- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:12.17-14.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞完成了对生殖通道几何图示的说明,论证了蛇类为何因体长和避免精液受冷致不育而不具睾丸,并解释了鱼类卵在体外的受精过程。
ὁ δὲ Ε Ζ ἐστὶ τὸ μικρὸν μόριον τοῦ ὅλου τοῦ Α Β Γ Δ Ε Ζ [ὁ δὴ Δ Ε Ε Ζ ἐστὶ τὸ μικρὸν μόριον] τὸ εἰς τὸ αἰδοῖον εἰσερχόμενον εὐθὺ καὶ ἁπλοῦν. ἡ μὲν οὖν τοῦ πόρου θέσις τοιαύτη· ἡ δὲ ἐπαναδίπλωσις αὐτοῦ ἡ μὲν Β Γ Γ Δ ἔναιμός ἐστι, τουτέστι πλήρης αἵματος, ἡ δὲ Δ Ε ἄναιμος· οὐδαμῶς γάρ ἐστιν ἐν αὐτῇ αἷμα. τὸ μὲν οὖν αἷμα τὸ ἐν τῇ Β Γ Γ Δ ἐπαναδιπλώσει ὂν καὶ ἅμα ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ καὶ συναθροιζόμενον αὐτόθι καὶ συμπεττόμενον (ἔστι γὰρ τὸ σπέρμα, ὡς ἐρεῖ, περίττωμα τῆς ἐσχάτης καὶ εὐχρήστου τροφῆς, λέγων ἐσχάτην τροφὴν τὸ αἷμα) τὸ δὴ αἷμα τὸ ἐν τῇ Β Γ Δ ἐπαναδιπλώσει ἐν τῷ αὐτῷ καὶ ἑνὶ καιρῷ τοῦ συνδυασμοῦ καὶ συναθροιζόμενον καὶ συμπεττόμενον καὶ εἰς σπέρμα μεταβαλλόμενον καὶ γονὴν δέχεται ὁ Δ Ε πόρος ἄναιμος ὤν.1 καὶ ὥσπερ τὸ ἐν τῷ Β Γ Δ πόρῳ συναθροιζόμενον αἷμα κατὰ βραχὺ καὶ συναθροίζεται καὶ συμπέττεται, οὕτως καὶ ἐν τῷ Δ Ε τὸ ἤδη σπέρμα ὄν· ἡνίκα δὲ πληρωθῇ ὁ ΔΕ πόρος, διὰ τὸ βραχὺ τοῦ Ε Ζ πόρου ταχεῖα γίνεται ἡ ἀπόλυσις καὶ πρόεσις τῆς γονῆς. ὥστε ἐν τῇ λέξει τῆς γὰρ ἐπαναδιπλώσεως τοῦ πόρου ὁ γάρ σύνδεσμος κατασκευαστικός ἐστι τοῦ τίνος ἕνεκα βραχύς ἐστιν ὁ Ε Ζ πόρος. ἕτερον δὲ μόριον ἐπαναδιπλώσεως καὶ εὐθὺ λέγει τὸν Δ Ε προσνοουμένου καὶ τοῦ Ε Ζ.2 Οἱ μὲν οὖν ἰχθύες οὐκ ἔχουσιν ὄρχεις διὰ τὰ εἰρημένα, οἱ δὲ ὄφεις δι’ ἃς λέγει αἰτίας. πρότερον δὲ προδιοριστέον τινὰ πρὸς σαφήνειαν ὧν μέλλει λέγειν. εἴρηται ἐν μὲν τοῖς Μετεώροις ὅτι πᾶν τὸ πρότερον θερμανθὲν εἰς ψυχρὸν τόπον ἐμπεσὸν θᾶττον καὶ ψύχεται καὶ ψυχρότερον γίνεται τοῦ μὴ προθερμανθέντος· κἀνταῦθα δὲ πρὸ ὀλίγου ἔλεγεν ὅτι ὁ δεχόμενος πόρος τὸ ἤδη ἐκ τῆς πέψεως γεγονὸς σπέρμα ἄναιμός ἐστιν. εἰ δὲ ἄναιμος, καὶ ψυχρός· ὥστε εἰ ψυχρὸς καὶ διὰ τὴν φύσιν τῶν ὄφεων (ψυχρότατοι γάρ εἰσιν) ἀναγκαῖον ἐν αὐτῷ τὸ σπέρμα ἐμπεσὸν καὶ θερμὸν ὂν θᾶττον ψύχεσθαι. εἰ δὲ καὶ μακρότατός ἐστιν ὁ ἄναιμος πόρος, ἐπὶ πλέον ψυχθήσεται διὰ τὸ ἐν πλείονι χρόνῳ τὸ ἰσοταχῶς κινούμενον τὴν πλείονα διάστασιν διέρχεσθαι. ἐπεὶ οὖν ἀνάγκη τὸ προθερμανθὲν καὶ εἰς ψυχρὸν τόπον ἐμπεσὸν ψύχεσθαι, καὶ μᾶλλον ψύχεσθαι τὸ μᾶλλον ἐν αὐτῷ χρονοτριβῆσαν, μᾶλλον δὲ χρονοτριβεῖ τὸ ἰσοταχῶς κινούμενον τὴν πλείονα διάστασιν διιόν, φανερὸν ὅτι τὸ σπέρμα τὸ διὰ μακροῦ πόρου διερχόμενον μᾶλλον ψυχθήσεται τοῦ διὰ βραχέος πόρου διερχομένου· καὶ ᾗ μὲν κινεῖται ἐξερχόμενον τὸ σπέρμα ἔδει διὰ τὴν κίνησιν θερμαίνεσθαι καὶ θερμαίνεται, ἀλλ’ ἡ ἐπικράτεια τῆς τοῦ πόρου ψυχρότητος ἐκκρούει καὶ νικᾷ τὴν ἐγγινομένην τῷ σπέρματι ἐκ τῆς κινήσεως θερμότητα. ταῦτά τε προειλήφθω καὶ ὅτι τὸ ἀκινητίζον καὶ ἠρεμοῦν ψυχρότερόν ἐστι τοῦ κινουμένου. τούτων οὕτω προσδιορισθέντων τὴν λέξιν μετιτέον. φησὶν οὖν οὐκ ἔχουσιν οἱ ὄφεις ὄρχεις διὰ τὸ μῆκος τοῦ σώματος· μακρὸς γὰρ ὢν ὁ ὄφις καὶ ἐπὶ τούτῳ καὶ τῶν πόρων τοιούτων ὄντων,3 εἴπερ εἶχον ὄρχεις οἱ ὄφεις, δῆλον ὅτι πρὸς τῇ ὀσφύϊ ἂν εἶχον αὐτοὺς καὶ τὰς ἐπαναδιπλώσεις ἐν τοῖς ὄρχεσιν· εἰ δὲ τοῦτο, διχῶς ἂν ἐψύχετο τὸ σπέρμα, διά τε τὸ τῶν πόρων ψυχρῶν ὄντων μῆκος καὶ διὰ τὴν ἠρεμίαν, ἣν ἔμελλεν ἠρεμεῖν ἐν τῇ τῶν ὄρχεων ἐπαναδιπλώσει· ἐπίστασιν γὰρ τὴν μονήν φησι καὶ τὴν ἠρεμίαν. ψυχόμενον δὲ τὸ σπέρμα ἄγονον ἂν ἦν, ὅπερ ἡ φύσις οὐ βούλεται. ὑγρότητα δὲ τῶν ὄφεων τοῦ σώματός φησι τὰς κάμψεις· διὰ γὰρ τὸ εἶναι ὑγρὰν τὴν τοῦ σώματος αὐτῶν φύσιν κάμπτονται καὶ περιπλέκονται ἀλλήλοις. ὁμοίως δὲ καὶ σκευωρίαν λέγει τὴν ἐκ τῶν κάμψεων δυναμένην γίνεσθαι καὶ γινομένην περιπλοκήν. Λέγει δὲ ὅτι τῶν ᾠοτοκούντων τὰ μὲν ἀτελῆ προΐεται τὰ ᾠά, ὥσπερ τινὲς τῶν ἰχθύων· οὐ γὰρ ἐν ἑαυτοῖς αὐξηθέντα καὶ τελειωθέντα, ὥσπερ ἐπὶ τῶν ἀλεκτορίδων· αὗται γὰρ τέλεια τὰ ᾠὰ προΐενται. οὐ δὴ οὖν ἐν ἑαυτοῖς τελειωθέντα προΐενται, ἀλλ’ ἀτελῆ ῥίπτουσιν αὐτὰ ἐν τῇ ἰλύϊ, εἶτα ἐπιρραίνουσιν ἐπάνω αὐτῶν, ὡς ἐρεῖ προϊών, δύναμίν τινα οἱ ἄρρενες, ὑφ’ ἧς αὐξηθέντα καὶ τελειωθέντα προσηκόντως γίνεται ζῷα· αὕτη γὰρ ἡ δύναμις καὶ αὔξει καὶ ζωοποιεῖ αὐτά.
而 Ε Ζ 则是整个 Α Β Γ Δ Ε Ζ 的微小部分[确实 Δ Ε Ε Ζ 是微小部分],是进入生殖器官的、笔直而单纯的部分。通道的配置便是如此。而至于其折叠反转,Β Γ Γ Δ 是有血的,即充满血液,而 Δ Ε 则是无血的;因为在其中全然没有血液。因此,在折叠反转 Β Γ Γ Δ 之中、并在交合之时同时聚集于彼处且被消化熟成的血液(因为精液如他所将说明的,乃是终极且有益之营养的残余物,他称血液为终极营养)——在折叠反转 Β Γ Δ 中、在交合这同一且单一的时刻被聚集、被消化熟成并转变为精液与种子的血液,通道 Δ Ε 在处于无血状态下接纳了它。正如在通道 Β Γ Δ 中聚集的血液被逐渐聚集并被消化熟成一样,在 Δ Ε 中已成为精液者亦是如此;而当通道 Δ Ε 被充满时,由于通道 Ε Ζ 较短,种子的解脱与排出便变得迅速。因此在“因为通道的折叠反转”这一文句中,连词“因为”是用来论证为何通道 Ε Ζ 是短的。他亦将 Δ Ε 称为折叠反转的另一笔直部分,而 Ε Ζ 亦被连带理解在内。鱼类由于已述之由而不具睾丸,而蛇类则由于他所说明的原因而不具睾丸。但为了使他将要讲述的内容清楚起见,必须预先规定某些要点。在《气象学》中已说明,一切先前被加热之物,落入寒冷处所时,比起未预先加热之物,冷却得更为迅速且变得更为寒冷;而在此处不久前他亦曾说,接纳由消化已生成的精液之通道是无血的。而假若是无血的,它亦是寒冷的;因此若它是寒冷的,且由于蛇类的自然本性(因为它们极度寒冷),落在其中的精液因处于温热状态,必然更迅速地冷却。而假若无血的通道极其长,由于以等速运动之物在更多时间内通过更长的距离,它将进一步冷却。因此,既然预先被加热且落入寒冷处所之物必然冷却,且在其中逗留更多时间之物冷却得更多,而以等速运动之物在通过更长距离时逗留更多时间,显而易见,通过长通道的精液比起通过短通道的精液将冷却得更多;虽然精液在排出时运动,因运动本应被加热且确实被加热,但通道之寒冷的优势击退并压倒了运动在精液中产生的热。这些要点当预先设定,且不动并静止之物比运动之物更为寒冷这一要点亦当预先设定。在对这些作了如此补充规定之后,当进入经文。因此他说,蛇类由于身体的长度而不具睾丸;因为蛇身很长,且在此之上通道亦是如此,蛇类假若真有睾丸,显而易见它们本会将睾丸生于腰部附近,并将折叠反转生于睾丸之内;而假若如此,精液本会以两种方式冷却:既由于通道寒冷且长,又由于它本会在睾丸的折叠反转中所要停留的静止;因为他称逗留与静止为“停滞”。而若冷却,精液本会是不育的,这乃是自然所不欲的。他将弯曲称为蛇类身体的“湿润”;因为由于它们身体的自然本性是湿润的,它们便弯曲并相互缠绕。同样,他亦将能由弯曲产生且实际产生的缠绕称为“机巧”。他说,在卵生动物中,某些如某些鱼类那样排出不完全的卵;因为它们并非像母鸡那样〔排出〕在自身之内生长并完成的〔卵〕;母鸡排出的是完全的卵。因此,它们并非排出在自身之内完成的〔卵〕,而是将其不完全地抛在泥淖中;随后,如他后文所将说明的,雄性在它们之上喷洒某种能力,由该能力的作用,卵适当地生长并完成,成为动物;因为正是这一能力使它们生长并赋予它们生命。
- 1.2τὸ μὲν οὖν αἷμα τὸ ἐν τῇ Β Γ Γ Δ ἐπαναδιπλώσει ὂν ... τὸ δὴ αἷμα τὸ ἐν τῇ Β Γ Δ ἐπαναδιπλώσει ... δέχεται ὁ Δ Ε πόρος ἄναιμος ὤν
悬空主格(nominative pendens)与重述复起结构。开头的 τὸ μὲν οὖν αἷμα 因插入句(ἔστι γὰρ τὸ σπέρμα ...)而发生中断,随后的 τὸ δὴ αἷμα 则以宾格形式复起,作主动词 δέχεται 的直接宾语。各语言译文均如实反映此句法关联。
- 1.2προσνοουμένου καὶ τοῦ Ε Ζ
独立属格结构。προσνοέω 的被动态分词表示伴随状况或条件:“在 Ε Ζ 亦被连带理解/考虑在内的情况下”。它修饰前面的句子 ἕτερον δὲ μόριον ... λέγει τὸν Δ Ε,指出在将 Δ Ε 称为笔直部分时,Ε Ζ 亦被隐性地包含在内。
- 1.2ἐπὶ τούτῳ καὶ τῶν πόρων τοιούτων ὄντων
介词短语 ἐπὶ τούτῳ(“在此之上/此外”)与独立属格 τῶν πόρων τοιούτων ὄντων(“通道亦为如此[长]”)的结合。它在前面的原因分词 μακρὸς γὰρ ὢν ὁ ὄφις 之上叠加了附加原因,共同为随后的与事实相反的条件句(εἴπερ εἶχον ...)构成前提。
