← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§133.32-135.9

雄性刺激对卵发育的作用与风卵的生成

注疏亚里士多德《动物生成论》750b32,阐明鸟类的卵即便在交配后,若无雄性的持续刺激往往连增长都无法实现。进而依据驯养鹧鸪的观察驳斥了风卵不存在的观点,并以人类情欲勃发的实例作比,解释了为何仅凭视觉或听觉刺激就能引发繁殖反应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2

" Ὅλως δὲ ἐν τοῖς ὄρνισιν οὐδὲ τὰ γινόμενα διὰ τῆς ὀχείας ᾠὰ θέλει ὡς ἐπὶ τὸ πολὺ λαμβάνειν αὔξησιν." Εἰπὼν ὅτι μὲν οὔτε τὰ τῶν ὀρνίθων οὔτε τὰ τῶν ἰχθύων ᾠὰ τελειοῦνται πρὸς τὴν γένεσιν καὶ γόνιμα γίνεται δίχα τῶν ἀρρένων, ἱκανῶς ὦπται’, πιστοῦται τοῦτο καὶ διὰ τῶν παρόντων, δυνάμει λέγων ‘τοσοῦτόν ἐστι χρεία τῶν ἀρρένων πρὸς τὸ γόνιμα γίνεσθαι τὰ ᾠά, ὅτι οὐδὲ τὰ ἐξ ὀχείας γινόμενα θέλει ὡς ἐπὶ τὸ πολὺ λαμβάνειν αὔξησιν’. εἰ γάρ τις ἀλεκτρυών (ἔστω γὰρ ἐπὶ τούτων καὶ τῶν ἀλεκτορίδων ὁ λόγος) εἰ δή τις ἀλεκτρυὼν ὀχεύσῃ ἀλεκτορίδα ἅπαξ, εἶτά τις αὐτὴν ἀπαγάγῃ εἰς χωρίον, ἐν ᾧ ἀλεκτρυόνες οὐκ εἰσίν, ὡς μὴ δὶς πάντως ὀχευθῇ, ἀπὸ μὲν τῆς ἅπαξ γεγονυίας ὀχείας συνέστησαν πάμπολλα ᾠὰ σμικρὰ τὸ μέγεθος ὥσπερ εἰ κέγχρος1 ἢ καὶ μείζονα κέγχρου ἴσα κυάμοις, μένουσι δ’ ἐν τῷ αὐτῷ ἕκαστον μεγέθει, λέγω δὴ τῷ κεγχριαίῳ ἢ κυαμιαίῳ μηδ’ ὅλως ἐπιδόντα εἰς μείζονα ὄγκον καὶ μέγεθος. εἰ δ’ ἐάσει αὐτὴν μετὰ τοῦ ἀλεκτρυόνος καὶ ὀχεύεται καθ’ ἑκάστην, αὔξονται διὰ τὸ ὡς προείρηται δύνασθαι τὴν ἀπὸ τοῦ ἄρρενος ἔκκρισιν καὶ γονὴν εἰσελθοῦσαν ἐν τῷ θήλει ἕλκειν καὶ ἐκκαλεῖσθαι καταμήνιον, ὑφ’ οὗ τρεφόμενα αὐξάνει. ὥστε, εἴπερ ὡς ἐπὶ τὸ πλεῖστον οὐδὲ αὔξησιν δύναται λαβεῖν χωρὶς τῶν ἀρρένων, πολλοῦ δεῖ γόνιμα γενέσθαι2 δίχα τῆς ἀπ’ αὐτῶν ἀποκρίσεως. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ πρόσκειται, διότι αὔξονται καὶ χωρὶς τῶν ἀρρένων, εἰ τύχῃ ὂν θερμότερον καὶ ὑγρότερον τὸ τοῦ θήλεος σῶμα. τέως δ’ οὖν ὀλιγάκις τοῦτο συμβαίνει, ὡς ἐπὶ τὸ πολὺ δὲ ἐκείνως φιλεῖ γίνεσθαι. εἰπὼν δὲ ὅτι ὅταν ἅπαξ ὀχευθῇ τὰ ὄρνεα, σχεδὸν πάντα αἰεὶ διατελεῖ τὰ ᾠὰ ἔχοντα, μικρὰ δὲ πάμπαν, ἐπήγαγεν ὅπερ συνεωρακότες τινὲς λέγουσιν, ὅτι τὰ ὑπηνέμια οὐκ εἰσὶν ὑπηνέμια, ἀλλ’ ὑπολείμματα τῆς προτέρας ὀχείας, κατὰ βραχὺ δὲ αὐξηθέντα. ὅτι δὲ γίνονται ᾠὰ καὶ χωρὶς ὀχείας, πιστοῦται ἐκ τῶν ἡμέρων περδίκων, οὓς οἱ θηρευταὶ ἄγουσιν εἰς τὰς θήρας καὶ μετὰ τούτων καί τινων τριχῶν καὶ παττάλων βραχυτάτων θηρεύουσι τοὺς ἀγρίους πέρδικας. αὗται οὖν αἱ ἥμεροι πέρδικες εἰ μὲν τύχωσιν οὖσαι ὠχευμέναι καὶ πλήρεις ᾠῶν, ἐπειδὰν ἀκούσωσι τῶν ἀγρίων ἀρρένων κακκαβιζόντων ἢ στρουθιζόντων, εὐθὺς ἅμα τῷ ἀκοῦσαι τίκτουσιν· εἰ δέ γε ἀνόχευτοι ὦσιν, εὐθὺς πληροῦνται τῶν καλουμένων ὑπηνεμίων. ὥστε ψεῦδος ὅτι οὐδὲ γίνονται ὑπηνέμια, ἀλλὰ πάντα ἐξ ὀχείας· αἱ γὰρ τοιαῦται πέρδικες ἐκ μόνης τῆς φωνῆς πληροῦνται. αἴτιον δέ, φησί, τοῦ ἀπὸ μόνης τῆς φωνῆς ἢ τοῦ ὀσφρανθῆναι τῶν ἀρρένων πληροῦσθαι ἢ τίκτειν ὅπερ καὶ ἐπὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῶν τετραπόδων. ὥσπερ γάρ τινες τῶν ἀνθρώπων, ἂν τύχωσιν ὀργῶντες, τουτέστιν ἔχοντες τὸ σῶμα πάμπαν δεόμενον μίξεως, ἅμα τῷ ἰδεῖν γλαφυράν τινα γυναῖκα προΐενται θύραζε γονὴν ὅλως μὴ πλησιάσαντες αὐτῇ, ἀλλ’ εἰ τύχῃ τῆς μὲν οὔσης ἐν ὑψηλῷ τινι οἰκήματι καὶ ὁρώσης διὰ θυρίδος, τοῦ δὲ ἰδόντος αὐτὴν ἐν τῇ ὁδῷ ἱσταμένου, τινὲς δὲ τούτων καὶ πλησιάζουσι μέν, ἅμα δὲ τῷ θίξαι τοῦ γυναικείου αἰδοίου τὸ σφῶν αἰδοῖον προΐενται, οὕτω καὶ αἱ εἰρημέναι πέρδικες, ἂν τύχωσιν ὀργῶσαι, πάσχουσι τὰ λεχθέντα. λέγει δὲ εἶναι τὰ τῶν ὀρνίθων ᾠὰ δίχροα διὰ τὸ ἄλλης μὲν εἶναι δυνάμεως τὸ λευκόν, ἄλλης δὲ τὸ ὠχρόν· εἰ μὲν γὰρ ἦσαν τῆς αὐτῆς φύσεως, ἢ ἄμφω λευκὰ ἂν ἦν ἢ ἄμφω ὠχρά, νῦν δὲ οὐκ ἔστι.

“总体而言,在鸟类中,即使通过交配产生的卵,在大多数情况下也不愿获得增长。” 在说过“没有雄性,鸟类的卵和鱼类的卵都不能完善至生成且不能受精,这一点已被充分观察到”之后,他通过当下的论述也证实了这一点,其实际意思是在说:“卵若要受精,对雄性的需求是如此巨大,以至于即使由交配产生的卵,在大多数情况下也不愿获得增长。”因为如果有一只公鸡(且让我们以公鸡和母鸡为例进行讨论),如果确有一只公鸡与母鸡交配一次,然后有人将它带到一个没有公鸡的地方,以致它完全不再交配第二次,那么从发生过一次的交配中,虽然会凝聚形成极多的卵,但其体积微小,如同粟粒,或比粟粒稍大而等同于蚕豆,然而每一个都停留在相同的大小——我指的是粟粒大小或蚕豆大小——完全没有向更大的体积和大小增长。但如果任由母鸡与公鸡在一起并且每天交配,卵就会增长,这是因为正如前文所说,进入雌体内部的来自雄性的排泄物和精料能够吸引并唤起经血,受其滋养,卵便得以增长。因此,如果说在大多数情况下,没有雄性它们甚至不能获得增长,那么没有来自雄性的分泌物,它们就绝不可能受精。附加上“在大多数情况下”,是因为如果雌性的身体恰好更温暖且更湿润,卵在没有雄性的情况下也会增长。不过无论如何,这极少发生,而在大多数情况下则往往如前者那样发生。在说过鸟类一旦交配过一次,几乎全都总是持续带有卵,但卵极小之后,他接着指出,有些人注意到了这一点,便声称风卵并非风卵,而是前一次交配的残留物,只是逐渐增长了而已。然而,没有交配也会产生卵,这一点从驯养的鹧鸪中得到了证实,猎人们带着这些鹧鸪去打猎,并借助它们以及某些毛发和极短的木桩来捕猎野鹧鸪。因此,这些驯养的鹧鸪如果恰好交配过且体内充满了卵,一旦听到野雄鹧鸪鸣叫或啁啾,一听到便立即产卵;而如果它们未曾交配,就会立即充满所谓的风卵。因此,认为风卵根本不存在、一切卵都来自交配的说法是错误的;因为此类鹧鸪仅仅凭着声音就能充满卵。他说,仅仅凭着声音或嗅到雄性的气味就能充满卵或产卵的原因,正是发生在人身上和四足动物身上的同一现象。因为正如某些人若恰好情欲勃发——即身体完全需要交媾——只要一看见一位秀美的女子,哪怕根本没有接近她,甚至女子恰好在高楼屋宇中凭窗而望,而看见她的男子则站在街道上,男子就会向体外泄精;而他们当中的某些人虽然接近了,但自己的私处刚一触及女子的私处便立即泄精;同样,前述的鹧鸪若恰好情欲勃发,也会经历上述情形。他说鸟类的卵具有两种颜色,是因为蛋白属于一种能力,而蛋黄属于另一种能力;因为如果它们具有相同的本性,要么两者都是白色,要么两者都是黄色,但事实并非如此。

语法注2 条
  1. 3.2ὥσπερ εἰ κέγχρος

    比较连词 ὥσπερ εἰ 后面直接跟主格名词 κέγχρος 的紧缩句,意为“如同[它们是]粟粒一样”,省略了谓语动词(如 ἦσαν)。它与后文的 ἢ καὶ μείζονα κέγχρου ἴσα κυάμοις(或者比粟粒稍大而等同于蚕豆)相补充对照,形象地说明了卵最初的微小尺寸。

  2. 3.2πολλοῦ δεῖ γόνιμα γενέσθαι

    非人称结构 πολλοῦ δεῖ 搭配不定式(γόνιμα γενέσθαι),是表示“远不可能……”、“绝不能……”的习惯表达,用以表达强烈的否定。它承接前文的条件从句 εἴπερ……(如果甚至不能增长),合乎逻辑地推导出受精更不可能发生。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:133.32-135.9