἀπὸ ταύτης τῆς ἀρχῆς, τουτέστιν ἀπὸ τοῦ ἀντικειμένου μέρους τῷ ὀξεῖ, ἀνάγκη τὸν ὀμφαλὸν ἐπὶ τὰ ἔμπροσθεν τείνεσθαι καὶ οὕτω λαμβάνειν τὴν τροφὴν ἐκ τοῦ ἔμπροσθεν· ἔμπροσθεν γὰρ τοῦ νεοττοῦ κεῖται τὸ ὀξύ, καθ’ ὃ προσπέφυκε τὸ ᾠὸν τῇ ὑστέρᾳ. ὥστε καὶ ὁ ὀμφαλὸς ἐπινεμόμενος τὸ ᾠὸν καὶ τέλος φθάσας ἐν τῷ ὀξεῖ καὶ δηλονότι καὶ τῇ ὑστέρᾳ2 (ἓν γὰρ τὸ ὀξὺ καὶ ἡ ὑστέρα διὰ τὴν πρόσφυσιν καὶ τὴν συνέχειαν) πρὸς τὸ ἔμπροσθεν τείνεται. οὐ λέγομεν δὲ τείνεσθαι αὐτὸν ἀντὶ τοῦ μείζω γίνεσθαι κατὰ τὸ μῆκος (τοῦτο γὰρ ἐναντίον ἂν εἴη τῷ μετ’ ὀλίγον ῥηθησομένῳ), ἀλλ’ ὅτι ὅσον αὔξεται τὸ ζῷον καὶ παχύνεται, ἀνάγκη μᾶλλον πλησιάζειν τῇ ὑστέρᾳ, ὥστε καὶ τὸν ὀμφαλόν. πρότερον μὲν γάρ, ὅτε ἦν πάμπαν μικρὸς ὁ νεοττός, μᾶλλον ἦν ἀφεστηκὼς καὶ οὗτος καὶ ὁ ὀμφαλὸς αὐτοῦ καὶ πορρωτέρω ὑπῆρχον τῆς ὑστέρας, ὕστερον δὲ ὅσον ηὖξε καὶ εἰς μείζονα ὄγκον ἐπεδίδου, τοσοῦτον ἤγγιζε τῇ ὑστέρᾳ, τέλος δὲ καταναλίσκεται καὶ οὗτος ὁ ὀμφαλὸς εἰς τὸ πᾶν σῶμα τοῦ νεοττοῦ.
“而原因在于,鸟类的卵其蛋黄与蛋白是分离的……” 在说了鸟类的雏幼是从卵的尖端生成,而软骨鱼类的雏幼是从不尖的另一端生成,并且说了“而原因在于鸟类的卵脱离子宫”,但在这些话中并没有说明白并且意识到了这一点之后,他现在重新开始这一论述,并提出了该事情的原因。因此他指出,鸟类从尖端生成而软骨鱼类从另一部分生成的原因,在于鸟类的卵其蛋白与蛋黄是分开的(因为蛋白环绕在周围),而鱼类的卵则是混合在一起的,这也是它们呈单一颜色的原因。因此,既然蛋白即雏幼由之生成的始基是混合在一起的,那么也就没有任何东西妨碍软骨鱼类的雏幼也可以从与尖端相对的部分生成。因为在软骨鱼类身上,始基不仅存在于附着处和尖端,而且也存在于其对面。因此,软骨鱼类的雏幼从对面部分生成的原因其一便是这个;而另一个原因在于,从那里生成也可以更容易通过脐带从子宫获取滋养。因为当卵在尖端附着于子宫时,如果雏幼从这个始基即从与尖端相对的部分生成,脐带就必然向前延伸,并由此从前方获取滋养;因为在雏幼的前方,正是卵借以附着于子宫的尖端所在之处。因此,脐带在消耗卵的同时,最终到达了尖端并显然也到达了子宫(因为由于附着和连续性,尖端与子宫实为一体),它便向前延伸。我们说它“延伸”,并不是指它在长度上变得更长(因为这会与不久后要说的话相矛盾),而是指随着动物生长和变粗,它必然更加靠近子宫,因而脐带也是如此。因为在先前,当雏幼非常微小的时候,它自身及其脐带都距离较远,离子宫更为疏离;但在后来,随着它的生长并增大至更大的体积,它就相应地靠近子宫,而最后这条脐带也完全被消耗并融入雏幼的整个身体之中。
- 3.11οὐ λέγομεν δὲ τείνεσθαι αὐτὸν ἀντὶ τοῦ μείζω γίνεσθαι κατὰ τὸ μῆκος ... ἀλλ’ ὅτι
在前半部分的否定句中,动词 λέγομεν 带有一个带宾格的不定词短语(τείνεσθαι αὐτόν)和介词短语(ἀντὶ τοῦ μείζω γίνεσθαι,“……之意”);而在后半部分的肯定句中,句式转变为直接由 λέγομεν 引出并表达其内容的 ὅτι 从句。
- 3.11φθάσας ἐν τῷ ὀξεῖ καὶ δηλονότι καὶ τῇ ὑστέρᾳ
分词 φθάσας 首先带介词短语 ἐν τῷ ὀξεῖ(“到达尖端”),而后半部分的 καὶ τῇ ὑστέρᾳ 则是作为由动词直接支配的与格补足语,或在前面的介词 ἐν 统辖下与之并列的与格成分。
