- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:140.18-142.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解阐明卵生动物的胚胎、蛋黄、类绒毛膜及蛋壳与胎生动物的胚胎、母体血液、子宫及外衣之间的对应比拟,详述孵化时脐带与剩余蛋黄的吸收过程,并解释琵琶鱼因头部巨大生棘而无法在体内胎生、只得在体外产出幼雏的原因。
" Δεῖ γὰρ ὑπολαβεῖν τὰ ᾠοτοκούμενα τῶν ζῴων πρὸς μὲν τὸ ὠχρὸν οὕτως ἔχειν." Τὸ δεῖ γὰρ ἀντὶ τοῦ δεῖ δέ·1 οὐ γάρ ἐστι κατασκευαστικὸν τῶν προσεχῶς ῥηθέντων. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὃν λόγον ἔχει τὰ ἔμβρυα πρὸς τὸ ἐν τῇ ὑστέρᾳ αἷμα, ἀφ’ οὗ διὰ τοῦ ὀμφαλοῦ τρέφεταί τε καὶ αὔξεται, τὸν αὐτὸν καὶ ὁ νεοττὸς πρὸς τὸ ὠχρόν· καὶ οὗτος γὰρ ἐκ τοῦ ὠχροῦ τρέφεται διὰ τοῦ ὀμφαλοειδοῦς. τὸ γὰρ ὠχρὸν μέρος ἐστὶ τῆς ὄρνιθος, ὥσπερ καὶ τὸ ἐν τῇ ὑστέρᾳ καταμήνιον· μέρος γὰρ αὐτὸ τῆς μητρός. ὃν δὲ πάλιν ἔχει τὸ ἔμβρυον πρὸς τὴν ὑστέραν, τὸν αὐτὸν καὶ ὁ νεοττὸς πρὸς τὸν ἐξωτάτω ὑμένα τὸν αἱματώδη, ὃν πρὸ ὀλίγου εἶπε χοροειδῆ. ἔστι μὲν οὖν τρόπον τινὰ τὸ μὲν ὠχρὸν ἡ μήτηρ, ὁ δὲ χοροειδὴς ὑμὴν ἡ ὑστέρα. τὸ δὲ ὄστρακον τοιοῦτον χρὴ νοεῖν, ὥσπερ ἂν εἴ τις περιεκάλυψε τὴν μητέρα μετά τινος ἔξωθεν. ἔστω γὰρ ἕνεκα λόγου ὁ μὲν νεοττὸς ὁ Ἄνυτος, τὸ δὲ ὠχρὸν ἡ μήτηρ αὐτοῦ, τὸ δὲ ὄστρακον τὸ ἱμάτιον τῆς μητρὸς αὐτοῦ ἢ ἄλλο τι περικαλύπτον αὐτὴν οὕτως, ὥστε μηδέν τι φαίνεσθαι τῶν αὐτῆς μερῶν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ περὶ τὴν μητέρα ὅλην. ἐπεὶ γὰρ δεῖ τὸ ἔμβρυον ἐν τῇ ὑστέρᾳ εἶναι καὶ πρὸς τῇ μητρί, ἐν μὲν τῷ χοροειδεῖ ἐστιν ὁ νεοττὸς ὡς ἐν τῇ ὑστέρᾳ, πρὸς δὲ τῷ ὠχρῷ ἐστιν ὡς ἐν τῇ μητρί. ἀλλ’ ἐν μὲν τοῖς ζῳοτόκοις ἔχει τε καὶ περιέχει ἡ μήτηρ τὴν ὑστέραν, ἐν δὲ τοῖς ᾠοτοκουμένοις ἔμπαλιν ἡ ὑστέρα τὴν μητέρα· μήτηρ γάρ ἐστι τὸ ὠχρόν, ὑστέρα δὲ ὁ αἱματώδης καὶ χοροειδὴς ὑμήν, ὃς περιέχει τὸ ὠχρόν, ἤτοι τὴν μητέρα. λέγει δὲ καὶ ὅτι αὐξανομένων τῶν νεοττῶν πρῶτον συμπίπτει ὁ εἰς τὸ χόριον τείνων ὀμφαλὸς καὶ ἀπόλλυται· διὰ τί; διότι, φησί, δεῖ πρῶτον τὸν νεοττὸν ἐξελθεῖν· ἐκεῖθεν γὰρ καὶ ἐκ τοῦ μέρους τοῦ χοροειδοῦς ὑμένος ἔξεισιν, ἐν ᾧ προσπέφυκεν ὁ ὀμφαλός· ἀφανισθέντος γὰρ εὐθὺς ὀπὴ γίνεται ὥσπερ ἥλου τινὸς ἢ γόμφου ἀφαιρεθέντος. τὸ δὲ λοιπὸν τοῦ ὠχροῦ καὶ ὁ ὀμφαλὸς ὁ εἰς τὸ ὠχρὸν ὕστερον·2 οὐ γὰρ πᾶν τὸ ὠχρὸν ἀναλίσκεται εἰς τροφὴν τοῦ νεοττοῦ, ἀλλ’ ἐγκαταλιμπάνεταί τι, ὅπερ ἐγκατάλειμμα συνέξεισι τῷ ὀμφαλῷ. ὁρῶνται γὰρ οἱ νεοττοὶ ἐξελθόντες ἔχοντες ὑπὸ τὴν κοιλίαν, ἐν ᾧ μέρει αὐτῆς ἐστιν ὁ ὀμφαλός, τὶ τοῦ ὠχροῦ, ὑφ’ οὗ καὶ ἐξελθὼν θύραζε τρέφεται δύο ἢ καὶ τρεῖς ἡμέρας. ἐπεὶ γὰρ οὔτε ἀπὸ τῆς μητρὸς θηλάζειν δύναται οὔτε δι’ ἑαυτοῦ τρέφεσθαι, ἀνάγκη συνεξάγειν τῷ νεοττῷ τὴν φύσιν τροφήν τινα. διόπερ τρεφομένου τοῦ νεοττοῦ εἴσεισι τὸ τοιοῦτον ὠχρὸν μετὰ τοῦ ὀμφαλοῦ ἐντός, καὶ οὕτω περιφύεται ἡ σάρξ. ἐπὶ τούτῳ γὰρ οὐδ’ ὀμφαλὸν ἔχουσιν οἱ ὄρνιθες·3 τῆς γὰρ τροφῆς ἐν τῷ ἄκρῳ τοῦ ὀμφαλοῦ κειμένης, εἰ μέλλει τραφήσεσθαι ὁ νεοττός, ἀνάγκη πρότερον τὸν ὀμφαλὸν εἰσελθεῖν καὶ οὕτω τὴν ἐν τῷ ἄκρῳ αὐτοῦ κειμένην τροφήν. καὶ συμπεραίνεται λοιπὸν λέγων ταῦτα μᾶλλον εἶναι διάδηλα ἐπὶ τῶν μειζόνων, λέγων ταῦτα τὰ μόρια· ἐν γὰρ τοῖς μείζοσι ζῴοις διάδηλόν ἐστιν ὡς πρῶτον πάντων ἡ καρδία γίνεται, εἶθ’ ὁ ὀμφαλὸς καὶ τὰ λοιπὰ ὁμοίως.
“因为应当设想,产卵的动物相对于蛋黄具有这样的关系。” “因为应当(dei gar)”代替了“但是应当(dei de)”;因为它并不是在论证紧接在前述及的内容。所言之意如下:胚胎相对于子宫中的血液具有何种关系——胚胎通过脐带从这血液中摄取滋养并生长——雏鸟相对于蛋黄也具有同样的关系;因为雏鸟也是通过似脐之物从蛋黄中摄取滋养的。因为蛋黄是禽鸟的一个组成部分,犹如子宫中的月经血一样;因为那本身就是母亲的一部分。再者,胚胎相对于子宫具有何种关系,雏鸟相对于最外层的多血之膜——即他方才称为类绒毛膜的膜——也具有同样的关系。因此,在某种意义上蛋黄就是母亲,而类绒毛膜则是子宫。至于蛋壳,则应当理解为仿佛有人从外侧用某种东西将母亲包裹起来。因为假定为了论证的缘故,雏鸟是阿纽托斯,蛋黄是他的母亲,蛋壳则是他母亲的外衣或某种将其包裹以致其身体任何部分都不显露的其他东西;因为“围绕整个母亲”这句话所表明的正是这一点。因为既然胚胎必须处在子宫中且紧靠母亲,雏鸟便处在类绒毛膜中宛如在子宫中一样,且紧靠蛋黄宛如在母亲中一样。然而在胎生动物中是母亲拥有并包围子宫,在卵生动物中则相反,是子宫包围母亲;因为蛋黄是母亲,而多血且似绒毛膜的膜是子宫,它包围着蛋黄,也就是母亲。他还说,随着雏鸟的生长,伸入绒毛膜的脐带首先萎缩并消亡。为什么呢?他说是由于雏鸟必须首先出来;因为雏鸟正是从类绒毛膜的那一部分出来的,脐带正是附着在该部分上的;因为脐带一旦消失,便立即形成一个孔洞,如同拔出了一根钉子或栓塞一样。然而蛋黄的剩余部分和伸入蛋黄的脐带则是随后[消亡]的;因为并非全部蛋黄都被消耗用于雏鸟的滋养,而是留下了一部分,这一残余部分同脐带一同出来。因为人们看到出来的雏鸟在腹部下方,即腹部有脐带的那一部分,带有少许蛋黄,即使在出壳到外面之后,它仍凭借这些蛋黄获得两天甚至三天的滋养。因为雏鸟既不能从母亲那里吃奶,又不能自己养活自己,所以自然必然要随着雏鸟一同带出某种滋养物。因此,随着雏鸟受到滋养,这样的蛋黄连同脐带进入体内,肉就这样围绕着它生长起来。正因如此,禽鸟甚至没有肚脐;因为滋养物位于脐带的末端,雏鸟若要获得滋养,脐带就必然先进入体内,而位于其末端的滋养物也就这样进入了。最后他总结说,这些在较大的动物身上更为明显,所谓“这些”是指这些器官部分;因为在较大的动物身上可以清楚地看到,心是一切之中最先生成的,随后是脐带,其余部分亦同样如此。
"Αἰτία δ’ ἡ τοῦ σώματος φύσις· τήν τε γὰρ κεφαλὴν πολλαπλασίαν ἔχει τοῦ λοιποῦ σώματος." Ἐπεὶ γὰρ ἡ τοῦ βατράχου κεφαλὴ πολλαπλασία ἐστὶ τοῦ λοιποῦ σώματος, εἴπερ ἐν ἑαυτῷ ἐζῳοτόκει, ἀνάγκη αὐξομένων τῶν ἐμβρύων ὀγκοῦσθαι τὴν γαστέρα, ὀγκουμένην δὲ προσπίπτειν ταῖς ἐν τῇ κεφαλῇ ἀκάνθαις καὶ κατατιτρώσκεσθαι καὶ ἐκ τούτου ἀφορήτως ὀδυνᾶσθαι. προνοουμένη τοίνυν τῆς τοῦ βατράχου σωτηρίας ἡ φύσις πεποίηκεν αὐτὸν θύραζε ζῳοτοκεῖν. οὔτε οὖν ἐξ ἀρχῆς ἐν ἑαυτῷ διὰ τὴν εἰρημένην αἰτίαν ζῳοτοκεῖ οὔτε μὴν ὕστερον εἰσδέχεται τοὺς οἰκείους νεοττοὺς διωκομένους καὶ ἐπιβουλευομένους ὑπό τινων. τὰ μὲν γὰρ ἄλλα σελάχη δέχονται ἐν ἑαυτοῖς τοὺς νεοττοὺς ἐπιβουλευομένους ὑπό τινων, δέχονται δὲ διὰ τοῦ πόρου δι’ οὗ ἐγέννησαν αὐτούς, ὁ δὲ βάτραχος οὐ δέχεται· εἰ γὰρ ἐδέξατο, ἀνάγκη πάλιν ὀγκωθῆναι τὴν γαστέρα καὶ προσπεσεῖν ταῖς ἀκάνθαις. δι’ ἣν μὲν οὖν αἰτίαν ὕστερον εἰσελθεῖν τοὺς νεοττοὺς ἡ κεφαλὴ κωλύει,4 διὰ τὴν αὐτὴν ταύτην καὶ πρότερον ἐντὸς τελειωθῆναι κωλύει. λέγει δὲ καὶ ὅτι ὃν τρόπον ἐντὸς γίνονται ἐκ τῶν ᾠῶν οἱ τῶν ἄλλων σελαχῶν νεοττοί, τὸν αὐτὸν καὶ οἱ τοῦ βατράχου θύραζε.
“其原因在于身体的本性;因为它的头部比身体其余部分大许多倍。” 因为既然琵琶鱼的头部比身体其余部分大许多倍,假若它在体内胎生,那么随着胚胎的长大,腹部必然膨胀,而膨胀的腹部必然撞击头部上的棘刺并被刺伤,并由此遭受无法忍受的痛苦。因此,自然为了顾全琵琶鱼的保全,使它在体外胎生。所以,由于所述的原因,它既没有从一开始就在体内胎生,后来也没有在自家的幼雏被某些生物追赶和算计时将它们接纳进来。因为其他软骨鱼类在幼雏被某些生物算计时会将它们接纳到自己体内,且通过生育它们出来的通路接纳它们,而琵琶鱼则不接纳;因为如果接纳了,腹部必然再次膨胀并撞击棘刺。因此,头部阻碍幼雏后来进入体内所依据的同一原因,也同样阻碍它们先前在体内完成发育。他还说,其他软骨鱼类的幼雏以何种方式在体内由卵生成,琵琶鱼的幼雏也以同样的方式在体外生成。
- 3.8Τὸ δεῖ γὰρ ἀντὶ τοῦ δεῖ δέ
注解者在句法上指出,亚里士多德原文中的连词 γάρ 并非用于论证或确立前句(κατασκευαστικόν),而是用来替代表示过渡的 δέ。
- 3.8τὸ δὲ λοιπὸν τοῦ ὠχροῦ καὶ ὁ ὀμφαλὸς ὁ εἰς τὸ ὠχρὸν ὕστερον
此句省略了前句的主动词(συμπίπτει … καὶ ἀπόλλυται),配合副词 ὕστερον 理解为:“蛋黄的剩余部分和伸入蛋黄的脐带则是随后[萎缩并消亡]的”。
- 3.8ἐπὶ τούτῳ γὰρ οὐδ’ ὀμφαλὸν ἔχουσιν οἱ ὄρνιθες
介词短语 ἐπὶ τούτῳ 表原因(“正因如此”),修饰“禽鸟甚至没有肚脐”,指代前文所述脐带及剩余蛋黄完全缩入腹内并由肉闭合这一发育过程。
- 3.9δι’ ἣν μὲν οὖν αἰτίαν ὕστερον εἰσελθεῖν τοὺς νεοττοὺς ἡ κεφαλὴ κωλύει, διὰ τὴν αὐτὴν ταύτην καὶ πρότερον ἐντὸς τελειωθῆναι κωλύει
由关系从句 δι’ ἣν μὲν οὖν αἰτίαν … 与指示短语 διὰ τὴν αὐτὴν ταύτην [αἰτίαν] … 构成的呼应句式;动词 κωλύει 支配不定式(εἰσελθεῖν, τελειωθῆναι)及其宾格逻辑主语(τοὺς νεοττούς)。
