← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§136.20-137.21

卵尖端的雄性本原及其与种子的类比

斐洛波诺斯针对亚里士多德《动物生成论》752a10展开注解,从卵的圆锥形态与蛋白的特性论述雄性本原何以位于卵附着于子宫的尖端,并借助蚕豆等植物种子的附着部位与发芽本原的类比加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4

" Ἀποκρίνεται δὲ ἐν τοῖς ᾠοῖς ἡ τοῦ ἄρρενος ἀρχὴ καθ’ ὃ προσπέφυκε τῇ ὑστέρᾳ τὸ ᾠόν." Διὰ τούτων λέγει, ποῦ τῶν τοῦ ᾠοῦ μερῶν κεῖται ἡ ἐν αὐτῷ οὖσα τοῦ ἄρρενος ἀπόκρισις, καὶ λέγει κεῖσθαι, καθ’ ὃ προσπέφυκε τῇ ὑστέρᾳ, τοῦτο δ’ ἐστὶ τὸ ὀξύ. τρόπον γάρ τινα κωνοειδὲς ὂν τὸ ᾠόν, ἐν τῷ ὀξεῖ μέρει αὐτοῦ κεῖται ἡ τοῦ ἄρρενος γονή, καὶ διὰ τοῦτο, φησί, γίνεται ἀνόμοιον, τουτέστιν οὐ σφαιροειδὲς τὸ ᾠόν, ἀλλὰ κωνοειδὲς καὶ ἐπὶ θάτερα ὀξύ, διὰ τὸ δεῖν διαφέρειν τοῦ λευκοῦ ἐν ᾧ ἔχει τὴν ἀρχήν.1 ἐπειδὴ γὰρ τὸ λευκὸν ὑγρόν, πᾶν δὲ ὑγρὸν σχηματίζεται τῷ τοῦ ἀγγείου ἐν ᾧ ἐστι σχήματι, εἰ μὲν ἦν τὸ ὄστρακον τοῦ ᾠοῦ σφαιροειδές, ἦν ἂν καὶ τὸ ἐν αὐτῷ λευκὸν σφαῖρα, τῆς δὲ σφαίρας οὐδὲν διαφέρει ἕτερον ἑτέρου μόριον, ἀλλὰ πάντα ὅμοια. δεῖ δὲ διαφέρειν τὸν τόπον ἐν ᾧ μέλλει κεῖσθαι ἡ ἀρχή· γέγονεν οὖν διὰ τοῦτο τὸ ὄστρακον ἐπὶ θάτερα ὀξύτερον καὶ ἀνόμοιον, ἵνα τὸ ἐν αὐτῷ κείμενον λευκὸν ἀνόμοιον ᾖ καὶ διάφορον, ἵνα ἐν αὐτῷ πεσεῖται ἡ ἀρχή· ἐπὶ τούτῳ γάρ ἐστι σκληρότερον καὶ ἰσχυρότερον τὸ ὀξὺ τοῦ ᾠοῦ, διὰ τὸ δεῖν ἐν αὐτῷ φυλάττεσθαι ὥσπερ ἐν ἀκροπόλει τὴν ἀρχὴν καὶ διὰ τὸ πολὺ εἶναι ἐν αὐτῷ τὸ λευκὸν βοηθεῖν αὐτῷ. ἐξέρχεται δὲ τοῦ ᾠοῦ πρῶτον τὸ κάτω, εἶθ’ οὕτως τὸ ὀξὺ διὰ τὸ προσπεφυκὸς εἶναι τὸ ὀξὺ ἐν ᾧ ἡ ἀρχὴ ἐν τῇ ὑστέρᾳ, καὶ ὕστερον ἀπολύεσθαι. ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς, φησίν, ἀεὶ ἐν τῷ μέρει τοῦ καρποῦ, καθ’ ὃ προσπεφύκασι τοῖς κλάδοις, ἐστὶν ἡ ἀρχή. ὁ γὰρ κύαμος ἐν τῷ μέρει αὐτοῦ, καθ’ ὃ προσπέφυκε τῷ κελύφει τῷ περιέχοντι αὐτὸν χλωρῷ ὄντι ἔχει τὴν ἀναλογοῦσαν ἀρχὴν τῷ τοῦ ἄρρενος σπέρματι· προσπέφυκε δὲ τῷ κελύφει κατὰ τὸ μέλαν, ὃ καλοῦσιν ὄμμα τοῦ κυάμου (τοῦτο γὰρ εἶπε δίθυρον), ἐν ᾧ, ἐπειδὰν βραχῇ, ἡ βλάστη φύει· ἐν γὰρ τῷ καλουμένῳ ὄμματι ὁ βλαστὸς φύει, ὡς δηλονότι ἐνταῦθα οὔσης τῆς ἀρχῆς καὶ οὐκ ἐπὶ θάτερα. ὅτι δὲ καὶ κατὰ τοῦτο προσπέφυκεν ἐν τῷ κελύφει ὤν, δῆλον τῇ ὄψει· τὸ λοιπὸν γὰρ σῶμα ἀπολελυμένον ὁρᾶται. ἀλλὰ καὶ ἐν μόνῳ τῷ διθύρῳ φαίνεται ἔχων οἷον ἐντεριώνην τινά, ἥτις συνέχει τὸν κύαμον καὶ τὸ κέλυφος, καθάπερ καὶ τὸ νεῦρον τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰσχίον συνέχει τὸν γλουτὸν καὶ τὸ κοῖλον ὀστοῦν, ἐν ᾧ οὗτος συστρέφεται.2 ἔστι δὲ τὸ προσπέφυκε γὰρ ἡ ἀρχὴ τοῦ σπέρματος ἴσον τῷ προσπέφυκε γὰρ τὸ σπέρμα, οἷον εἰπεῖν φέρε ὁ κύαμος τῷ κελύφει, καθ’ ὃ μέρος ἑαυτοῦ ἐγκατῳκοδομημένην ἔχει τὴν ἀρχήν. τινὲς μὲν οὖν τῶν καρπῶν ὥσπερ τὰ χέδροπα προσπεφύκασι τοῖς κελύφεσιν, ἄλλοι δὲ τοῖς περικαρπίοις, οἷον τὰ μῆλα, ἄλλοι δ’ αὐτοῖς τοῖς κλάδοις.

“在卵中,雄性的本原在卵附着于子宫之处被分离出来。” 通过这些话,他指明了卵中所含有的来自雄性的分泌物位于卵的哪一部分,并且他说它位于[卵]附着于子宫之处,而这就是尖端。因为卵在某种程度上是圆锥形的,雄性的精液便位于其尖锐的部分;他说,正因如此,卵变得不均一——即不是球形的,而是圆锥形且一端尖锐——因为在蛋白之中包含本原的那一部分必须有所不同。因为蛋白是流体,而一切流体都依其所在容器的形状而塑形,倘若卵壳是球形的,其中的蛋白也会是一个球体,而在球体中任何一部分都与其他部分无异,而是全都均一。然而本原将要居于其中的场所必须有所不同;因此,卵壳在一端变得更尖且不均一,以便置于其中的蛋白是不均一且有差异的,从而使本原落入其中;因为卵的尖端之所以更坚硬更结实,正是为此目的,即由于本原必须如在卫城中一般被守护在其中,且由于蛋白在其中十分丰富以辅助它。卵的下部首先出来,然后尖端才以这种方式出来,因为包含本原的尖端附着在子宫上,因而较晚脱落。他说,而且在植物中,本原也始终在果实附着于枝条的部分。因为蚕豆在其自身附着于〔豆荚〕呈绿色时包围它的豆荚的部分,具有与雄性精液相类比的本原;它是在黑色的部分附着于豆荚的,人们把这黑色的部分称为蚕豆的“眼”(因为他称之为“双瓣”),在其中,一旦被浸湿,幼芽便生出;因为幼芽在所谓的“眼”中生出,显然是因为本原在此处而不在另一端。它在豆荚中时是通过这一部分附着的,这一点凭视觉也是显而易见的;因为其余的本体可见是分离的。而且唯独在双瓣中,可见它具有某种髓质,将蚕豆和豆荚维系在一起,正如被较晚近的人称为“坐骨”的韧带将臀骨与其在其中旋转的凹骨维系在一起一样。而“因为种子的本原附着”这句话等同于“因为种子——比如蚕豆——在其自身内植有本原的那一部分附着于豆荚”。因此,有些果实如果荚类植物附着于荚,有些附着于果皮,如苹果,而另一些则附着于枝条本身。

语法注2 条
  1. 3.4διὰ τὸ δεῖν διαφέρειν τοῦ λευκοῦ ἐν ᾧ ἔχει τὴν ἀρχήν

    τοῦ λευκοῦ 为部分属格,限定关系从句 ἐν ᾧ ἔχει τὴν ἀρχήν 所修饰的隐含先行词(“在蛋白中包含本原的[那一部分]”)。正如随后的阐释(τῆς δὲ σφαίρας οὐδὲν διαφέρει ἕτερον ἑτέρου μόριον... δεῖ δὲ διαφέρειν τὸν τόπον)所表明的,διαφέρειν 的隐含主语是容纳本原的处所,意指该处所必须与其余部分“有所不同”(呈现不均一性),而不能像球体那样各个部分完全均一。

  2. 3.4τὸ νεῦρον τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰσχίον συνέχει τὸν γλουτὸν καὶ τὸ κοῖλον ὀστοῦν, ἐν ᾧ οὗτος συστρέφεται

    关系代词 ᾧ(与格)的先行词是中性名词短语 τὸ κοῖλον ὀστοῦν(髋臼/凹骨)。从句中的主语 οὗτος(阳性单数)指代前文的阳性宾格名词 τὸν γλουτόν(股骨头),而非紧邻的名词。作者引用晚近医学解剖学的比喻,指出韧带(νεῦρον,大腿骨头圆韧带)将股骨头与其在其中旋转的凹骨连接在一起。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:136.20-137.21