← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§142.9-143.21

鸟类与软骨鱼类胚胎发生部位及脐带的差异

本节注解亚里士多德《动物生成论》754b3,对比了鸟类与软骨鱼类的卵在胚胎发生部位(尖端与相对端)及脐带附着方式上的差异,并结合卵是否脱离子宫的机制对此作出了说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10

" Τούτοις δὲ καὶ τοῖς τῶν ὀρνίθων τῇ μὲν ὁμοία τῇ δὲ διάφορός ἐστιν." Τούτοις λέγει πάλιν ἁπλῶς τοῖς σελάχεσι, τῷ τε βατράχῳ καὶ τοῖς ἄλλοις ἅπασιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἡ γένεσις τῶν σελαχῶν πάντων καὶ ἡ τῶν ὀρνίθων πάντων τῇ μέν ἐστιν ὁμοία, τῇ δὲ διάφορος· καὶ λέγει τὴν διαφορὰν εὐθύς, καθ’ ἣν διαφέρουσι, φάσκων πρῶτον μὲν τὰ σελάχη οὐκ ἔχει τὸν ἕτερον ὀμφαλὸν τὸν εἰς τὸ χόριον τείνοντα, δι’ ἣν λίαν σαφῶς ἐπάγει αἰτίαν. ἔπειθ’ ἡ γένεσις καὶ τούτοις καὶ τοῖς ὄρνισιν ἐξ ἄκρου μέν ἐστι τοῦ ᾠοῦ, ἀλλὰ τοῖς μὲν ὄρνισιν ἐκ τοῦ ὀξέος, καθ’ ὃ ὀξὺ προσπέφυκε τῇ ὑστέρᾳ (τὸ γὰρ λοιπὸν ἅπαν τοῦ ᾠοῦ ἀπολελυμένον ἐστὶ καὶ ἐν τοῖς ὄρνισι καὶ ἐν τοῖς σελάχεσι, μόνον δὲ τὸ ὀξὺ συμπέφυκε τῇ ὑστέρᾳ ὥσπερ τις ῥίζα τῇ γῇ), τοῖς μὲν οὖν ὄρνισιν ἐκ τοῦ ὀξέος ἡ γένεσις, καθ’ ὃ καὶ ἔστιν ἡ πρόσφυσις, τοῖς δὲ σελάχεσιν οὐκ ἐκ τοῦ ὀξέος, ἀλλ’ ἐκ τοῦ ἑτέρου ἄκρου. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἀλλ’ οὐχ ᾗ προσπέφυκε πρὸς τὴν ὑστέραν, τουτέστιν ἐκ τοῦ ἑτέρου ἄκρου γίνονται οἱ τῶν σελαχῶν νεοττοί, ἀλλ’ οὐκ ἐκ τοῦ ὀξέος, δι’ οὗ ὀξέος συνέχεται καὶ προσπεφυκός ἐστι πρὸς τὴν ὑστέραν. εἰπὼν δὲ τοῦτο ἐπάγει αἴτιον δὲ τοῦ τοὺς μὲν ὄρνιθας γίνεσθαι ἐκ τοῦ ὀξέος, τὰ δὲ σελάχη ἐκ τοῦ θατέρου ἄκρου, ὅτι τὸ μὲν τῶν ὀρνίθων ᾠὸν χωρίζεται ἐκ τῆς ὑστέρας. ἐπεὶ οὖν ἐκτὸς καὶ θύραζε ζῷον γίνεται τὸ τῶν ὀρνίθων ᾠὸν καὶ οὐδὲν ὅλως ἐκ τῆς ὑστέρας λαμβάνει τροφὴν ὥσπερ τὰ ἐντὸς ζῳοτοκούμενα, ἃ πρῶτον μὲν τρέφονται ἐκ τοῦ λειφθέντος ᾠοῦ (ἐπὶ πάντων γὰρ τῶν ᾠῶν τὸ μέν τι αὐτῶν γίγνεται νεοττός, τὸ δὲ τροφή) τὰ δὴ ἐντὸς ζῳοτοκούμενα πρῶτον μὲν τρέφονται ἐκ τοῦ ᾠοῦ, ἔπειτα ἀναλωθέντος αὐτοῦ ἐκ τῆς ὑστέρας, ἐπεὶ οὖν, ὡς εἴρηται, ἐκτὸς ζῳοτοκεῖται ὁ ὄρνις1 καὶ οὐδὲν ἐκ τῆς ὑστέρας λαμβάνει, ἀλλ’ ἐκ τοῦ ὠχροῦ τρέφεται, εἰκότως ἐκ τοῦ ὀξέος γίνεται διά τε τὸ πλέον εἶναι τὸ ἐν τῷ ὀξεῖ λευκὸν τοῦ ἐν θατέρῳ μέρει ὄντος λευκοῦ καὶ διὰ τὸ μὴ δεῖσθαι τῆς ὑστέρας. αὐτὸς δὲ νῦν τοῦτο μόνον εἰπὼν αἴτιον δ’ ὅτι τὸ μὲν τῶν ὀρνίθων χωρίζεται τῆς ὑστέρας, τῶν δὲ σελαχῶν οὐ πάντων (οὐ γὰρ πάντων χωρίζεται, ἀλλά τινων ἀπολύεται μὲν τῆς ὑστέρας, ὅμως ἐν αὐτῇ ζῳοτοκεῖται ἀλλ’ οὐκ ἐκτός, τῶν πλείστων δὲ οὐδ’ ἀπολύεται, ἕως ἂν ζῷον γένηται) ὅπερ οὖν ἐλέγομεν, αὐτὸς νῦν τοῦτο μόνον εἰπὼν2 μετ’ ὀλίγον σαφῶς τὰς αἰτίας τούτων ἐπάξει, καὶ ἡμεῖς γενόμενοι ἐν τῷ τόπῳ εἴποιμεν ἂν τὰ δοκοῦντα. γινομένου δὲ τοῦ σελάχους ἐπὶ τῷ ἑτέρῳ ἄκρῳ τῷ ἐξ ἐναντίας ὄντι τὸ ὀξὺ τὸ καταλειφθὲν ἐκ τῆς γενέσεως τοῦ νεοττοῦ μέρος τοῦ ᾠοῦ καταναλίσκεται εἰς τροφὴν αὐτοῦ, καὶ τέλος πρὸς τῇ ὑστέρᾳ ὁ ὀμφαλὸς προσφύεται τῶν ἤδη τελείων. ὅταν μὲν γὰρ ἕλκῃ τὴν τροφὴν ἐκ τοῦ ᾠοῦ, προσπεφυκός ἐστι τῷ ᾠῷ, καταναλωθέντος δὲ τοῦ ᾠοῦ προσφύεται τῇ ὑστέρᾳ καὶ λαμβάνει ἐκεῖθεν τὴν τροφήν. οὐ μόνον δὲ τοῦτο γίνεται ἐπὶ τῶν μὴ ἀπολυομένων ᾠῶν ἀπὸ τῆς ὑστέρας, ἀλλὰ καὶ ἐπὶ τῶν ἀπολυομένων, ἐν αὐτῇ δὲ τελειουμένων· καὶ ἐπὶ τούτων γὰρ πρῶτον μὲν τῷ ᾠῷ προσφύεται ὁ ὀμφαλός, ὕστερον δὲ τῇ ὑστέρᾳ. εἰπὼν δὲ ὅσων ἀπολύεται τὰ ᾠὰ τῆς ὑστέρας ἐπήγαγεν ἐνίοις γὰρ αὐτῶν, ὅταν τέλειον γένηται τὸ ᾠόν, ἀπολύεται, ἴσον ὂν τῷ οὐ γὰρ πάντων ἀπολύεται. τὸ δὲ ἀπορήσειεν ἂν οὖν τις ἕως τοῦ καὶ τοῖς ἰχθύσι γραφικὸν ἔσται πταῖσμα·3 εἴρηκε γὰρ ἤδη περὶ τούτων.

“在这些动物中以及在鸟类中,[发生]在某一方面相似,而在另一方面不同。” 所谓“在这些中”,他再次泛指软骨鱼类,即琵琶鱼以及所有其余的鱼类。他所说的意思是这样的:一切软骨鱼类的发生与一切鸟类的发生,在某一方面相似,而在另一方面不同;并且他立即指出了它们借以相异的差异,首先声称软骨鱼类没有伸向绒毛膜的另一条脐带,对于这一原因他作了极其明白的补述。其次,无论在这些鱼类中还是在鸟类中,发生都是从卵的一端开始的,但在鸟类中是从尖端开始的,正是在尖端处它附着在子宫上(因为卵的其余全部在鸟类中和在软骨鱼类中都是脱离的,唯有尖端附生在子宫上,如同某种植物的根长在土地中一样)。因此,在鸟类中,发生是从尖端开始的,正是在尖端处有着附着;而在软骨鱼类中,则不是从尖端,而是从另一端开始。因为他通过“但并非在其附着于子宫之处”表明了这一点,也就是说,软骨鱼类的幼雏是从另一端生成的,而不是从〔卵〕借以被系住并附着于子宫的尖端生成的。在说了这一点之后,他补述道,鸟类从尖端生成而软骨鱼类从另一端生成的原因,在于鸟类的卵脱离了子宫。因此,既然鸟类的卵是在外部和体外成为动物的,并且完全不像在体内胎生的动物那样从子宫获取滋养——体内胎生者首先从剩余的卵中获得滋养(因为对于一切卵而言,它们的一部分成为雏幼,而另一部分成为滋养物),那些在体内胎生者固然首先从卵中获得滋养,随后在卵被消耗尽时从子宫中获得滋养——因此,正如所说,禽鸟是在体外胎生的,不从子宫获取任何东西,而是从蛋黄中获得滋养,那么它从尖端生成就是合理的,这既是因为尖端处的蛋白多于另一部分的蛋白,也是因为它不需要子宫。但他自己此刻仅说了这一点,即“原因在于鸟类的卵脱离子宫,而软骨鱼类的卵并非全部如此”(因为并非所有的都脱离,而是在某些鱼类中虽然从子宫解脱出来,却依然在子宫内部而非体外胎生,在绝大多数鱼类中甚至在动物生成之前根本不解脱)——正如我们方才所说的,他自己此刻仅说了这一点,不久后将清晰地补述这些事情的原因,而我们在到达该处时也将陈述我们的看法。当软骨鱼在相对的另一端生成时,幼雏生成后所剩余的卵的尖锐部分被消耗作为其滋养,最后,那些已经发育完全者的脐带附着在子宫上。因为当它从卵中吸取滋养时,它是附着在卵上的;而在卵被消耗尽时,它便附着在子宫上并从那里获取滋养。这不仅发生在不从子宫解脱出来的卵上,而且也发生在虽解脱出来却在子宫内部发育成熟的卵上;因为在这些卵中,脐带也是首先附着在卵上,随后附着在子宫上。在说了“在那些卵从子宫解脱出来的动物中”之后,他补述道,“因为在它们当中的某些动物中,当卵完全成熟时便会脱离”,这等同于“因为并非在所有动物中都会脱离”。至于从“因此有人可能会提出疑难”直到“以及在鱼类中”的文句,大概是抄写上的错误;因为关于这些事情他此前已经论述过了。

语法注3 条
  1. 3.10ἐπεὶ οὖν, ὡς εἴρηται, ἐκτὸς ζῳοτοκεῖται ὁ ὄρνις

    在开头的理由从句 ἐπεὶ οὖν ἐκτὸς καὶ θύραζε... 之后,插入了关于体内胎生动物(τὰ ἐντὸς ζῳοτοκούμενα)的对比说明,随后由 ἐπεὶ οὖν, ὡς εἴρηται... 重新引回原从句,其结论落在主句谓语 εἰκότως ἐκ τοῦ ὀξέος γίνεται 上。

  2. 3.10ὅπερ οὖν ἐλέγομεν, αὐτὸς νῦν τοῦτο μόνον εἰπὼν

    在 αὐτὸς δὲ νῦν τοῦτο μόνον εἰπὼν... 之后插入了较长的括号式补充(οὐ γὰρ πάντων χωρίζεται...),随后借由 ὅπερ οὖν ἐλέγομεν(“正如我们方才所言”)重新接续中断的句意。分词短语 αὐτὸς νῦν τοῦτο μόνον εἰπὼν 与主句谓语 μετ’ ὀλίγον σαφῶς τὰς αἰτίας τούτων ἐπάξει 构成整句的核心骨架。

  3. 3.10τὸ δὲ ἀπορήσειεν ἂν οὖν τις ἕως τοῦ καὶ τοῖς ἰχθύσι γραφικὸν ἔσται πταῖσμα

    中性冠词 τό 将引文起讫范围(ἀπορήσειεν ἂν οὖν τις ἕως τοῦ καὶ τοῖς ἰχθύσι)整体名词化,作为全句的主语,表语为 γραφικὸν ἔσται πταῖσμα(“想必是抄写错误”)。将来时 ἔσται 在此表达对文本异状的推测性断定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:142.9-143.21