- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:139.5-140.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物之生成》753a15,阐释了母鸟抱卵对自身的意义、受热导致卵败坏及风卵形成的机理、蛋白与蛋黄的性质差异,以及胚胎发育中首先生成心脏与血管的过程。
" Διόπερ καὶ μὴ ἐπῳάζουσαι αἱ θήλειαι, ὅταν τέκωσι, διατίθενται χεῖρον." Ἐπειδὴ τὸ εἶναι καὶ τὸ τέλος τῆς ἑκάστου φύσεώς ἐστιν ἐν τῷ γεννᾶν οἷον αὐτό, εἴ τις τὴν κισσῶσαν ὄρνιθα κωλύσει καὶ μὴ ἐάσει ἐπῳάσαι (πολλοὶ γὰρ βρέχουσιν αὐτὰς ὕδατι καὶ οὐκ ἐῶσιν ἐπῳάζειν) ἴστω βλάπτων αὐτὴν ὡς ἀποτεμνόμενός τι τῆς φύσεως αὐτῆς.1 ὡς γὰρ εἴρηται, ἡ ὁλότης καὶ τὸ πλῆρες τῆς φύσεως αὐτῆς ἐστιν ἐν τῷ ποιῆσαι ἄλλο οἷον αὐτό ἐστιν. ἐν δὲ τῇ λέξει τῇ προσέχει γὰρ τὸ ἐν αὐτῇ θερμὸν τὸ προσέχει ἴσον ἐστὶ τῷ συντηρεῖ καὶ φυλάττει. συντηρεῖ γὰρ τὸ ἐν τῇ γῇ θερμὸν ἡ ὄρνις ἐπῳάζουσα, καὶ οὐκ ἐᾷ διεξέρχεσθαι. οἱ δὲ οἶνοι ὀξύνονται ἐν ταῖς ἀλεειναῖς διὰ τὸ θερμαίνεσθαι ὑπὸ τῆς ὥρας τὴν ἐν αὐτοῖς ἰλύν· θερμαινομένη γὰρ καὶ κούφη γινομένη διὰ τὴν θερμότητα ἄνεισι καὶ ἀναμίγνυται τῷ οἴνῳ, καὶ οὕτως διαφθείρει τὴν ἐν αὐτῷ τοιανδὶ ποιότητα οὖσαν καὶ τοιονδὶ χυμόν. τὸ αὐτὸ δὲ καὶ ἡ λέκιθος πάσχουσα ὑπὸ τῆς τοιαύτης ὥρας ἀναμίγνυται τῷ λευκῷ καὶ φθείρει αὐτό. γαμψώνυχα δὲ καὶ τρία γεννᾶν τοὺς ἀετοὺς χρὴ νοεῖν· οἱ γὰρ ἱέρακες καὶ πέντε καὶ ἓξ γεννῶσι. φθείρουσι δὲ καὶ οὗτοι τὸ μέσον διὰ τὸ λίαν ὑπερθερμαίνειν ἐν μέσῳ κείμενον τῆς κοιλίας καὶ κατακαίειν αὐτό. οὐ γίνεται δὲ ὀπτώμενον τὸ τοῦ ᾠοῦ ὠχρὸν σκληρόν, καίτοι γεῶδες ὄν, διὰ τὸ μὴ εἶναι οἷον τὸ ἐν κεράμῳ γεῶδες, ἀλλ’ οἷον τὸ ἐν τῷ κηρῷ. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ διὰ τὸ εἶναι τὴν φύσιν γεῶδες οὕτως ὥσπερ κηρός· τὸ γὰρ ἐν τῷ κηρῷ γεῶδες οὐ σκληρύνεται πυρί. διὰ τοῦτο θερμαινόμενον μᾶλλον, ἐὰν ᾖ μὴ ἐξ ὑγροῦ περιττώματος,2 διουρεῖται. ἔστι δὲ τὸ διουρεῖται ἴσον τῷ οὔριον γίνεται. τὸ δὲ λεγόμενόν ἐστιν ‘εἰ μὲν ἔχει τὸ ᾠὸν πολὺ τὸ ὑγρὸν περίττωμα, θερμαινόμενον καὶ ἐξατμιζόμενον ἐξέρχεται εἰς συμμετρίαν καὶ οὐ διουρεῖται· ἂν δὲ μὴ ᾖ ἐξ ὑγροῦ περιττώματος, τουτέστιν ἂν δὲ ᾖ ἐν αὐτῷ ὀλίγον τὸ ὑγρὸν περίττωμα, θερμαινομένη ἡ λέκιθος κουφίζεται καὶ ἄνεισι καὶ οὕτως μιγνυμένη τῷ λευκῷ διουρεῖται’. τὸ δὲ διουρεῖται καὶ γίνεται οὔρια ἐκ παραλλήλου κεῖται. ἀλλὰ τὸ μὲν ὠχρόν, ὡς εἴρηται, πυρούμενον οὐ σκληρύνεται, τὸ δὲ λευκὸν πυρούμενον γίνεται σκληρὸν καὶ στερεόν, ἤτοι παχὺ καὶ συνεστηκός. ῥητέον δὲ καὶ ὅτι τὸ λευκὸν περὶ τὴν γένεσιν τῶν ζῴων πεττόμενον ἅμα τε καὶ ἐξαιματοῦται καὶ παχύνεται (πρῶτον μὲν γὰρ αἷμα παχὺ γίνεται), ἅμα δὲ τῷ γενέσθαι αἷμα παχὺ εὐθὺς διαγράφεται εἰς τὰ τοῦ νεοττοῦ μόρια· αὔξονται δὲ καὶ τελειοῦνται ἐκ τοῦ ὠχροῦ. ἀλλὰ ταῦτα μὲν ὅπως ἔχουσιν, ἐκ τῶν περὶ τὰς ἱστορίας τὰς περὶ ζῴων γεγραμμένας δεῖ θεωρεῖν· πρὸς δὲ τὴν παροῦσαν σκέψιν ἱκανὸν φανερὸν εἶναι τοσοῦτον,3 τουτέστι τοῦτο μόνον ἐστὶν ἱκανὸν ἡμῖν γνῶναι νῦν ὅτι τῆς καρδίας ἐστὶν ἡ πρώτη σύστασις· πρώτη γὰρ αὕτη συνίσταται, ὡς πολλάκις εἴρηται· τοῦτο οὖν ἐστιν ἡμῖν ἱκανὸν νῦν ὑπομνησθῆναι καὶ πρὸς τούτῳ γνῶναι ὅτι τῆς μεγάλης φλεβὸς ἀπὸ τῆς καρδίας ἀφορισθείσης καὶ βλαστησάσης δύο ὀμφαλοὶ ἀπὸ τῆς φλεβὸς τείνουσιν, ὁ μὲν εἰς τὸν ὑμένα τὸν περιέχοντα τὸ ὠχρόν, ὁ δ’ ἕτερος εἰς τὸν χοροειδῆ ὑμένα, ὅς ἐστιν εὐθὺς μετὰ τὸ ὄστρακον. λέγει δὲ ὅτι τὸ ὠχρὸν θερμαινόμενον γίνεται πλέον· τὸ γὰρ ἐγκαταμιγνύμενον αὐτῷ πνεῦμα εἰς μείζονα ὄγκον αὐτὸ αἴρει. λέγει δὲ καὶ ὅτι τὴν τροφήν, ἤτοι τὸ ὠχρόν, σωματώδη καὶ γεώδη οὖσαν δεῖ πρότερον ὑγρανθῆναι· πᾶσα γὰρ τροφὴ πρότερον ὑγραίνεται, εἶθ’ οὕτως τρέφει.
“因此雌性在产卵之后,若不抱卵,处境会更坏。” 既然各别本性的存在与目的在于生成与其自身相似之物,那么如果有人阻碍处于抱卵期的禽鸟而不让其抱卵(因为许多人用水浇湿它们而不让它们抱卵),他就应当知道自己伤害了它,仿佛割去了它本性的一部分。因为正如所说的那样,它本性的圆满与充全就在于造就另一个与其自身相似之物。而在文句“因为它守护其中的热量”中,“守护(prosechei)”等于“维持”和“保全”。因为禽鸟通过抱卵维持着地中的热量,不让其消散。酒在暖和的时节变酸,是因为其中的酒糟被时令加热;酒糟受热并因热而变轻,便上升并与酒混合,从而毁坏了酒中所具有的特定性质和风味。蛋黄在这样适逢时令的热量下也遭遇同样的情形,与蛋白混合并使之毁坏。而应当理解的是,“钩爪鸟类生三个[幼雏]”指的是鹰;因为隼会生五到六个。而它们[鹰]也毁坏居中的卵,因为它们将居于腹部正中的卵过度加热并烤焦。尽管蛋黄是土性的,但烤制时并不变硬,因为它的土性不像陶器中的土性,而像蜡中的[土性]。因为他通过“由于其本性如蜡一般是土性的”这句话表明了这一点;蜡中的土性并不因火而硬化。因此,当受热更甚时,如果它并非由湿润残余物构成,它就会化为风卵。“化为风卵(dioureitai)”等于“变成风卵(ourion ginetai)”。所言之意是:“如果卵含有较多湿润残余物,它受热并蒸发后便适度排出,不会化为风卵;但如果它并非由湿润残余物构成,也就是说,如果其中的湿润残余物很少,蛋黄受热变轻而上升,如此与蛋白混合便化为风卵。”“化为风卵”与“变成风卵”是并列使用的。然而正如所说的那样,蛋黄经火烧并不硬化,而蛋白经火烧则变得坚硬而坚实,即浓稠且凝结。还应当指出的是,在动物的生成过程中,蛋白在被消化的同时既变成血液又变得浓稠(因为首先变成浓血),一旦变成浓血,便立即被勾画成雏鸟的各部分;而这些部分则凭借蛋黄获得生长并完全成型。至于这些情况究竟如何,应当从关于动物探究的著述中去考察;但就目前的探究而言,只要明白这一点便足够了,也就是说,只要我们现在知道心是最初构成的部分便足够了;因为正如多次谈到的那样,它是最先构成的。因此,我们现在只要记住这一点,并且此外还知道,当大静脉从心分离并生长出来后,两条似脐的管道从静脉延伸出来,一条通向包围蛋黄的膜,另一条通向紧随蛋壳之后的类绒毛膜,这就足够了。他还说,蛋黄受热后体积变大;因为混入其中的气息(普纽玛)将它抬升到更大的容积。他还说,滋养物(即蛋黄)既然是有形且土性的,就必须先被润湿;因为一切滋养物都是先被润湿,然后才提供滋养的。
- 3.7ἴστω βλάπτων αὐτὴν ὡς ἀποτεμνόμενός τι τῆς φύσεως αὐτῆς
ἴστω 是 οἶδα 的完成时主动态命令式(具现在意义)第三人称单数,支配分词 βλάπτων 作补足语(“应当知道自己正在伤害”)。其后的 ὡς ἀποτεμνόμενος 是表示主观意图或比拟的分词短语(“仿佛削夺其本性的某部分”)。
- 3.7ἐὰν ᾖ μὴ ἐξ ὑγροῦ περιττώματος
介词短语 ἐξ ὑγροῦ περιττώματος 表示构成或质料(“由湿润残余物构成/富含湿润残余物”),注疏者随后亲自用 ἂν δὲ ᾖ ἐν αὐτῷ ὀλίγον τὸ ὑγρὸν περίττωμα(“如果其中湿润残余物很少”)对此进行了解释。否定词 μή 用于由 ἐάν 引导的条件从句中。
- 3.7ἱκανὸν φανερὸν εἶναι τοσοῦτον
无人称表达 ἱκανόν [ἐστι] 统辖不定式 φανερὸν εἶναι,指示代词 τοσοῦτον 作不定式的宾格主语(“只要明白这些便足够了”)。其后的 τουτέστι τοῦτο μόνον ἐστὶν ἱκανὸν ἡμῖν γνῶναι νῦν 对这一结构作了进一步释明。
