- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:137.22-139.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞阐释了亚里士多德关于卵的滋养机制以及类脐带膜之作用的论述,驳斥了阿尔克迈翁关于蛋白是滋养的观点,并阐明了大地的热量与亲鸟孵卵在保护和培养亲子关爱方面的意义。
" Ἀπορήσειε δ’ ἄν τις περὶ τῆς αὐξήσεως τῶν ᾠῶν." Ὁ δ’ οὖν ἀπορεῖ λεγόμενον, τοιοῦτόν ἐστιν· οἱ μὲν γὰρ σκώληκες, ἐπειδὰν γένωνται, διὰ τοῦ οἰκείου στόματος λαμβάνοντες τὴν τροφὴν τρέφονται ὑφ’ αὑτῶν· τὰ ᾠὰ δὲ ἐν τῇ ὑστέρᾳ πῶς τρέφεται; εἰ γάρ τις λέγει ἔχειν καὶ τὰ ᾠὰ μέρος τι, ὑφ’ οὗ τρέφονται, ὥσπερ τὰ ζῷα τὸν ὀμφαλόν, ἀλλὰ ποῖ τοῦτο τὸ μέρος τρέπεται τελειωθέντος τοῦ ᾠοῦ; οὐ γὰρ συνεξέρχεταί τι ὀμφαλῶδες τῷ ᾠῷ, ὥσπερ τοῖς ζῴοις οἱ ὀμφαλοί. λύει οὖν αὐτὴν σαφῶς, πλὴν ὅτι τούτου δὴ τοῦ ὑμένος κατ’ ἀρχὰς ὀμφαλῶδές ἐστι κατὰ τὸ ὀξὺ περὶ τοῦ ὑμένος εἴρηται τοῦ ὕστερον γεγονότος ὄστρακον.1 αὐξηθέντος δέ, φησί, τοῦ ᾠοῦ περιτείνεται τὸ ὀμφαλῶδες καὶ ἀναλίσκεται εἰς σύστασιν τοῦ πέρατος τοῦ ὀξέος. τὸ γὰρ πέρας τῆς τοῦ ᾠοῦ ὀξύτητος τὸ ὀμφαλῶδές ἐστι περιταθὲν πρῶτον καὶ ἀποπληρῶσαν αὐτό, ὕστερον δὲ ὀστρακωθέν. ὑπὸ δὲ τὸν ὀστρακωθέντα ὑμένα ἐστὶν ἕτερος ὑμὴν μεταξὺ τοῦ ὀστράκου καὶ τοῦ λευκοῦ. καὶ τοῖς μὲν ζῳοτοκουμένοις, φησίν, ἐξελθοῦσι θύραζε ἐξ ἑτέρου μέρους παρὰ τὴν ὑστέραν γίνεται ἡ τροφή· ἐκ τῶν μαστῶν γάρ· τοῖς δὲ ἐκ τῶν ᾠῶν γινομένοις νεοττοῖς οὐκ ἐκ μέρους μὲν τῆς μητρὸς ἑτέρου δὲ παρὰ τὴν ὑστέραν ὄντος γίνεται ἡ τροφή, ἀλλ’ ἐξ αὐτοῦ τοῦ ᾠοῦ (εἰ γὰρ καὶ μέρος τῆς ὄρνιθος τὸ ᾠόν, ἀλλ’ οὐ συμπέφυκεν αὐτῇ ὥσπερ ὁ μαστὸς τοῖς ζῳοτόκοις), καὶ τὸ μὲν λευκὸν γίνεται νεοττός, τροφὴ δὲ τὸ ὠχρόν. Ἀλκμαίων δὲ ὁ Κροτωνιάτης διὰ τὸ ὁρᾶν τὸ τοῦ ᾠοῦ λευκὸν ὅμοιον τῷ γάλακτι (λευκὸν γὰρ τοῦτο κἀκεῖνο), εἶναι δὲ τὸ γάλα τροφήν, ἐνόμισεν ὡς καὶ ἐν τοῖς ᾠοῖς τὸ μὲν λευκὸν τροφή ἐστι, τὸ δ’ ὠχρὸν τὸ τῶν νεοττῶν σῶμα· οὐκ ἔστι δέ, ὡς οὗτος ὁ Ἀλκμαίων οἴεται, τὸ λευκὸν τροφή, ἀλλὰ μᾶλλον τὸ ὠχρόν. λέγει δὲ καὶ τὴν τῆς γῆς θερμότητα συμπέττειν τὰ ᾠά. εἰ δέ τινα τῶν ᾠοτόκων, οἷον σαῦραι, νῦν μὲν ἐπῳάζουσι, νῦν δὲ φοιτῶσι δεῦρο κἀκεῖσε, οὐ χάριν συμπέψεως τῶν ᾠῶν ἐπῳάζουσιν (ἀρκεῖ γὰρ πρὸς τοῦτο ἡ τῆς γῆς θερμότης), ἀλλὰ χάριν τοῦ φυλάττειν αὐτά, ὅπως μὴ ὑπό τινος διαφθαρεῖεν. τὰ μὲν οὖν τῶν τετραπόδων καὶ ὑπὸ μόνης τῆς ὥρας πέττεται διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰσχὺν καὶ ἐπιτηδειότητα, τὰ δὲ τῶν ὀρνέων ἐπικηρότατα, τουτέστιν εὐφθαρτότατα, καὶ πρὸς τὸ οὔρια γίνεσθαι ἐπιτηδειότατα, διὸ καὶ δεῖται τῆς τεκούσης.
“人们或许会对卵的生长产生疑问。” 他所提出的疑问是这样的:蠕虫在生成之后,通过自己的口摄取养分而自行获得滋养,但在子宫中的卵是如何获得滋养的呢?因为即使有人说卵也具有某种赖以滋养的部分,如同动物具有脐带一样,那么在卵完成之后,这部分又去往何处呢?因为并没有某种似脐之物与卵一同出来,如同脐带之于动物那样。因此他清楚地解决了这个疑问,不过“起初这层膜在尖端具有似脐之物”这句话,是就后来变成壳的那层膜而言的。他说,当卵长大时,似脐之物被向四周拉伸,并消耗于构成尖端的末端。因为卵之尖端的末端,正是首先被向四周拉伸并将其充满、后来硬化为壳的似脐之物。而在硬化为壳的膜之下,在壳与蛋白之间还有另一层膜。他说,对于胎生动物而言,在产出体外之后,滋养来自子宫之外的另一部分,即来自乳房;但对于由卵生成的雏鸟而言,滋养并非来自母亲身上异于子宫的某一部分,而是来自卵本身(因为即便卵是禽鸟的一部分,它也并未与禽鸟连生在一起,如同乳房之于胎生动物那样);蛋白变成雏鸟,而蛋黄则是滋养。克罗顿的阿尔克迈翁由于看到卵的蛋白与乳汁相似(因为二者都是白色的),而乳汁是滋养,便认为在卵中蛋白也是滋养,蛋黄则是雏鸟的身体;然而蛋白并非如这位阿尔克迈翁所认为的那样是滋养,反倒是蛋黄[是滋养]。他还说,大地的热量使卵成熟。即使某些卵生动物(如蜥蜴)有时抱卵,有时又四处游走,它们抱卵也不是为了使卵成熟(因为大地的热量对此已足够),而是为了守护它们,免得被什么东西毁坏。因此,四足动物的卵由于自身所具有的力量和适宜性,甚至单凭季节[的热度]就能成熟,而鸟类的卵则极度脆弱,即极易损坏,并且极易变成风卵,因此才需要产下它们的母亲。
"Ἔοικε δ’ ἡ φύσις βούλεσθαι τὴν τῶν τέκνων αἴσθησιν ἐπιμελητικὴν παρασκευάζειν.2" Ἐπειδὴ γὰρ εἶπεν ὅτι φυλακῆς χάριν ἐπῳάζουσιν, ἀλλ’ οὐ συμπέψεως, ἐπάγει ἄλλην αἰτίαν διὰ τούτων, τοῦτο δυνάμει λέγων ‘παρασκευάζει δὲ ἡ φύσις αὐτὰ ἐπῳάζειν, ὅπως καθ’ ἑκάστην ὁρῶντα καὶ αἴσθησιν τούτων λαμβάνοντα ἐκ τῆς τοιαύτης συνηθείας στοργὴ γίνηται τούτοις τῶν τέκνων. καὶ τὰ μὲν χείρονα φιλοῦσι τὰ ἔγγονα μέχρι τοῦ τεκεῖν, ἅμα δὲ τῷ τεκεῖν μισοῦσιν αὐτὰ καὶ ἀποστρέφονται, ὥσπερ ὁ δασύπους καὶ οἱ ἰχθύες· ἄλλα δὲ καὶ μετὰ τὸ τεκεῖν φιλοῦσι, μέχρις ἂν τελειωθῶσιν αὐτά, τινὰ δὲ ἐκτρέφουσιν ἄχρι τινός, εἶτα μισοῦσιν ὥσπερ ἀλεκτορίς· οἱ δ’ ἄνθρωποι καὶ διὰ βίου ἀσπάζονται.’ ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη· ἡ δὲ λέξις ἐλλιπῶς ἡρμήνευται. εἴη δ’ ἂν τὸ πλῆρες καὶ ἑξῆς αὐτῆς τοιοῦτον· ἔοικε δ’ ἡ φύσις βούλεσθαι τὴν τῶν γεννώντων αἴσθησιν ἐπιμελητικὴν παρασκευάζειν τῶν τέκνων· παρασκευάζει γάρ, ὡς εἴρηται, τὰς μητέρας ὁρᾶν τὰ τέκνα, ἵνα ἐπιμελῆται αὐτῶν.
“自然似乎意在将对后代的知觉塑造成看护性的。” 因为既然他说过它们抱卵是为了守护而非为了成熟,他便通过这些话引入了另一个原因,其潜在意思是说:“自然使它们抱卵,以便通过每天观看并获得对它们的知觉,从这种熟悉中使它们对后代产生爱意。较劣等的动物在生产之前喜爱幼崽,但一经生产便厌弃并疏离它们,如同野兔和鱼类;另一些动物在生产之后仍喜爱幼崽,直到它们完全成熟;某些动物抚养幼崽到一定程度便加以厌弃,如同母鸡;而人类则终生关爱后代。”因此,所言之义便是如此。然而文句在表述上有所欠缺;其完整且顺畅的形式应是这样的:“自然似乎意在将生育者的知觉塑造成对后代的看护;”因为正如所说的那样,[自然]使母亲们看到自己的后代,以便照料它们。
- 3.5πλὴν ὅτι τούτου δὴ τοῦ ὑμένος κατ’ ἀρχὰς ὀμφαλῶδές ἐστι κατὰ τὸ ὀξὺ περὶ τοῦ ὑμένος εἴρηται τοῦ ὕστερον γεγονότος ὄστρακον
在由 πλὴν ὅτι 引导的从句中,引文 τούτου δὴ τοῦ ὑμένος κατ’ ἀρχὰς ὀμφαλῶδές ἐστι κατὰ τὸ ὀξύ(参见亚里士多德 752a32)在语法上充当主语角色,统摄被动动词 εἴρηται 及其介词短语补足语 περὶ τοῦ ὑμένος...。注疏者借此结构指明亚里士多德所言短语的具体指称对象(即后来硬化为壳的膜)。
- 3.6τὴν τῶν τέκνων αἴσθησιν ἐπιμελητικὴν παρασκευάζειν
在亚里士多德的原文中,属格 τῶν τέκνων 表面上依附于 αἴσθησιν(“对后代的知觉”),但形容词 ἐπιμελητική(看护的、照料的)通常支配属格补足语。菲洛波诺斯指出该句表述简略省略(ἐλλιπῶς),并通过重构揭示其句法结构:将 τῶν τέκνων 视为受 ἐπιμελητικὴν 支配的宾格性属格,同时为主名词 αἴσθησιν 补出主格性属格 τῶν γεννώντων(“生育者们的”),即“使生育者的知觉看护其后代”。
