← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§135.10-136.19

蛋清与蛋黄的性质及其在发育中的作用

评注亚里士多德《动物生成论》751b1,论述蛋白是接受雏鸟形式的温热部分,而蛋黄则是提供养分和身体构成的属土部分。此外,他还通过胚胎发育过程中的颜色变化以及混合蛋液加热时的分离实验,阐明了两者的性质差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3

" Τὸ μὲν οὖν ἐστιν ἐγγύτερον αὐτοῦ τῆς μορφῆς τῶν μορίων γινομένων, τὸ θερμόν." Εἰπὼν ὅτι ἑκάτερον αὐτῶν ἑτέρας ἐστὶ δυνάμεως, λέγει τίς ἐστιν ἡ ἑκάστου τούτων δύναμις. τὸ μὲν οὖν θερμόν, φησὶ λέγων θερμὸν τὸ λευκόν, ἐγγύτερον καὶ ἐπιτηδειότερόν ἐστι πρὸς τὸ δέξασθαι τὴν μορφὴν ἑκάστου τῶν τοῦ νεοττοῦ μορίων. τὸ δὲ γεωδέστερον, τουτέστι τὸ ὠχρόν, τὴν τοῦ σώματος παρέχεται σύστασιν καὶ τροφήν. ἐν μὲν γὰρ τῷ λευκῷ διαγράφεται τῇ φύσει τὰ τοῦ νεοττοῦ μόρια, ἐκ δὲ τοῦ ὠχροῦ τρεφόμενα αὔξεται καὶ τελειοῦται. λαμβάνει δὲ τὴν ἀρχὴν τὸ ζῷον ἐκ τοῦ λευκοῦ, ὅτι τὸ λευκὸν θερμόν ἐστιν, ὡς μετ’ ὀλίγον δείξει, ἐν δὲ τῷ θερμῷ ἐστιν ἡ ψυχικὴ ἀρχή. καὶ τοῖς μὲν θερμοτέροις πλεῖον ἀεί, φησίν, ἐστὶ τὸ λευκὸν καὶ διακεκριμένον χωρίς (διακρίνει γὰρ αὐτὸ ἡ θερμότης καὶ ἐπιπολάζειν ποιεῖ), τοῖς δ’ ἧττον θερμοῖς μᾶλλόν ἐστι πλέον τὸ ὠχρόν· ἀναμέμικται γὰρ αὐτῷ τὸ πλέον τοῦ λευκοῦ· τὸ γὰρ ἐνδεὲς τῆς θερμότητος αὐτῶν οὐκ ἠδυνήθη παντελῶς διακρῖναι τὸ λευκὸν ἀπὸ τῆς λεκίθου, λέγων λέκιθον τὸ ὠχρόν. ἐπεὶ οὖν, ὡς εἴρηται, ἀναμέμικται τῇ λεκίθῳ καὶ τῷ ὠχρῷ τὸ λευκόν, εἰκότως ἐστὶ λευκότερον τῆς τῶν θερμοτέρων λεκίθου καὶ ἧττον ὠχρόν. τὸ δὲ ᾠὸν τῶν ἰχθύων ἐστὶ μονόχροον διά τε μικρότητα (πάνυ γὰρ ὂν μικρὸν οὐκ ἠδυνήθη τὸ μὲν αὐτοῦ γενέσθαι ὠχρὸν τὸ δὲ λευκόν) καὶ διὰ τὸ πλῆθος τοῦ ψυχροῦ καὶ γεώδους, τουτέστι διὰ τὸ πλῆθος τοῦ ὠχροῦ. ἐν δὲ τῇ λέξει τῇ ἔχει γὰρ ἑκάτερον ἐξ οὗ ἔσται τῶν μορίων1 μόρια λέγει τὸ ὠχρὸν καὶ λευκόν. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ἔχει γὰρ ἑκάτερον τῶν μορίων, τό τε λευκόν, ἐξ οὗ ἔσται ὁ νεοττός, καὶ τὸ ὠχρόν, ἐξ οὗ πάλιν τραφήσεται. διὰ δὲ τὸ εἶναι, φησί, τὸ λευκὸν θερμὸν πρῶτον μὲν τὰ κυήματα τῶν ὀρνίθων, ὅτε εἰσὶ κεγχριαῖα, φαίνονται λευκὰ διὰ τὸ θερμὸν καὶ καθαρόν· τὸ γὰρ θερμότερον καὶ καθαρώτερον πρῶτον ἀποκρίνεταί τε καὶ συνίσταται ὑπὸ τοῦ συνιστῶντος· προϊόντα δὲ καὶ κυάμου μέγεθος ὡς εἰπεῖν λαβόντα φαίνεται ὠχρά, λευκοῦ μηδ’ ὅλως ἐμφαινομένου αὐτοῖς διὰ τὸ συμμίγνυσθαι αὐξομένων πλεῖον αἱματῶδες. τέλος δὲ ἀποκρινομένου τοῦ θερμοῦ2 κύκλῳ περιίσταται τὸ λευκόν, τουτέστι τέλος δ’ ἀποκρίνεται τὸ λευκὸν ὑπὸ τοῦ θερμοῦ ὡς καθαρώτερον καὶ λεπτότερον καὶ περιίσταται κύκλῳ. ὑγρὸν γὰρ ὂν ἅπαν τὸ μῖγμα τὸ ἐκ λευκοῦ καὶ ὠχροῦ, καὶ πάντως ὁμοίως ζέσαν ὥσπερ τὸ ἐν τῷ λέβητι ὕδωρ, καὶ ὁμοίως πάντοθεν ἀπεκρίθη τὸ λευκόν. καὶ ὥσπερ δὲ ἐν τῷ ἑνὶ ᾠῷ ἐστι καὶ λευκὸν καὶ ὠχρόν, οὕτω ἄν τις πολλὰ ᾠὰ καταθραύσας τὰ μὲν ὄστρακα ῥίψειε, τὰ δὲ λευκὰ καὶ ὠχρὰ τούτων πάντων ὁμοῦ συνεράσας, τουτέστι μίξας καὶ ἀνακινήσας διαρκῶς, ὥστε μιχθῆναι τὰ λευκὰ τοῖς ὠχροῖς καὶ ἕν τι κρᾶμα γενέσθαι, εἶτα λαβὼν εἰς κύστιν βοὸς ἢ προβάτου ἢ εἰς χύτραν ἢ ἄλλο τι ἀγγεῖον ἕψει πυρί (ἔστω δὲ τὸ πῦρ μὴ πολύ, ὥστε ἑψῆσαι καὶ πῆξαι τὸ κρᾶμα πρὸ τῆς τοῦ λευκοῦ ἀπὸ τοῦ ὠχροῦ διακρίσεως, ἀλλὰ σύμμετρον), εἰ δὴ ἕψει αὐτὸ συμμέτρῳ πυρί, ἴδοι ἂν χωρισθὲν ἅπαν τὸ ἐν τῷ κράματι λευκὸν καὶ κύκλῳ περιστάν, τὸ δὲ ὠχρὸν συναχθὲν ἐντός, ὡς ἀτεχνῶς ἐοικέναι ἑνὶ ᾠῷ μεγάλῳ ἐντὸς μὲν ἔχοντι τὸ ὠχρόν, κύκλῳ δὲ τὸ λευκόν. ὥστε δῆλον ὅτι τὸ λευκὸν θερμὸν καὶ κοῦφόν ἐστι, τὸ δ’ ὠχρὸν γεῶδες.

“因此,在各部分生成之际,其中之一更接近它的形式,即热者。” 在说过它们各自属于不同的能力之后,他指明了它们各自的能力是什么。他说,热者——称蛋白为热者——对于接受雏鸟各部分的形式更为接近且更为适宜。另一方面,较多土性的部分,即蛋黄,则提供身体的构成和养分。因为雏鸟的各部分在蛋白中由自然本性勾画出来,而在蛋黄的滋养下增长并完成。动物从蛋白中获得其本原,因为蛋白是热的(正如他稍后将展示的那样),而在热者之中存在着灵魂本原。他说,在较温热者中,蛋白始终较多且分离开来(因为热将它分离开并使它浮在表面);而在不太温热者中,蛋黄反而较多;因为蛋白的大部分已与它混合在一起。因为它们热的匮乏未能将蛋白完全与卵黄分离开来——他称蛋黄为卵黄。因此,正如所言,由于蛋白与卵黄即蛋黄混合在一起,〔蛋黄〕自然比更温热者的卵黄更白且黄色更淡。另一方面,鱼类的卵呈单一颜色,既是由于微小(因为极其微小,它无法一部分成为黄色而另一部分成为白色),也是由于寒冷且属土之物的众多,即蛋黄的丰富。在“因为各部分中每一个都包含它将从中产生的成分”这句话中,他把蛋黄和蛋白称为“部分”。其所言之意如下:因为[卵]具有各部分——雏鸟将从中产生的蛋白,以及雏鸟又将受其滋养的蛋黄。他说,由于蛋白是热的,鸟类的胚胎在最初呈粟粒大小时,因其热而纯净而显出白色;因为更温热且更纯净者首先被构成者分离开并被凝聚构成。但随着继续发展并可以说获得蚕豆大小时,它们显出黄色,其中完全不显现白色,因为随着生长,混合了较多血样的物质。但最后,随着热将其分离,蛋白在周围环绕——也就是说,最后蛋白作为更纯净且更稀薄者被热分离开并在周围环绕。因为由蛋白和蛋黄构成的混合物整体都是流体,如同釜中的水一样完全均匀地沸腾,蛋白便从四面八方均匀地分离开来。正如在一个卵中既有蛋白又有蛋黄,如果有人打碎许多卵,扔掉蛋壳,将所有这些卵的蛋白和蛋黄聚在一起搅打——即混合并持续搅拌,使蛋白与蛋黄混合并成为单一混合物——然后装入牛或羊的膀胱中,或者放入锅及其他容器中用火煮(火不要过大,以免在蛋白与蛋黄分离之前便将混合物煮熟凝固,而要适度),如果他确实用适度的火去煮,他就会看到混合物中的所有蛋白都被分离开并环绕在周围,而蛋黄则聚集在内部,以致完全宛如一个内部有蛋黄、周围有蛋白的巨大卵。因此显然,蛋白是热而轻的,而蛋黄则是属土的。

语法注2 条
  1. 3.3ἔχει γὰρ ἑκάτερον ἐξ οὗ ἔσται τῶν μορίων

    引文中存在语序倒装(hyperbaton)。属格 τῶν μορίων 与 ἑκάτερον 发生语法联系(“各部分中每一个”)。菲洛波诺斯将其转述为 ἔχει γὰρ ἑκάτερον τῶν μορίων,明确了未明示的主语是卵,而 ἑκάτερον τῶν μορίων 作为宾语统领后续的关系从句。

  2. 3.3ἀποκρινομένου τοῦ θερμοῦ κύκλῳ περιίσταται τὸ λευκόν, τουτέστι τέλος δ’ ἀποκρίνεται τὸ λευκὸν ὑπὸ τοῦ θερμοῦ

    在亚里士多德原文的独立属格结构 ἀποκρινομένου τοῦ θερμοῦ 中,菲洛波诺斯随后用 ὑπὸ τοῦ θερμοῦ 进行了转述,表明他将“热”(τὸ θερμόν)理解为导致分离的动因或手段,而非被分离的承受者。该注释在句法上明确了热在分词结构中所承担的施事/因果角色。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:135.10-136.19